Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σκιὰ γὰρ ἀντίστοιχος: ἡ ἀντικειμένη τοῖς σώμασιν. ἡ ὁμοία τινί ἀντὶ τοῦ ἴση: — MNOA

ἄλλως: ἀντικειμένη τοῖς σώμασιν. ἐπὶ γὰρ τῶν ἐχόντων σκιὰν ἀεὶ ἡ σκιὰ ἀντικρὺ πίπτει τοῦ σώματος ὅπου ἂν καὶ πέσῃ: — A

ἄλλως: ὥσπερ γὰρ σκιὰ οὐ δύναται ἀδικῆσαί τινα κἂν ἐξεικάζηται τοῖς φοβερωτάτοις τῶν σωμάτων, οὕτως οὐδὲ οἱ σοὶ λόγοι κἂν καταπληκτικοὶ ὦσιν. οἷον· σκιὰν ἡγοῦμαί σε καὶ τὸ μηδέν: — MNOA

καὶ ἄλλως: σκιὰ γὰρ ἀντίστοιχος: τὸ ἑξῆς· ἀδύνατος γὰρ ὢν ὡς σκιὰ ἀντίστοιχος φωνὴν ἔχεις εἰς οὐδὲν ἄλλο πλὴν εἰς τὸ φλυαρεῖν: — MNOA

ἄλλως: ἀντὶ τοῦ ἰσόστοιχος καὶ ἰσοσώματος κατὰ τὴν φαντασίαν: — MNOA