Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀνειμένον τι χρῆμα: ἀδέσποτον, ἄνεσιν ἔχον, μετ’ ἐξουσίας

φθεγγόμενον. τὸ γὰρ βιάζεσθαι τὸν νόμον ἔχει μεθ’ ἑαυτοῦ. ἀδέσποτον τὸν τρόπον: — NOA

ἄλλως: τινὲς πρᾷον καὶ ἡσύχιον. δυσφύλακτον δὲ ἀχαλίνωτον, ὀργῆς κρατεῖν μὴ δυνάμενον. ὁ δὲ νοῦς· γαληνὸν τὸ τῶν γερόντων γένος, ὑπὸ ὕβρεως μὴ ταραττόμενον, καὶ, φερόμενον πρὸς ὀργὴν, ἑαυτοῦ κρατεῖν ἀδύνατον: — MNOA