Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δείξω δ’ ἐγώ σοι: ἐγώ σε ποιήσω αὐτοῖς ἔργοις γνῶναι μὴ τὸν Ἰδαῖον Πάριν ἥσσονα νομίζειν ἐχθρὸν τοῦ Πηλέως εἶναι. τὸ δὲ μὴ ἥσσονα ἀντὶ τοῦ ἴσον· καὶ ὡς ἐκεῖνον ηὐλαβήθης, οὕτως κἀμὲ εὐλαβηθήσῃ· ἴσος γάρ σοι εἰμὶ τῷ Πάριδι ἐχθρός: — MNOA

ἄλλως: παραστήσω δὲ σοὶ ἐγὼ αὐτοῖς ἔργοις μὴ ἐμὲ, τὸν Πηλέα, ἥσσονα ἐχθρὸν νομίζειν τοῦ Ἰδαίου Πάριδος. ἀντίπτωσις γάρ ἐστιν: — A