Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἴσον ⟨γ’⟩ ἀνήρ τε καὶ γυνὴ σθένει: ταὐτὸ δύναται ἀνήρ τε καὶ γυνὴ πρὸς τὸ ἐγκαλεῖν, γυνὴ ἀδικουμένη πρὸς ἀνδρὸς καὶ ἀνὴρ γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων. πρὸς δὲ τὸ δεύτερον ἀπήντησεν· εἰπὼν γὰρ ἀνήρ τε καὶ γυνή ἐπήγαγεν τὸ γυνὴ ἀδικουμένη πρὸς ἀνδρός· ἀπὸ κοινοῦ γὰρ τὸ γυνή. ὅλως δὲ ὁ νοῦς τοιοῦτος· αἱ

ζεύξεις τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ἐπὶ ἰσότητι γίνονται, οὐχ ἵνα ὁ μὲν ἀνὴρ ἀδικῇ, ἡ δὲ γυνὴ ἀδικῆται καὶ τὸ ἀνάπαλιν. ἴσον ἐστὶ τὸ γυναῖκα ἀδικεῖσθαι ὑπὸ ἀνδρὸς καὶ ἄνδρα ὑπὸ γυναικός: — MA