Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἥντινά ποτε δίκην ᾔτησε Φοῖβον ὑπὲρ πατρὸς ὃν ἔκτεινεν Ἀπόλλων, ἵν’ ᾖ γενικὴ ἀντὶ αἰτιατικῆς, ὥσπερ καὶ τὸ [Δ 357] ὡς γνῶ

χωομένοιο καὶ τὸ [Δ 100] ἀλλ’ ἄγ’ ὀίστευσον Μενελάου κυδαλίμοιο. γράφεται δὲ οὗ τίνει δίκην, ἵν’ ᾖ· ὅπου, ἐν Πυθοῖ, τιμωρίαν δίδωσιν: — MOA

ἄλλως: ᾔτησε Φοῖβον: ⟨Φερεκύδης⟩ ὑπὸ Μαχαιρέως φησὶ τὸν Νεοπτόλεμον ἀνῃρῆσθαι· οἱ δὲ ὑπὸ Ὀρέστου ὡς Εὐριπίδης καὶ ὀρθαίας καὶ Ξεναγόρας· οἱ δὲ ὑπὸ Φιλοξενίδα, ὡς Σουίδας· ἄλλοι δὲ ὑπὸ Μενελάου, ⟨ἐπεὶ⟩ ὑποσχόμενος ἐν Ἰλίῳ τὴν Ἑρμιόνην δώσειν αὐτῷ, αὖθις ἐβούλετο ⟨δοῦναι⟩ Ὀρέστῃ: — O

ἕνεκα τοῦ πατρός: — Mg