Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅς σε πολλάκις δορί: ὅστις σὲ πολλάκις ἀντὶ τοῦ ἐπὶ τῆς παρατάξεως ἑστάναι καὶ πολεμεῖν ναύτην κακὸν ἐποίησεν διωκόμενον. τὸ γὰρ ⟨ναύτην⟩ κακὸν πρὸς τοῦτο εἶπεν, ὅτι φεύγων τὴν ἐν τῷ πεδίῳ μάχην εἰς τὰς ναῦς κατέφυγεν: — MNOA

ἄλλως: εἰς τὰς ναῦς εἱλούμενος καὶ διωκόμενος. ἐκείνων δ’ ἂν εἴη τῶν ἐπῶν μεμνημένος [Ο 653]· εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι νῆες, ὅσαι πρῶται εἰρύατο: — NOA