Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει ἄπειρος ὢν τέκνων καὶ μὴ εἰδὼς τὴν ἐπ’ αὐτοῖς ἀλγηδόνα (διὸ καὶ δυστυχῆ νομίζων τὴν ἀπαιδίαν εὔχεται τέκνων τυχεῖν, ἀγνοῶν ὅτι εὐδαίμων ἐστίν), ἐν ὅσῳ ἄπαις τυγχάνει, δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ. τινὲς δὲ οὕτως ὅτι τὸ ἧσσον ἀντὶ τοῦ οὐδ’ ὅλως· ὁ ἄπαις, φησὶν, ἀπήλλακται τῆς περὶ τοὺς παῖδας ἀλγηδόνος, δυστυχῶν δὲ δι’ ἀπαιδίαν, εἰ δὴ δυστύχημα, ὥς τινες οἴονται, ἄλλως ἐστὶν εὐδαίμων καὶ μακάριος ἄφροντις ὤν. δύναται δὲ καὶ τὸ δυστυχῶν ἀντὶ τοῦ ἀτυχῶν: — MNOA

ἄλλως: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει, λέγων ὡς ἰσόψυχα τοῖς ἀνθρώποις οὐκ εἰσὶ τὰ τέκνα, ὁ τοιοῦτος κατὰ μὲν τὸ εἶναι ἄτεκνος δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ: — MNOA