Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

οὔτε σὲ τῆς Τροίας ἄξιον νομίζω οὔτε σοῦ τὴν Τροίαν ἀξίαν νομίζω: — MA

ὁ νοῦς· οὔτε ἡ Τροία ὑπὸ σοῦ τοιούτου ὄντος ἀξίως ἑάλω οὔτε σὺ ἀξίως αὐτῆς ἀνεῖλες αὐτήν. τῇ τε γὰρ Τροίᾳ ἄδοξόν ἐστιν καθὸ ὑπὸ σοῦ ἀπώλετο, σύ τε οὐκ ἄξιος ἦς τὴν Τροίαν ἀπολέσαι· ὡς εἴ τις ἐκ τοῦ ἐναντίου λέγοι· τῷ Ἀχιλλεῖ ἔνδοξον ἦν τὸν Ἕκτορα ἀποκτεῖναι ὡς καὶ τῷ Ἕκτορι ὑπὸ Ἀχιλλέως ἀναιρεθῆναι. ὡς εἴ τις εἴποι· ἔπρεπεν τῷ Ἡρακλεῖ τὴν Ἴλιον πορθῆσαι καὶ τῇ Ἰλίῳ ὑπὸ Ἡρακλέους ἁλῶναι: — MA

Δίδυμος μέμφεται τούτοις ὡς παρὰ τὰ καθεστῶτα· σεμνότεροι γὰρ οἱ λόγοι ἢ κατὰ βάρβαρον γυναῖκα καὶ δυστυχοῦσαν: — A