Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ· κατέχουσα μαντικὴν δάφνην. τοῦ γὰρ θεοῦ συγγενέσθαι αὐτῇ βουληθέντος, ἔφη μὴ πρότερον ἑαυτὴν ἐκδώσειν εἰς κοινωνίαν, εἰ μὴ λάβοι παρ’ αὐτοῦ δῶρον τὴν μαντικήν. τοῦ δὲ θεοῦ

χαρισαμένου, ἠρνήσατο τὴν κοινωνίαν. διὸ ἀγανακτήσας ὁ Ἄπόλλων τὴν μὲν μαντικὴν ἅπαξ χαρισάμενος οὐκέτι ἀφείλετο, ἀπιστεῖσθαι δὲ αὐτὴν πεποίηκεν· ὅθεν καὶ περὶ τοῦ Πάριδος προειποῦσα ἠπιστήθη: — MOA

ἠπιστεῖτο ἡ Κασσάνδρα μαντευομένη, ἐπεὶ ἠπάτηκε τὸν Ἀπόλλωνα περὶ γάμων: — O