Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλᾶς: κατὰ κεφαλῆς, ἀντὶ τοῦ· εἴθε κατεκρήμνισεν αὐτόν: — O

εἴθε ὑπὲρ κεφαλῆς Πάριδος ἔβαλεν θάνατον ἡ τεκοῦσα τὸν Πάριν: — M

ἄλλως: ἀντὶ τοῦ ἀνεῖλεν. κατ’ ὄναρ θεασαμένη ἡ Ἑκάβη ὅτι λαμπάδα ἐγέννησεν ἅμα τῷ τεχθῆναι τὸν Ἀλέξανδρον, ἐδυσφόρει καὶ ἤρετο τοὺς μάντεις. οἱ δὲ ἔφασκον χρῆναι τὸ τεχθὲν φονεύειν· ἡ δὲ ἐξέθηκεν αὐτὸ μὴ τολμῶσα φονεῦσαι, καὶ αὐτὸ λαβὼν ποιμὴν ἐν τῇ πήρᾳ τέθεικεν, ὅπως διατρέφοι· διὸ καὶ Πάρις ὠνομάσθη, ὁ ἐν τῇ πήρᾳ τραφείς: — MA