Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ Ἑρμῆς. μέμνηται τῆς ἱστορίας ἐκείνης ἔνθα περὶ τοῦ μήλου ἦλθον κριθησόμεναι Ἥρα καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη παρὰ τῷ Πάριδι. τοιαῦτά ἐστιν καὶ τὰ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν [frg. 469] ἴδεν δή ποτε μηλοτρόφω ἀγενηλιτὴει τὴν τῆς Ἴδης τριολύμπιον ἅρμα· ἔνιοι δὲ ἐψεῦσθαί φασι τὴν κρίσιν τῶν θεῶν, καθάπερ Ἀντικλείδης· τρία γάρ ἐστι

τῶν ἐπιχωρίων γύναια μαχλὰ εἰς τὴν τῆς εὐμορφίας κρίσιν καταστάντα. Χρύσιππος δὲ ἐν Ἠθικῶν ῑ λογισάμενον τὸν Πάριν τίνος δεῖ μᾶλλον ἀντέχεσθαι, πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλικῆς, νεῦσαι [αὐτὸν] μᾶλλον εἰς τὰ ἐρωτικὰ καὶ οὕτως τὸν τῆς κρίσεως μῦθον συντεθῆναι: — MNOA