Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

† ἰδοὺ σιωπῶ: τὸ ἰδού ἐπίρρημα ἀπὸ τοῦ ἰδοῦ προστακτικοῦ ῥήματος, τοῦ σημαίνοντος τὸ θέασαι, διενοήθη καὶ προήχθη εἰς χρῆσιν. ἡ δὲ διαφορὰ ἀμφοῖν ὁ τόνος ἐστί τοῦ γὰρ πρωτοτύπου περισπωμένου, τὸ ἰδού ἐπίρρημα ὀξύνεται πρὸς ἀντιδιαστολήν. τοιοῦτόν ἐστι καὶ τὸ ἰού· καὶ αὐτὸ γὰρ ἀπὸ τοῦ ἰοῦ, ὃ σημαίνει τὸ παραγενοῦ [καὶ ἦλθες] παρήχθη, ἐκεῖνο δὲ ἐκ θέματός ἐστι τοῦ ἴημι. κανονίζονται δὲ ἄμφω οὕτως. εἴδῶ, ὁ μέλλων εἴσω, ὁ ἀόριστος εἶσα, πάντα ἄχρηστα, ὁ δεύτερος ἴδον, ὁ μέσος ἰδόμην, τὸ δεύτερον ἴδου καὶ τὸ προστακτικὸν αὐτοῦ ἰδοῦ ἰδέσθε ἰδέσθωσαν· ἔστι δὲ καὶ χρῆσις παρ’ Εὐριπίδῃ ὡς τὸ [Hec. 808] ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά. ἐκεῖνο δὲ, ἴημι, ὁ μέλλων ἴσω, ὁ δεύτερος ἀόριστος ἴην, ὁ μέσος ἰόμην ἴου καὶ τὸ προστακτικὸν ἰοῦ, ἀντὶ τοῦ ἐλθέ, καὶ ἐντεῦθεν τὸ ἰού τὸ σχετλιαστικόν. ὀξύνονται δὲ κατὰ τὸν κανόνα· πᾶσα δίφθογγος τελικὴ εἰς ῡ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται πλὴν τοῦ ἰδού καὶ ἰού. οὕτως τὸ μὲν ἰδού καὶ ἰού πρὸς ἀντιδιαστολήν, τὸ δὲ ̄οῡ οὐ πρὸς ἀντι