Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τοῦτο παρὰ τὴν ἱστορίαν φασὶν εἰρῆσθαι· μὴ γὰρ ἱστορεῖσθαι Ἕκτορι ἐξ ἄλλης γυναικὸς γεγενῆσθαι υἱούς. ἀπερίσκεπτοι δέ εἰσιν οἱ ταῦτα λέγοντες. Ἀναξικράτης γὰρ διὰ τῆς ̄β τῶν Ἀργολικῶν [frg. 1] οὕτως λέγει· οἱ δ’ ἀμφὶ Αἰνείαν καὶ Σκαμάνδριον τὸν Ἕκτορος υἱὸν καὶ παλαίτερον * * ἦσαν δὲ αὐτῷ οὗτος μὲν νόθος, ὃς αὐτοῦ κατελήφθη καὶ ἀπόλλυται * * οὗτοι δὲ διασῴζονται· Σκαμάνδριος γὰρ ἀφικνεῖται εἰς τὰ ἐν Ἴδῃ, Αἰνείας δὲ ⟨καὶ Ἀσκάνιος ὁ υἱὸς⟩ καὶ Ἀγχίσης ὁ πατὴρ αὐτοῦ, ἀλλὰ καὶ ἄλλοι τινὲς παῖδες αὐτοῦ καὶ Αἰγέστας οἰκεῖος ὢν τῷ Ἀγχίσῃ [καὶ Αἰνείας] εἰς Δάρδανον μετανίστανται’. οὐκ ἀτόπως οὖν νῦν Εὐριπίδης νόθους φησὶν αὐτὸν ἐσχηκέναι παῖδας: — MOA

καὶ μαστὸν ἤδη πολλάκις: ὁποία ἦν ἡ Θεανὼ ἡ Ἀντήνορος γυνή. Ὅμηρος [Ε 69]·

Πηδαῖον δ’ ἂρ ἔπεφνε Μέγης, Ἀντήνορος υἱὸν, ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ: — MOA