Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

καίτοι χείρον’: ἐκείνης μελλούσης λέγειν ὅτι [οὐ] δεῖ ἀντιποιεῖσθαι λέχους, προλαβοῦσα τὴν ἀπολογίαν τῆς Ἑρμιόνης φησὶν· οἶδα ὅτι χεῖρον τῶν ἀρσένων ὀργῶμεν, ἀλλὰ καρτεροῦμεν: — MOA

καίτοι, φησὶν, ἡμεῖς αἱ γυναῖκες καταφερέστεραι οὖσαι πρὸς τὰ ἀφροδίσια τῶν ἀνδρῶν, ὅμως καλῶς περιστέλλομεν αὐτὰ καὶ οὐ φανεραὶ γινόμεθα. ἢ οὕτως· ἰσχυροτέραν νόσον νοσοῦμεν, τὴν πρὸς τοὺς ἄνδρας· ἀλλὰ προϊστάμεθα αὐτῆς καρτεροῦσαι καὶ ἐφ’ ἑνὶ μένουσαι. βούλεται δὲ λέγειν ὅτι οὐκ ὀφείλει γυνὴ ἀνδρὸς ἑτέρᾳ γυναικὶ συνομιλοῦντος οὕτως φανερῶς ἀγανακτεῖν ὡς καὶ εἰς μέσον φέρειν αὑτῆς τὸ πάθος, ἀλλὰ μᾶλλον ἰδίᾳ τῷ ἀνδρὶ ἐπιτιμᾶν πειθοῖ τε καὶ κολακείᾳ ἀφιστᾶν αὐτὸν τῆς πρὸς τὰς ἄλλας πτοήσεως. οὕτως γὰρ ἂν πείσειεν τὸν ἄνδρα ἤπερ ἐναντιουμένη: — MOA