Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σύγχορτα ναίω πεδί’: πλησιόχωρα, γείτονα, σύνορα. τὰ ὅμορα ὅτι χόρτῳ διέγραφον τὰς πόλεις οἱ ἀρχαῖοι· Ἀλέξανδρος δὲ ἢ ὀσπρίοις ἢ ἀλεύροις. μεταξὺ δὲ τούτων τῶν πόλεων ἐστὶ τὸ Θετίδειον: — MO

ἀντὶ τοῦ· μεταξὺ ὑπάρχοντα: — Mg

τοῦτο ἀπὸ ἱστορίας εἴληφεν. αὐτόθι γὰρ αὐτῇ συνῴκησεν Πηλεύς·

καὶ ἦν ὑπ’ Ἀχιλλέα τὸ Θετίδειον· ὅπερ ἐστὶ πόλις Θεσσαλίας ὥς φησι Φερεκύδης [frg. 16 FHG 4 p. 638a] καὶ Σουίδας [frg. 5b]. Ὁμηρικὴ δὲ ἡ σύνταξις [ρ 264. 268]· τὰ δὲ δώματα κάλ’ Ὀδυσῆος· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. καὶ ὁ μὲν ποιητὴς πρὸς τὸ σημαινόμενον ἀπέδωκεν ἀντὶ τοῦ αὐτὸ τὸ οἴκημα, οἱ δὲ νεώτεροι οἰηθέντες τὸν Ὅμηρον κατὰ πληθυντικοῦ τῶν δωμάτων συντάξαι τὴν μιν, καὶ αὐτοὶ οὕτως συνέταξαν· τοιγάρ νιν αὐτὰς ἐξέμηνα [Eur. Bacch. 32. 36] κατὰ πληθυντικοῦ. ἔστιν οὖν ἀπάτη νεωτέρων: — MO

αὐτὸ, τὸ πεδίον· Ὁμηρικὸς δὲ ⟨ὁ⟩ ζῆλος: — O