Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐλεῶ σε, φησὶν, ⟨ἀλλὰ⟩ φοβουμένη τοὺς δεσπότας ἡσυχάζω καὶ οὐκ ἐπιδείκνυμι τὴν εἰς σὲ συμπάθειαν: — A

ἀντὶ τοῦ· διὰ τὸν φόβον τῶν ἐμῶν δεσποτῶν σιωπῶμεν τὴν πρὸς σὲ συμπάθειαν ἐνδείξασθαι μὴ δυνάμεναι: — MiMgOA

ἡσυχίαν ἄγομεν: τὸ ἑξῆς· ἡσυχίαν ἄγομεν μὴ παῖς τᾶς Διὸς κόρας, ἀντὶ τοῦ· δεδοικυῖα μὴ τὴν εἰς σὲ εὔνοιαν αἴσθηται ἡ Ἑρμιόνη· ἔνδοθέν γε μὲν ἀνιῶμαι περὶ σοῦ: — MOA