Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὅτι ἐν Σκύρῳ ἐτέχθη, ἥτις ἐστὶ νῆσος περὶ τὴν Θεσσαλίαν. Ὅμηρος [Τ 320]· ἠὲ τὸν, ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται φίλος υἱός: — MOA

δορὸς γέρας: Σιμίας ἐν τῇ Γοργόνι Ἀνδρομάχην φησὶ καὶ Αἰνείαν γέρας δοθῆναι Νεοπτολέμῳ λέγων οὕτως·

ἐκ δ’ ἕλετ’ Ἀνδρομάχην ἠύζωνον παράκοιτιν Ἕκτορος, ἥντε οἱ αὐτοὶ ἀριστῆες Παναχαιῶν δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρὶ, αὐτόν τ’ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο Αἰνείην ἐν νηυσὶν ἐμήσατο ποντοπόροισιν ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων: — MO