Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

δυστάνων τοκέων ἄλοχοι: τοκέων ἀνδρῶν, νυμφίων, τῶν ἤδη πατέρων γενομένων παρὰ ταῖς ἰδίαις γυναιξί. καὶ αὐτοὶ γοῦν ἀπολοφυρόμενοι τὰς οἰκείας οὐ μόνον γαμετὰς, ἀλλὰ καὶ παῖδας ἐπόθουν, παρὰ τὸ Ὁμηρικὸν [Β 136] αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα. ἐὰν δὲ ᾖ ἡ γραφὴ τεκέων, λείπει τὸ ἕνεκεν, ἄλοχοι δὲ ἀντὶ τοῦ γυναῖκες ἁπλῶς: — MNOA