Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν: φιλεῖ πως ὁ δαίμων ἀναστρέφειν ἀεὶ τοῖς ἀνθρώποις τὰ πράγματα καὶ τοὺς ἐχθροὺς ποτὲ μέγα φρονοῦντας ὕστερον ταπεινοῦν, ὅπως μηδεὶς μηδενὸς ὑπερφρονοίη. τοῦτο δέ φησι διὰ τὸν Νεοπτόλεμον, ὅτι τότε παρακαλούμενος παραχωρῆσαι τὴν Ἑρμιόνην ὑπερεῖδεν καὶ νῦν αὐτῆς ἀποστερεῖται: MNOA

ἄλλως: τῶν γὰρ ἐχθρῶν αὐτῷ, φησὶν, ὁ θεὸς τὴν μοῖραν, ὅ ἐστι τὴν εὐμοιρίαν, καταστρέφει καὶ μέγα φρονεῖν οὐκ ἐᾷ: — MNOA

ἄλλως: τῶν ἐναντιουμένων γὰρ αὐτῷ ἀνθρώπων τὴν μοῖραν ὁ θεὸς εἰς καταστροφὴν ἄγει: ταῦτα A

εἰπὼν ἀπῆλθεν ἔχων τὴν Ἑρμιόνην: — O