Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

σχῆμα: καλλώπισμα. ἔστι κυρίως τὸ τὴν ποιὰν διάθεσιν ἑκάστου δεικνύον. διὸ καὶ πολλάκις φαμὲν αὕτη ἡ οἰκία σχῆμα οἰκίας οὐκ ἔχει καὶ ἐπὶ πόλεως σχῆμα πόλεως ἐν αὐτῇ ὁρᾶται. ὃ δὲ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· ὦ Θήβη, δι’ ἣν ἡ Ἀσία χώρα ἐνομίζετο, οἷον· ἡ σὴ εὐδαιμονία σχῆμα ⟨χώρας⟩ περιετίθει τῇ Ἀσίᾳ καὶ τοὐναντίον ἡ σὴ ἅλωσις τὸ καὶ καλεῖσθαι τὴν Ἀσίαν χώραν ἀφῄρηται. σχῆμα γὰρ τῶν χωρῶν ἡ πόλις: — MNO

καὶ ἄλλως· πρόσχημα κάλλος εὐπρέπεια κόσμος ἀξίωμα: — NOA

τὴν ἐν Ἀσίᾳ λέγει Ὑποπλάκιον Θήβην, ἧς Ἠετίων ἐβασίλευσεν. Δικαίαρχός [frg. 11a] φησιν ἐνθάδε ἀπόσπασμά τι τοῦ μετὰ τοῦ Κάδμου στόλου οἰκῆσαι. ἔνιοι δὲ καὶ τὴν Χρύσην καὶ τὴν Λυρνησσὸν ἐν τῷ τῆς Θήβης πεδίῳ τάσσουσιν, ὡς Αἰσχύλος Λυρνησσίδα προσαγορεύσας τὴν Ἀνδρομάχην ἐν τοῖς Φρυξὶν, ἔνθα καὶ ξένως ἱστορεῖ Ἀνδραίμονος αὐτὴν λέγων [frg. 267]· Ἀνδραίμονος γένεθλον * Λυρνησσίου, ὅθενπερ Ἕκτωρ ἄλοχον ἤγαγεν φίλην. Φιλέας δὲ καὶ ἐν Θεσσαλίᾳ φησὶν ἐν τῷ Φθιωτικῷ τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν ̄γ Ἑλληνικῶν

[FHG IV p. 643] καὶ περὶ τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς Σαμίους: — MNO

πέντε εἰσὶ Θῆβαι, Ὑποπλάκιοι, Βοιώτιαι, Ἀἰγύπτιαι καὶ ἐν τῷ Φθιωτικῷ μέρει καὶ περὶ Μυκάλην: — MN