Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἐτεοκλῆς παραλαβὼν τὴν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν Πολυνείκην. φυγὰς δὲ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστου κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ Ἰοκάστη ἔπεισεν αὐτὸν ὑπόσπονδον εἰσελθεῖν εἰς τὴν πόλιν καὶ διαλεχθῆναι πρότερον πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς. δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους ἡ μὲν Ἰοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἠδύνατο, Πολυνείκης δὲ ὡς πρὸς πολέμιον λοιπὸν παραταξόμενος ἀνεχώρησε τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέοντος Μενοικεὺς σφάγιον Ἄρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρνήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα, ὁ δὲ νεανίσκος ἐβούλετο καίτοι τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος ἑαυτὸν ἀποσφάξαι καὶ δὴ καὶ ἔπραξε. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν Ἀργείων ἔσφαξαν· Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης μονομαχήσαντες ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς ἔσφαξεν ἑαυτὴν, ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν, οἱ δὲ Ἀργεῖοι νικηθέντες τῆς μάχης ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ ἔδωκεν εἰς ταφὴν, Πολυνείκην δὲ ἀκήδευτον ἔρριψεν, 0ἰδίπουν δὲ φυγάδα τῆς πατρῴας ἀπέπεμψεν, ἐφ’ ὦν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφ’ ὧν δὲ τὴν ὀργὴν λογοποιήσας οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας: — MAB

περιπαθεῖς ἄγαν αἱ Φοίνισσαι τῇ τραγῳδίᾳ. ἀπώλετο γὰρ ὁ Κρέοντος υἱὸς ἀπὸ τοῦ τείχους ὑπὲρ τῆς πόλεως ἀποθανών, ἀπέθανον δὲ καὶ οἱ δύο ἀδελφοὶ ὑπ’ ἀλλήλων, καὶ Ἰοκάστη ἡ μήτηρ ἀνεῖλεν ἑαυτὴν ἐπὶ τοῖς παισὶ, καὶ οἱ ἐπὶ Θήβας στρατευσάμενοι Ἀργεῖοι ἀπώλοντο, καὶ ἄταφος Πολυνείκης πρόκειται, καὶ ὁ Οἰδίπους τῆς πατρίδος ἐκβάλλεται καὶ σὺν αὐτῷ ἡ θυγάτηρ Ἀντιγόνη. ἔστι δὲ τὸ δρᾶμα καὶ πολυπρόσωπον καὶ γνωμῶν μεστὸν πολλῶν τε καὶ καλῶν: — MAB

τὸ δρᾶμά ἐστι μὲν ταῖς σκηνικαῖς ὄψεσι καλόν, ἔστι δὲ καὶ παραπληρωματικόν· ἥ τε ἀπὸ τῶν τειχέων Ἀντιγόνη θεωροῦσα μέρος οὐκ ἔστι δράματος, καὶ ⟨ὁ⟩ ὑπόσπονδος Πολυνείκης οὐδενὸς ἕνεκα παραγίνεται, ὅ τε ἐπὶ πᾶσι μετ’ ᾠδῆς ἀδολέσχου φυγαδευόμενος Οἰδίπους προσέρραπται διὰ κενῆς: — MAB

  1. χρησμός:
  2. Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς· τέξεις μὲν φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται, παιδὸς ἑοῦ χείρεσσι λιπεῖν βίον· ὣς γὰρ ἔνευσε Ζεὺς Κρονίδης Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα: — MAB
  1. τὸ τῆς Σφιγγὸς αἴνιγμα:
  2. ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσ’ ἐπὶ γαῖαν
    ἑρπετὰ γίνονται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα μένος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ: — MAB

Λάιος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύσιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἠξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὑτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν αὐτὸν ὁ Λάιος λάθρα τοῦ ἑαυτοῦ πατρός. ἐπὶ πολὺ δὲ αὐτοῦ θρηνοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατηράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι: — A

Ἀριστοφάνους: * * ἐπιστρατεία τοῦ Πολυνείκους μετὰ τῶν Ἀργείων ἐπὶ Θήβας καὶ ἀπώλεια τῶν ἀδελφῶν Πολυνείκους καὶ Ἐτεοκλέους καὶ θάνατος Ἰοκάστης. ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύλῳ ἐν Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης. † ἐπὶ Ναυσικράτους ἄρχοντος ** δεύτερος Εὐριπίδης * * καθῆκε διδασκαλίαν † περὶ τούτου καὶ γὰρ ταῦτα ὁ Οἰνόμαος καὶ Χρύσιππος † καὶ σῴζεται. ὁ χορὸς συνέστηκεν ἐκ Φοινισσῶν γυναικῶν, προλογίζει δὲ Ἰοκάστη: — Vat.1345