Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Θησεὺς υἱὸς μὲν ἦν Αἴθρας καὶ Ποσειδῶνος, βασιλεὺς δὲ Ἀθηναίων. γήμας δὲ μίαν τῶν Ἀμαζονίδων, Ἱππολύτην, Ἱππόλυτον ἐγέννησε, κάλλει τε καὶ σωφροσύνῃ διαφέροντα. ἐπεὶ δὲ ἡ συνοικοῦσα τὸν βίον μετήλλαξεν, ἐπεισηγάγετο Κρητικὴν γυναῖκα, τὴν Μίνω τοῦ Κρητῶν βασιλέως καὶ Πασιφάης θυγατέρα, Φαίδραν. ὁ δὲ Θησεὺς Πάλλαντα ἕνα τῶν συγγενῶν φονεύσας φεύγει εἰς Τροιζῆνα μετὰ τῆς γυναικὸς, οὗ συνέβαινε τὸν Ἱππόλυτον παρὰ Πιτθεῖ τρέφεσθαι. θεασαμένη δὲ τὸν νεανίσκον ἡ Φαίδρα εἰς ἐπιθυμίαν ὤλισθεν, οὐκ ἀκόλαστος οὗσα, πληροῦσα δὲ Ἀφροδίτης μῆνιν, ἡ τὸν Ἱππόλυτον διὰ σωφροσύνην ἀνελεῖν κρίνασα τὴν Φαίδραν εἰς ἔρωτα παρώρμησε, τέλος δὲ τοῖς προτεθεῖσιν ἐπέθηκε. στέγουσα γὰρ τὴν νόσον ἡ Φαίδρα χρόνῳ πρὸς τῆς τροφοῦ δηλῶσαι ἠναγκάσθη, ἥτις κατεπαγγειλαμένη αὐτῇ βοηθήσειν [ἥτις] παρὰ τὴν προαίρεσιν λόγους προσήνεγκε τῷ νεανίσκῳ. τραχυνόμενον δὲ αὐτὸν ἡ Φαίδρα καταμαθοῦσα τῇ μὲν τροφῷ ἐπέπληξεν, ἑαυτὴν δὲ ἀνήρτησε. καθ’ ὃν καιρὸν φανεὶς Θησεὺς καὶ καθελεῖν

σπεύδων τὴν ἀπηγχονισμένην, εὗρεν αὐτῇ προσηρτημένην δέλτον, δι’ ἧς Ἱππολύτου φθορὰν κατηγόρει κατ’ ἐπιβουλήν. πιστεύσας δὲ τοῖς γεγραμμένοις τὸν μὲν Ἱππόλυτον ἐπέταξε φεύγειν, αὐτὸς δὲ τῷ Ποσειδῶνι ἀρὰς ἔθετο, ὧν ἐπακούσας ὁ θεὸς τὸν Ἱππόλυτον διέφθειρεν. Ἄρτεμις δὲ τῶν γεγενημένων ἕκαστον διασαφήσασα Θησεῖ τὴν μὲν Φαίδραν οὐκ ἐμέμψατο, τοῦτον δὲ παρεμυθήσατο υἱοῦ καὶ γυναικὸς στερηθέντα, τῷ δὲ Ἱππολύτῳ τιμὰς ἔφη ἐπιχωρίους ἐγκαταστήσεσθαι: — MNAB

ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται ** ἐν Ἀθήναις. ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι ̄ ̄π ̄ζ ἔτει ̄δ. πρῶτος Εὐριπίδης. δεύτερος Ἰοφῶν, τρίτος Ἴων. ἔστι δὲ οὗτος Ἱππόλυτος δεύτερος ⟨ὁ⟩ καὶ στεφανίας προσαγορευόμενος. ἐμφαίνεται δὲ ὕστερος γεγραμμένος· τὸ γὰρ ἀπρεπὲς καὶ κατηγορίας ἄξιον ἐν τούτῳ διώρθωται τῷ δράματι. τὸ δὲ δρᾶμα τῶν πρώτων: — MNAB

Πολλὴ μέν: δυνατή, θαυμαστή, μεγίστη. Ὅμηρος [Η 156]· πολλὸς γάρ τις ἔκειτο: — MgNAgBi

ἡ διάνοια ἐμφαντικώτερόν τε καὶ ῥητορικώτερον πέφρασται ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον παραλαμβάνουσα: — MNABi

οὐκ ἀνώνυμος μέν τις ἀλλὰ πολλὴ οὖσα τὴν φήμην ἐν ἀνθρώποις θεὰ κέκλημαι Κύπρις καὶ παρὰ τοῖς ἐν τῷ οὐρανῷ καὶ παρὰ τοῖς ἐν τῷ πόντῳ ζῴοις θεὰ νενόμισμαι. τινὲς δὲ τὸ ἑξῆς οὕτω· πολλὴ μὲν ἐν βροτοῖσι θεὰ κέκλημαι· ποίοις βροτοῖς; [καὶ] ὅσοι Πόντου ⟨τ’⟩ ἔσω ναίουσι τερμόνων τ’ Ἀτλαντικῶν: — N