Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

5. Ταῦτα πάντα ἔδειξεν ὁ Αὐτόλυκος.

6. Ἐν τοῖς ἐναλλὰξ τμήμασι p. 4,17 τοῦτο ἐδείχθη ἐν τῷ ιθʹ θεωρήματι τοῦ δευτέρου βιβλίου τῶν Σφαιρικῶν.

7. Ἐπὶ τῶν λοξῶν κύκλων p. 6,1 τοῦ τοῦ γάλακτος δηλαδὴ καὶ τοῦ ζῳδιακοῦ.

7΄. Περὶ γάλακτος καὶ ζῳδιακοῦ.

8. Λαμβανόμενοι p. 6,2 ὁρώμενοι.

9. Ἀεὶ ἐπὶ ἡμικυκλίων ἴσων φερόμενοι p. 6,3 διὰ τοὺς ὅλους ἀστέρας τοῦτό φησι τοὺς ὁρωμένους ἐν τῷ ζῳδιακῷ καὶ ἐν τῷ τοῦ γάλακτος κύκλῳ, ὅτι, εἰ μὴ ἦν ὁ κόσμος σφαιρικός, ἀλλὰ κῶνος ἢ κύλινδρος, οὐ μὴν ἐφαίνετο πάντα ἡμικύκλιον τὸ φαινόμενον τμῆμα τοῦ ζφδιακοῦ κύκλου ἢ τοῦ γάλακτος, ἀλλά ποτε μεῖζον ἡμικυκλίου, ποτὲ ἔλαττον, καὶ ἄλλου μέντοι καὶ ἄλλου κύ- [*](1. VI. 2 Vat· CD λ A p1qrsx. 3. V2l. 4. V2. 5. V 6. V2. 7. V3 vv1. 7΄. Vat2p2. 8. V3LIvv1. 9. V2l1.) [*](5. τό (pr)] om. λ. ἄχρι A r. 17. γάλακτος] γαλαξίου p. 18. ἢ ὁρ. Llvv1.)

135
κλου τμῆμα, καὶ οὐδὲ κύκλοι δὲ εἶεν οὗτοι, ἀλλὰ παρεγκεκλιμένοι τὰ μάλιστα.

10. Μὴ παρὰ τὴν βάσιν p. 6,5 μὴ παραλλήλω δηλαδή.

11. Μὴ παράλληλα παρὰ τὴν βάσιν.

12. Τοιούτου σχήματος p. 6,7 κώνου ἢ κυλίνδρου.

13. Ἀνόμοια τμήματα p. 6,9 τὰ κατὰ μῆκος τοῖς κατὰ πλάτος.

14. Διὰ δή p. 6,11 ὅτι ἀδύνατον, τὸν κόσμον μὴ εἶναι σφαιροειδῆ.

15. Ἐν τῷ ἴσῳ χρόνῳ p. 8,5 διὰ τὸ βʹ τοῦ Αὐτολύκου.

16. Ἑκάτερος τῶν τεμνόντων p. 8,14 διὰ τὸ ιβʹ τοῦ αʹ τῶν Σφαιρικῶν.

17. Ἐὰν δὲ ἐν σφαίρᾳ p. 8,25 διὰ τὸ ιβʹ τοῦ Αὐτούκου. ἐκ τούτου δὲ δῆλον, ὅτι οἴ προδιωρισμένοι ἐπὶ τοῦ ιβʹ ἀργοὶ φανήσονται, εἴγε οὕτως κείσονται· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος κύκλον μέγιστον τῶν ἐν τῇ σφαίρᾳ δίχα τέμνῃ, καὶ ὁ μένων μέγιστος ἔσται. ἐπεὶ δὲ ὁ Αὐτόλυκος οὐ δύναται ὁρᾶν μέγιστον, διὰ τοῦτο προξιορίζεται λέγων· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος φερόμενόν τινα τῶν ἐν τῇ σφαίρᾳ κύκλων ἀεὶ δίχα τέμνει, ὁ δʼ ἕτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῶ ἄξονι μήτε διὰ τῶν πόλων τῆς σφαίρας, ἑκάτερος αὐτῶν μέγιστος ἔσται.

18. Διὰ τὸ ιβʹ τοῦ Αὐτολύκου, εἰ γράφεται· ὁ δʹ ἔτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῷ ἄξονι μήτε διὰ τῶν πόλων, ἀλλὰ μὴ γράφεται μηδέτερονʼ.

19. Τί ἐξαλλαγὴ τῆς περιφερείας ἢ ἡμισφαιρίου;

20. P. 10,3 τουτέστι τότε διέρχεταί τις περιφέρεια τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσουσα τὴν κίνησιν ἀπὸ τοῦ [*](10. V3. 11. Vat p2. 12. V3lvv1. 13. V3lvv1. 14. V2 at2p2 15. V2B. 16. V2lB. 17. V2l. 18. BCM3. 19. VI. 20. V2l.) [*](9. μὴ εἶναι τὸν κόσμον Vat p. 27 πόλλων Μ.)

136
φανεροῦ ἡμισφαιρίου ἐς τὸ ἀφανὲς μεταμείβουσα, ὅταν —τὸ Ασημεῖον τὸ προηγούμενον, ἔστω δὲ ἡ ΑΒ θπεριφέρεια ἐπὶ τὴν ἀνατολὴν δείξασα — τὸ ἑπόμενον τὸ Β ἀνατείλῃκαὶ πρὸς δυσμὰς γενομένη κρύψασα τὸ ἡγούμενον σημεῖον τὸ Α ἐπικρύψῃ καὶ τὸ ἑπόμενον τὸ Β.

21. Εὐῦεῖά ἐστιν p. 10,20 διὰ τὸν ὅρον τῶν Ὀπτικῶν def. I.

22. Μετακινηθέντος p. 10,24 πῶς μετακινηθείσης τῆς διόπτρας καὶ τοῦ ζῳδιακοῦ ὁραθήσεται ὁ Λέων; καὶ μὴν ἀφʼ ἧς περιφερείας ἀνατέλλει ὁ Καρκίνος, ἀπʼ ἐκείνης καὶ ὁ Δέων ἀνατέλλει, ὥστε οὐ μετακινηθήσεται ἡ διόπτρα διὰ τὸ ἀπὸ τῆς τοῦ Καρκίνου ἀρχῆς ἀνατολῆς ἀνατέλλειν καὶ τὸν Λέοντα. ἰστέον οὗν, ὅτι ἀνατολὴ ἐνταῦθα οὐ τὴν ὅλην ἀρχὴν τοῦ ζῳδίου ὑπὲρ τὸν ὁρίζοντα λέγει ἀνάβασιν, ἀλλὰ τὴν τῆς ἀρχῆς καὶ μόνην αὐτοῦ, ἐπειδὴ ἡ δύσις οὐ τὴν ὅλην ὑπὸ ὁρίζοντα κατάβασιν τοῦ Δέοντος, ἀλλὰ τοῦ προηγουμένου σημείου τὴν δύσιν. ἐπεὶ τοίνυν, κἂν ἀπὸ τῆς αὐτῆς περιφερείας τοῦ ὁρίζοντος τὰ ζῴδια τὴν ἀνάβασιν ποιῶνται, ὁ Καρκίνος δηλαδὴ καὶ ὁ Λέων ἀπὸ ἄλλου καὶ ἄλλου σημείου τὰς ἀρχὰς τῆς ἀνατολῆς ποιοῦνται. ἔνθα μὲν γὰρ ἡ ἀρχὴ τοῦ Λέοντος πρώτως ἀνατέλλει, ἐκεῖθεν τὸ τέλος τοῦ Καρκίνου φαίνεται· ἔνθα δὲ πάλιν τὸ τοῦ Λέοντος τέλος ἀναφερόμενον δείκνυται, ἐκεῖθεν πάλιν πρώτως ἡ ἀρχὴ ἀνατέλλει τοῦ Καρκίνου ζῳδίου. διὰ τοῦτο μετακινεῖσθαι λέγει ὁ Εὐκλείδης τὴν διόπτραν καὶ ἐξ ἄλλου καὶ ἄλλου [*](21. V2CB. 22. V2].) [*](6."κρυ- in legi non potest. 17. Post Λέοντα comp. obscurum et deinde lac. 2—3 lilt. V. 23. Καρκίνος·]κο- (sic) V.)

137
σημείου τὰς ἀρχὰς τῶν ζῳδίων τοῦ Καρκίνου καὶ τοῦ Δέοντος ἀνατελλούσας, ἃς ἀρχὰς βούλεται καὶ κατοοπτεύειν τὸν διορῶντα. τοῦτο τοίνυν καὶ ἐπὶ τῶν δύσεων τῶν ζῳδίων. κἂν γὰρ ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τόπου ὁρίζοντος τμήματος ὅτε Λέων καὶ ὁ Καρκίνος δύνουσι ἀπʼ ἄλλου καὶ ἄλλου σημείου, τὰς ἀρχὰς καὶ τὰ τέλη αὐτῶν κρύπτουσι τὰ ζῴδια. ἔνθα μὲν γὰρ ἡ ἀρχὴ τοῦ Λέοντος, δύνει ἐκεῖσε τὸ τέλος τοῦ Καρκίνου· ἔνθα δὲ τὸ τέλος τοῦ Δέοντος, ἐκεῖσε ἡ τοῦ Καρκίνου ἀρχή ἐστιν.

23."Ἀνατέλλων p. 12,1 ἀρχὴν ποιούμενος τῆς ἀνατολῆς.

24. ∠ύνων p. 12,3 ἀρχὴν ποιούμενος τῆς δύσεως.