Scholia in Euclidis phaenomena
Scholia in Euclidem
Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916
17. Ἐὰν δὲ ἐν σφαίρᾳ p. 8,25 διὰ τὸ ιβʹ τοῦ Αὐτούκου. ἐκ τούτου δὲ δῆλον, ὅτι οἴ προδιωρισμένοι ἐπὶ τοῦ ιβʹ ἀργοὶ φανήσονται, εἴγε οὕτως κείσονται· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος κύκλον μέγιστον τῶν ἐν τῇ σφαίρᾳ δίχα τέμνῃ, καὶ ὁ μένων μέγιστος ἔσται. ἐπεὶ δὲ ὁ Αὐτόλυκος οὐ δύναται ὁρᾶν μέγιστον, διὰ τοῦτο προξιορίζεται λέγων· ἐὰν ἐν σφαίρᾳ μένων κύκλος φερόμενόν τινα τῶν ἐν τῇ σφαίρᾳ κύκλων ἀεὶ δίχα τέμνει, ὁ δʼ ἕτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῶ ἄξονι μήτε διὰ τῶν πόλων τῆς σφαίρας, ἑκάτερος αὐτῶν μέγιστος ἔσται.
18. Διὰ τὸ ιβʹ τοῦ Αὐτολύκου, εἰ γράφεται· ὁ δʹ ἔτερος αὐτῶν μήτε πρὸς ὀρθὰς ᾖ τῷ ἄξονι μήτε διὰ τῶν πόλων, ἀλλὰ μὴ γράφεται μηδέτερονʼ.
19. Τί ἐξαλλαγὴ τῆς περιφερείας ἢ ἡμισφαιρίου;
20. P. 10,3 τουτέστι τότε διέρχεταί τις περιφέρεια τὸ φανερὸν ἡμισφαίριον ἐξαλλάσσουσα τὴν κίνησιν ἀπὸ τοῦ [*](10. V3. 11. Vat p2. 12. V3lvv1. 13. V3lvv1. 14. V2 at2p2 15. V2B. 16. V2lB. 17. V2l. 18. BCM3. 19. VI. 20. V2l.) [*](9. μὴ εἶναι τὸν κόσμον Vat p. 27 πόλλων Μ.)