Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera)
Scholia in Dionysium Periegetam
Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, Volume 2. Ludwich, Arthur, editor. Leipzig: Teubner, 1885.
λοξὸν] κυρτοειδῆ, κυκλούμενον. A il. λοξὸν δέ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης. BCV. διὰ τὸ τὸν Νεῖλον χωρίζειν τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν ἐξ αὐτῶν τῶν Γαδείρωον, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα. Λιβύη δὲ ἐκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· Εὐρώπη δὲ διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. BC.
γραμμῇσι] διατυπώσεσι. A il.
λοξὸν ἐπὶ γραμμῇσιν: ἡ Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου. λοξὸν ἐπὶ ταῖς γραμμαῖς, ἀντὶ τοῦ τὴν πλευρὰν τὴν μεταξὺ
τῶν δύο ἄκρων ἀπολαμβανομένην λοξὴν ἔχουσα, τουτέστι τὴν ἀπὸ Γαδείρων μέχρι τοῦ Νείλου. λοξὸν δὲ διὰ τὸ κατὰ πολλὰ μέρη οἷον κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι καὶ περιάγνυσθαι τῷ σχήματι. V. παροιμία· ὄνυχι τὴν ὑπʼ οὐρανὸν περιγράφειν καὶ κέγχρῳ τὸν οὐρανὸν παραβύειν. V (ausserhalb der Scholienreihe).Γάδειρά τε καὶ στόμα Νείλου: ὅτε ἐπανῆκε φέρων τὰ χρύσεα μῆλα ὁ Ἡρακλῆς, πεξὸς διέβη τὴν Λιβύην, ὅπως τε αὐτὴν καὶ πᾶσαν τὴν Ἀσίαν θεάσαιτο. εἰς Ἄμμωνος δὲ ναὸν ἧκε καὶ ἐκεῖσε μεγαλοπρεπῶς ἔθυσε τῷ δαίμονι. κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφʼ οὗ τὸ στόμα Ἡράκλειον καλεῖται. BC.
ἔνθα βορειότατος: τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου. γρ. δὲ καὶ θερειότατος· τὸ αὐτὸ δὲ σημαίνει· τῷ γὰρ θέρει τὰ βόρεια μέρη παροδεύει ὁ ἥλιος, ὥστε καὶ διὰ τοῦ θερειοτάτου τὸ βορειότατον σημαίνεται. BCV.
βορειότατος] βορεινός. A il.
μυχὸς] τὰ ἔσχατα μέρη. A il. μυχὸν γάρ φησιν ἐνταῦθα τὴν ἐκβολὴν καὶ τὸ στόμα τοῦ Νείλου. καὶ οὐκ ἄτοπον· τὸ γὰρ αὐτὸ πρὸς διάφορον σχέσιν ἄλλοτε ἄλλως νοοῖτο, ὥστε καὶ τοῦτο πρὸς τὰ νότια εἶναι. BCV.
τέμενος] σιτοφόρος γῆ. A. il.
περίπυστον] ἐξάκουστον. A il.
Ἀμυκλαίοιο] ἐξ Ἀμύκλης πόλεως D.
Εὐρώπην δʼ Ἀσίης: δείξας τῆς Λιβύης τοὺς ὅρους ἄνεισιν ἐπὶ τὰς ἄλλας ἀποδιαιρῶν τὴν Ἀσίαν ἀπὸ τῆς Κύρώπης. καὶ τούτου αἰτιόν φησι τὸν Τάναϊν, ὃς παρὰ τοῖς ἐνοικοῦσι Σίλις λέγεται. εἴρηται δὲ καὶ Τάναϊς διὰ τὸ τεταμένως ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόμια τοῦ Τανάϊδος διέχειν αὐτὸν σταδίους ζ´. BCV. τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμινην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν. τὸ δὲ νότιον μέρος ὅριόν ἐστιν ὁ Ἑλλήσποντος· τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην τελευταῖον εἰς τὸν Νεῖλον. V.
Τάναϊς] διὰ τὸ τεταμένως ῥεῖν. A il.
ὅς ῥά θʼ ἑλισσόμενος: ἀναφέρεται εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ὁρίζοντος οὐ.