Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Εἶδον τέσσαρας Ἀγγέλους.

Εἰ καὶ ταῦτα τισὶν ὑπὸ Ῥωμαίων πάλαι τοῖς Ἰουδαίοις γεγενῆσθαι ἐξείληπται, τῶν τεσσάρων θείων Ἀγγέλων δηλοῦν αὐτοῖς νομισθέντα, τὸ ἔπι τε γῆς ἐπί τε θαλάσσης τῶν τὴν ὀργὴν πειρωμένων διαδιδράσκειν ἄφυκτον, πολλῷ μᾶλλον τοῦτο ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπελεύσει γενήσεται· οὐκ ἐν τῇ μερικῇ γῇ τῆς Ἰουδαίας, ἀλλ’ ἐν πάσῃ, ἦν ἐπὶ τῶν τεσσάρων γωνιῶν ἑστάναι τοὺς Ἀγγέλους διέξεισιν, ὡς πληροῦντας διακονίας τὰς θεόθεν αὐτοῖς ἐγκεχειρισμένας, ἡμῖν δὲ ἀγνώστους. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ, προδήλως λύσιν τῆς εὐταξίας τῆς κτίσεως καὶ τὸ τῶν κακῶν ἐμφαίνει φαίνει ἀδιάδραστον· δι’ ἀνέμων γὰρ καὶ τὰ τῆς γῆς φυτὰ τρέφονται, καὶ πλεῖται ἡ θάλασσα.

Καὶ ἔκραξε φωνὴ μεγάλη τοῖς τέσσαρσιν.

Ὅπερ τῷ Ἰεζεκιὴλ πάλαι ἀποκεκάλυπτο περὶ τοῦ ἐνδεδυμένου τὸ βαδδὴν, καὶ τῶν καταστεναζόντων τὰ πρόσωπα σφραγίζοντος πρὸς τὸ μὴ συναπολέσθαι δικαίους ἀδίκοις, διὰ τὸ κεκρυμμένον τῆς τῶν ἁγίων ἀρετῆς, καὶ τοῖς Ἀγγέλοις ἄγνωστον· τοῦτο κἀνταῦθα τῷ Ἀποστόλῳ δείκνυται· ὑπερτέρας ἁγίας δυνάμεως τοῖς τιμωροῖς Ἀγγέλοις ἐγκελευομένης μηδὲν δράσαι εἰς τοὺς πλημμελήσαντας, πρὶν διὰ τοῦ σφραγισθέντος διακριθέντας ἐπιγνώσει τῆς ἀληθείας θεραπευθέντας. τοῦτο δὲ μερικῶς πάλαι γεγένηται τῶν τῷ Χριστῷ πεπιστευκότων τὴν τῆς Ἱερουσαλὴμ ὑπὸ Ῥωμαίων ἐκπεφευγότων πόρθησιν, εἰς πολλὰς τελούντων μυριάδας· ἀλλ’ οὖν ὡς εἴρηται ἐν τῷ καιρῷ τῆς τοῦ Ἀντιχρίστου ἐπελεύσεως μάλιστα

520
γενήσεται, τῆς σφραγῖδος τοῦ ζωοποιοῦ σταυροῦ διειργούσης τῶν ἀπίστων τοὺς πιστοὺς, πεπαρρησιασμένως τὴν τοῦ Χριστοῦ σημείωσιν ἐνώπιον τῶν ἀσεβῶν φέροντας.

Μὴ ἀδικήσητε τὴν γῆν.

Ὡς δι’ ἡμᾶς γεγενημένης τῆς κτίσεως, παιδευομένοις ἡμῖν κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρυνθήσεται. διὰ τούτων δὲ μανθάνομεν καὶ τοὺς ἐναρέτους δεῖσθαι δυναμωθῆναι δι’ ἀγγελικῆς βοηθείας πρὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τῇ δεδομένῃ ἡμῖν σφραγῖδι τοῦ Πνεύματος, κατὰ τοσοῦτον ἐπιδεικνυμένη τὴν οἰκείαν δύναμιν, καθόσον ἃν αὐτῇ ἐργασίαν παρασχώμεθα· τῶν λοιπῶν μενόντων ἀβοηθήτων παρ’ οἰκείων, τοῦ μὴ βοηθῆναι θέλημα.

Ἐκ φυλῆς Ἀσήρ.

Ἐκ φυλῆς Ἀσήρ ιβ΄ χιλιάδες. Ἀσὴρ μακαρισμὸς ἑρμηνεύεται, δι’ οὗ δείκνυνται οἱ τῶν δεσποτικῶν μακαρισμῶν διὰ πολιτείας ἀξιούμενοι τῆς ἐκ δεξιῶν τοῦ Χριστοῦ στάσεως. ἐκ φυλῆς Νεφθαλείμ ἱρ’ χιλιάδες. Νεφθαλεὶμ προσευχὴ, δι’ ἧς χαρακτηρίφονται οἱ διὰ προσευχῆς ἀδιαλείπτου τῷ Θεῷ κολλώμενοι ἐκ φυλῆς Μανασσῆ ἱρ’ χιλιάδες. Μανασσῆ ἐπιλησμονὴ, τουτέστιν οἱ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τῶν πατρῴων οἴκων διὰ τὸν θεῖον ἔρωτα. ἐκ φυλῆς Συμεὼν ιβ΄ χιλιάδες. Συμεὼν ὑπακοὴ, δηλαδὴ οἱ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν δικαιούμενοι. ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες. Λευΐ, προσειλημμένος, δι’ οὗ νοοῦνται οἱ διὰ πολιτείας ἱεροπρεποῦς ὑπὸ Χριστοῦ προσειλημμένοι. ὄγδοος δὲ ὁ Λευΐ τέτακται, ὡς κατὰ τὴν ὀγδόην ἡμέραν τὴν ἀνάστασιν τῆς ἀληθοῦς ἱερωσύνης ἀναδεικνύμενος. ἐκ φυλῆς Ἰσάχαρ ιβ΄ χιλιάδες. Ἰσάχαρ, μισθὸς, τουτέστιν οἱ τῶν ἐκ Θεοῦ μισθῶν ἕνεκεν ἐναρέτως πολιτευόμενοι. ἐκ φυλῆς Ζαβουλῶν ιβ΄ χιλιάδες. Ζαβουλὼν κατοικητήριον δυνάμεως, ἣ εὐωδία, δι’ οὗ νοοῦνται, οἱ τῆ ἐνοικήσει τοῦ Χριστοῦ κατὰ τῶν παθῶν δυναμωθέντες καὶ εὐωδία αὐτῷ γενόμενοι.

Ἐκ φυλῆς Ἰωσήφ.

Ἐκ φυλῆς Ἰωσὴφ ιβ΄ χιλιάδες· Ἰωσὴφ πρόσθεσις, τουτέστιν οἱ ἐν προσθήκης μέρει σὺν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὰ πρὸς τὸ

521
ζῆν ἀναγκαῖα λαμβάνοντες. ἐκ φυλῆς Βενιαμὶν, ιβ΄ χιλιάδες. ενιαμιν υἱὸς ὀδύνης, ἣ υἱὸς ἡμέρας, ἣ υἱὸς δεξιᾶς, δηλαδὴ οἱ διὰ καρδιακῶν ὀδυνῶν. εἴτε οὖν οἱ τότε ἐξ Ἑβραίων πιστοὶ καὶ διαπεφευγότες τὴν Ῥωμαίων αἰχμαλωσίαν, ίαν, τὸν ἀριθμὸν τοῦτον ἀναπληροῦσιν, εἴτε, ὃ καὶ μᾶλλον πιστότερον, οἱ ἐπὶ συντελείᾳ ἐξ Ἰουδαίων σωζόμενοι. “ὅτε γάρ,” φησι, ” “ τὸ πλήρωμα τότε πᾶς Ἰσραὴλ σωθήσεται. οὐδέτερον ἀπαράδεκτον. ἡ δὲ ακριβεια τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἐμφαίνειν δοκεῖ τὸν πολυπλασιασμὸν τοῦ ἀποστολικοῦ σπόρου, δωδεκάκις δώδεκα διπλασιαζομένου ἐπὶ τὸν τέλειον τῆς χιλιάδος ἀριθμὸν, καὶ οὕτω τὰς ῥηθείσας χιλιάδας ἀποτελοῦντος.

Ἐπισημαντέον δὲ τοῦτο, ὡς ἡ φυλὴ τοῦ Δὰν, ὡς ἐξ αὐτῆς τικτομένου τοῦ Ἀντιχρίστου, ταῖς λοιπαῖς οὐ συνηρίθμηται, ἀλλ’ ἀντὶ ταύτης ἡ τοῦ Λευΐ, ὡς ἱερατικὴ πάλαι εἰς μερισμὸν μὴ ἐρχομένη. ἐκ δὲ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἔστι τινὰ τῶν φυλῶν ἑκάστη προσαρμόσαι διάνοιαν, ὡς ἐν τοῖς παραπλησίοις παρατεθήσεται. τὸν δὲ Ἰωσὴφ ἀντὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ Ἐφραὶμ τέθεικεν. ἁρμόδιος δὲ τούτοις ὁ λεχθεὶς ἀριθμὸς, ὡς εἴρηται, διά τε τοὺς πάλαι Ἑβραίων ιβ΄ φυλάρχους, διά τε τοὺς ἀντ’ αὐτῶν καταστάντας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν Ἀποστόλους, δι’ ὧν οἱ ἐν τῇ διασπορᾷ τῆς γῆς Ἰουδαῖοι ἐπ’ ἐσχάτων τῶν χρόνων σώζονται.

Μετὰ ταῦτα εἶδον· καὶ ἰδοὺ ὄχλος.

Ἰδοὺ μία Ἐκκλησία Ἀγγέλων καὶ ἀνθρώπων, καὶ οἱ πάλαι τοῖς Ἀγγέλοις ἄνθρωποι καταπληκτικοὶ φαινόμενοι τότε συλλειτουργοὶ ἀνθρώπων γενήσονται. εἴτε κατά τινας τῶν ἁγίων ἐν τοῖς οἰκείοις σώμασι διὰ τὴν ἐν τόπῳ περιγραφὴν αὐτοῖς ἐμφανιφόμενοι, εἴτε καθ’ ἕτερον τρόπον ὡς τὸ τριχῇ διαστατὸν μὴ ἔχοντες, ὅπερ σωμάτων ἴδιον, οὐκ ἐν τῇ οἰκείᾳ φύσει φαινόμενοι, ἀλλὰ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τυποῦ μένοι καὶ σχηματιζόμενοι. κύκλῳ μέντοι τῶν Χερουβὶμ καὶ τῶν πρεσβυτέρων ἑστῶτες ἐμφανίζουσι διὰ τῆς στάσεως τὸ τῆς τιμῆς μέγεθος, ᾗ δοξάζονται οἱ διὰ τοῦ ἀριθμοῦ τῶν πρεσβυτέρων δηλούμενοι· ὑφ’ ὧν πάντων ἡ εὐχαριστία τῷ Θεῷ ἐπὶ ταῖς θεοπρεπέσιν αὐτοῦ εἰς τὴν αὐτοῦ κτίσιν οἰκονομίαις ὑπὲρ ἡμῶν ἀναπεμφθήσεται.

522

Καὶ ἀπεκρίθη εἷς.

Διεγείρει διὰ τῆς πεύσεως τὸν Ἀπόστολον ὁ ὀφθεὶς πρὸς τὴν τῶν ὁραθέντων ἔρευναν. ὁ δὲ τὴν ἄνοιαν εὐγνωμόνως προβαλλόμενος παρὰ τοῦ ἐρωτῶντος σοφίζεται.

Οὗτοι εἰσὶν οἱ ἐρχόμενοι.

Οὗτοι εἰσὶν οἱ διὰ προσκαίρων πόνων αἰωνίαν ἀνάπαυσιν καρπούμενοι, καὶ διὰ τοῦ συμπάσχειν Χριστῷ, τούτῳ συμβασιλεύοντες· τὸ γὰρ ἡμέρας καὶ νυκτὸς ἐνταῦθα δηλοῖ τὸ ἀκατάπαυστον. ἐκεῖ γὰρ νὺξ οὐκ ἔσται, ἀλλ’ ἡμέρα μία, ἀντὶ τοῦ αἰσθητοῦ ἡλίου, τῷ τῆς δικαιοσύνης καταλαμπομένη. ἴσως δὲ νὺξ νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τοῦ Θεοῦ, πᾶσα μὲν ἡ ἀνακαινιζομένη κτίσις διὰ τοῦ Πνεύματος, μάλιστα δὲ οἱ τὸν ἀρραβῶνα τοῦ Πνεύματος σῶον καὶ ἄσβεστον φυλάξαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐπήγγελται.

Οὐ πεινάσουσιν.

Οὗτοι, φησὶν, οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, καὶ εἰκότως· τὸν γὰρ ἄρτον τὸν οὐράνιον καὶ τὸ ὕδωρ τῆς ζωῆς ἕξουσιν, οὐδ’ οὐ μὴ πεσοῦνται ἐπ’ αὐτοὺς ἥλιος οὐδὲ καῦμα. οὐ γὰρ ὑπὸ πειρασμῶν ἔτι τῶν διὰ τοῦ ἡλίου καὶ τοῦ καύσωνος σημαινομένων ὀδυνηθήσονται, του καιροῦ τῶν ἀγώνων παρωχηκότος.

Ὅτι τὸ ἀρνίον.

Οἱ ὑπὸ τοῦ Χριστοῦ τότε ποιμαινόμενοι, φησὶν, ἐπιδρομὰς λύκων κων οὐ φοβηθήσονται, ἅτε πεμπομένων εἰς τὸ πῦρ τὸ ἄσβεστον, ἀλλ’ ἐπὶ τὰς καθαρὰς καὶ τρανοτάτας τῶν θείων νοήσεων πηγὰς ἀύλους ποιμανθήσονται, δηλουμένας διὰ τοῦ ὕδατος, τὰς καὶ ἤδη τὴν ἄφθονον χύσιν τοῦ Πνεύματος χαρακτηρισαμένας. τοῦ Κυρίου εἰπόντος περὶ τοῦ εἰλικρινῶς πρὸς αὐτὸν πιστεύοντος, ὅτι “ποτα- “ μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ᾧ οἱ ἄγιοι τότε δαψιλῶς ποτιζόμενοι, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀπεράντῳ ἔσονται, τῆς μερικῆς γνώσεως καταργουμένης, τὴν τελείαν κτώμεμενοις, καὶ τὴν τροπὴν μετὰ τῆς φθορᾶς ἐκδυόμενοι.