Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ εἶδον ὅτι ἤνοιξε.

Κἀνταῦθα ἡ τῶν ἐν οὐρανοῖς εὐταξία σημαίνεται ἐκ τῶν πρώτων τάξεων εἰς τὰς δευτέρας καταβαίνουσα, καὶ ἐκ τοῦ ἑνὸς προσώπου τῶν τετραμόρφων ζώων δηλαδὴ τῶν λεόντων τὴν πρώτην γεγενῆσθαι φωνὴν ἤκουσε κελευομένην τοῦ “ ἔρχου τῷ τὴν τυποῦντι Ἀγγέλῳ δι’ αἰνίγματος. τὸ ’δε πρῶτον ζῶον ὁ λέων ἐμφαίνειν μοι δοκεῖ τὸ βασιλικὸν τῶν Ἀποστόλων κατὰ δαιμόνων φρόνημα, κατὰ τὸ a “ ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν.”

Καὶ ἰδοὺ ἵππος λευκός.

Καὶ τῆς παρούσης σφραγῖδος τὴν λύσιν καὶ τῶν ἑξῆς ἁπασῶν, τινὲς εἰς τὴν ἔνσαρκον τοῦ Θεοῦ λόγου οἰμονομίαν ἐξειλήφασι· τὴν πρώτην εἰς τὴν γέννησιν, τὴν δευτέραν εἰς τὸ βάπτισμα, τὴν τρίτην εἰς τὰς μετὰ τοῦτο θεοσημείας, τὴν τετάρτην εἰς τὴν ἐπὶ Πιλάτου παράστασιν, τὴν πέμπτην εἰς τὸν σταυρὸν, τὴν ἕκτην εἰς τὴν ἐν μνήματι κατάθεσιν καὶ τοῦ ᾅδου σκύλευσιν, τὴν ἑρδόμην εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν.

[*](a Cod. κατ’ αὐτὸ.)
515

Ἄλλοι δὲ τὴν τῆς πρώτης σφραγῖδος λύσιν, τὴν τῶν Ἀποστόλων φασὶ νοεῖσθαι γενεάν· οἳ καθάπερ τόξον τὸ Εὐαγγελικὸν κήρυγμα κατὰ δαιμόνων ἐντείνοντες, τῷ Χριστῷ τοὺς τρωθέντας τοῖς σωτηρίοις βέλεσι προσήγαγον, στεφάνους εἰληφότες, ἀνθ’ ὡν διὰ τῆς ἀληθείας τὸν τῆς πλάνης ἀρχηγὸν νενικήκασιν, ἐπ’ ἐλπίδι δευτέρας νίκης τῆς μέχρι βιαίου θανάτου ὁμολογίας τοῦ δεσποτικοῦ ὀνόματος· διὸ γέγραπται “ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ·” γὰρ νίκη ἡ τῶν ἐθνῶν ἐπιστροφή· δευτέρα ἡ τοῦ σώματος δι’ ἑαυτῆς ἑκούσιος μετὰ κολάσεως ἔξοδος.

Καὶ ὅτε ἤνοιξε.

Ζῶον δεύτερον τὸν μόσχον λέγει, τῶν ἁγίων μαρτύρων τὰς ἱερὰς θυσίας χαρακτηρίζοντα, τοῦ προτέρου τὴν ἀποστολικὴν ἐξουσίαν, ὡς εἴρηται, διαγράφοντα.

Καὶ εἶδον, καὶ ἰδού.

Ταύτην εἶναι φασὶ τὴν δευτέραν τῶν Ἀποστόλων διδαχὴν, διὰ μαρτύρων καὶ διδασκάλων συμπληρουμένην· ἐν ᾗ πλατυνομένου λοιπὸν τοῦ κηρύγματος ἡ τοῦ κόσμου ἐλύθη εἰρήνηb, καθ’ ἑαυτῆς μερισθείσης τῆς φύσεως, κατὰ τὸν εἰπόντα Χριστὸν, “ “ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν,” δι’ ἧς μαρτυρικὰ σφάγια εἰς τὸ ἄνω θυσιαστήριον ἀνηνέχθησαν. ὁ δὲ πυρρὸςc ἵππος, ἣ τῆς ἐκχύσεως τῶν αἱμάτων, ἣ τῆς πεπυρωμένης τῶν ὑπὲρ Χριστοῦ πασχόντων διαθέσεως σύμβολον ἦν· τὸ δὲ γεγράφθαι, δοθῆναι τῷ καθ’ ἡμέραν ἐπ’ αὐτὸν λαβεῖν τὴν εἰρήνην, τὴν πάνσοφον δείκνυσι τοῦ Θεοῦ συγχώρησιν, τοὺς πιστοὺς δούλους διὰ πειρασμῶν δοκιμάζουσα.

Καὶ ὅτε ἤνοιξε.

τρίτον ζῶον ἐνταῦθα τὸν ἄνθρωπον φησι, τὴν τῶν ἀνθρώπων δηλοῦντα ἔκπτωσιν, καὶ διὰ τοῦτο κολάσεινd διὰ τὸ πρὸς ἁμαρτίαν εὐόλισθον τῇ ἐξουσίᾳ τῆς προαιρέσεως. εἰκὸς δὲ καὶ αἰσθητὸν λιμὸν τότε γενέσθαι, καθὼς ἐν τοῖς ἑξῆς ῥηθήσεται· διὰ δὲ μέλανος ἵππου τὸ πένθος δηλοῦσθαι φαμὲν τὸ ἐπὶ τοῖς ἐκπεσοῦσι τῆς εἰς Χριστὸν πίστεως διὰ τὴν ὑπερβολὴν τῶν κολάσεων. τὸν [*](b In marg. παράλογος φιλία. c Cod. πυρὸς. d Sic.)

516
δὲ ζυγὸν δοκιμαστὴν εἶναι τῶν τε δι’ εὐκολίαν γνώμης ἣ κενοδοξίαν, τῶν τε διὰ σώματος ἀσθένειαν ἐκπεπτωκότων τῆς πίστεως. τὸν δὲ τοῦ σίτου χοίνικα τὸν δηναρίου ἄξιον, δηλοῦν τροπικῶς τοὺς νομίμως ἀθλήσαντας, καὶ τῆς δοθείσης θείας εἰκόνος ἀκριβεῖς φύλακας. τοὺς δὲ τρεῖς χοίνικας τῆς κριθῆς τοὺς κτηνοπρεπῶς τοῖς διώκταις δι’ ἀνανδρίαν ὑποκύψαντας, ἀναλόγως δὲ μετανοήσαντας ὕστερον, καὶ τὴν ῥυπωθεῖσαν εἰκὸς δάκρυσιν ἀποπλύναντας. τὸ δὲ ἐντετάλθαι μὴ ἀδικῆσαι τὸν οἶνον καὶ τὸ ἔλαιον, τὸ μὴ ἀθετεῖσθαι τὴν δι’ ἐπιστροφῆς Χριστοῦ ἰατρείαν, ᾗ τὸν ἐμπεπτωκότα εἰς τοὺς λῃστὰς ἐθεράπευσεν, μήτε προαναρπαγῆναι θανάτῳ τούτους, οἳ διὰ μακροθυμίας τὴν ἥτταν ἔμελλον ἀναμαχήσασθαι.

Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα.

Τὸ τοῦ τετάρτου ζώου δηλαδὴ τοῦ ἀετοῦ ὑψιπετὲς καὶ ὀξὺ πρὸς βορρᾶν, ἄνωθεν ἥκειν ἐξ θεηλάτου ὀργῆς τὰς πληγὰς ἐμφαίνειν δύναται, εἰς τὴν τῶν εὐσεβῶν ἐκδίκησιν, καὶ τῶν δυσσεβῶν τιμωρίαν, εἰ μὴ ταύταις βελτιωθέντες ἐπιστρέψουσι. τοῦ εἱρμοῦ δὲ τῶν προεκτεθέντων καὶ τὰ παρόντα ἔχεται. ὡς γάρ φασιν τινὲς, ἐν τῇ τῶν διωγμῶν ἀκμῇ ἐπὶ Μαξιμίνου Ῥωμαίων βασιλεύοντος, ὑπὸ μὲν λιμοῦ καὶ λοιμοῦ ἄπειρα πλήθη διεφθείροντο, ὡς ταφῇ μὴ δύνασθαι παραδίδοσθαι· καὶ τοι Χριστιανῶν τότε φιλοτίμως περὶ τὰς κηδίας ἠσχολημένων, καὶ τοὺς πεπλανημένους πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν ἐναγόντων· ὑπὸ δὲ Ἀρμενίων ἐπαναστάντων Ῥωμαίοις, οὐκ ὀλίγους ἀνῃρῆσθαι ῥομφαίᾳ, καὶ ὑπὸ κυνῶν ἀνηλῶσθαι τὰ τῶν θανόντων σώματα, ὡς λοιπὸν τοὺς λειπομένους εἰς κυνοκτονίαν τραπῆναι, δεδιότες μὴ καὶ αὐτοὶ θανόντες, ζῶντας τούτους τάφους κτήσωνται. εἰκὸς δὲ τοῖς κυσὶ καὶ ἀγρίους θῆρας συμμετέχειν διὰ τὸ τῆς τροφῆς ἄφθονον.

Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην.

Εἰ μέν τις τὴν λύσιν τῶν δ σφραγίδων ταῖς τοῦ Χριστοῦ παρωχηκυίαις οἰκονομίαις προσνεῖμαι βιάσεται, καὶ ταύτας εἰκότως τοῖς προτελειωθεῖσι προφήταις καὶ λοιποῖς ἁγίοις ἐφαρμόσει τῆς θείας καταβοῶσι μακροθυμίας, ἐφ’ οἷς μέχρι σταυροῦ παρὰ Ἰουδαίων ὑβριζόμενος ἀνέχεται. εἰ δέ τις ὡς μελλόντων πρόρρησιν

517
ταῦτα ἐκλάβοι τοῖς διὰ Χριστὸν σφαγιασθεῖεν τὴν τοιαύτην πρέπειν κατὰ τῶν διωκτῶν οἰήσεται καταβόησιν· ἐφ’ ᾧτ’ τοὺς ἐν αὐτῇ ἀξίους ἐπιστρέψαι, τῶν δὲ ἀπειθῶν τῇ παγκοσμίῳ συντελείᾳ ἐκκόψαι τὴν ἀσέβειαν. εἰ γὰρ καὶ ἤδη τότε, καθὼς εἴρηται, οἱ δυσσεβεῖς θείας ὀργῆς ἐπειράθησαν, ἀλλ’ οὐδὲν ἧττον τὰ τούτων λείψανα ἐπιστρεπτικῶν ἢ κολαστικῶν μαστίγων ἐδέοντο.

Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ.

Καὶ διὰ τούτων τὴν τοῦ κόσμου συντέλειαν αἰτούμενοι φαίνονται οἱ ἅγιοι, διὸ μακροθυμεῖν ἄχρι τῆς τῶν ἀδελφῶν τελειώσεως κελεύονται, ἵνα μὴ χωρὶς αὐτῶν τελειωθῶσι. αἱ δὲ λευκαὶ στολαὶ τὴν ἐπανθοῦσαν αὐτοῖς τῶν ἀρετῶν ἐμφαίνουσι λαμπρότητα, ἣν ἠμφιεσμένοι εἰσὶν, καὶ μήπω τὰς ἐπαγγελίας ἐκομίσαντο. τῇ γοῦν ἐλπίδι τούτων, ὥσπερ νοερῶς ἐνοπτρίζονται πάσης ἀπηλλαγμένοι παχύτητος, εἰκότως εὐφραίνονται τοῖς κόλποις Ἀβραὰμ ἐναναπαυόμενοι. πολλοῖς γὰρ τῶν ἁγίων τοῦτο εἴρηται, χώρους ἀξίους εἰληφέναι τῶν τῆς ἀρετῆς ἐργατῶν ἕκαστον, δι’ ὧν καὶ περὶ τῆς μελλούσης αὐτοῖς δόξης τεκμαίρονται.

Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα.

Καὶ ταύτην τινὲς εἰς τὴν ἐπὶ Οὐεσπασιανοῦ πολιορκίαν ἐξελάβοντο· βοντο· ἔοικε δέ τισι μετάβασις ἐνταῦθα γεγενῆσθαι ἀπὸ τῶν ἐν τοῖς διωγμοῖς χρόνων, εἰς τὸν καιρὸν τὸν πρὸ τῆς ψευδοχρίστου ἀφίξεως· ἐν ᾧ τοσαύτας προεφητεύθη θλίψεις ἔσεσθαι, ἴσως πρὸς τὸ ἐμμελετῶντας ταύταις τοὺς ἀνθρώπους, μὴ ἀπειπεῖν πρὸς τὰς ἐπαγομένας ἐκ τοῦ Ἀντιχρίστου κολάσεις, οἵας οὐδέποτε γεγενημένας ἔγνωμεν· σεισμὸν μέντοι τὴν τῶν πραγμάτων μετάθεσιν πολλαχοῦ τῆς γραφῆς εὑρίσκομεν. τὸ δὲ μέλαν τοῦ ἡλίου καὶ τῆς σελήνης τὸ ἀφεγγὲς καὶ αἱματῶδες, τὸ τοῖς παρὰ τῆς θείας ὀργῆς καταλειφθεῖσιν ἀφώτιστον ἐνδείκνυται. τὸ δὲ πεσεῖν τοὺς ἀστέρας, καθὼς καὶ ἤδη περὶ τῶν ὑπὸ Ἀντιόχου ἀπαντηθέντων γέγραπται, τὸ καὶ τοὺς δοκοῦντας εἶναι φωστῆρας ἐν κόσμῳ πίπτειν, τοῖς γινομένοις ἐποκλάζοντας, ὡς φησὶν ὁ Κύριος, πλανηθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτοὺς, διὰ τὸ τῆς θλίψεως μέγεθος. ἴσως γὰρ διὰ τοῦτο καὶ ἡ συκῆ εἰς παράδειγμα λαμβάνεται, ὡς

518
τοὺς ἀτελεῖς καρποὺς, καὶ μήπω a πεπανθέντας τῷ τῶν πειρασμῶν καύσωνι καὶ γλυκανθέντας τῇ χάριτι, ἐν τῷ ὑπὸ τοῦ διαβολικοῦ ἀνέμου τινάσσεσθαι καταβάλλουσα. δισσῶς γὰρ ταύτην ἐπί τε καλῷ καὶ κακῷ ἐκλαμβάνειν οἴδαμεν, ἔκ τε τῆς ξηρανθείσης ὑπὸ Χριστοῦ, καὶ τῆς φερομένης ἐν τῷ ᾄσματι. εἰ δὲ αἰσθητῶς ταῦτα τοῦ Χριστοῦ κριτοῦ μετὰ δόξης ἐρχομένου συμβήσεται, αὐτὸς ἃν εἰδείη ὁ τοὺς ἀποκρύφους ἔχων θησαυροὺς τῆς σοφίας καὶ τῆς γνώσεως.

Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη.

Τὸ τὸν οὐρανὸν εἰλῆσθαι ὡς βιβλίον ἣ τὸ ἄγνωστον τῆς δευτέρας ῥᾶς Χριστοῦ παρουσίας αἰνίττεται· ἀψοφητὶ γὰρ ἐν ἀκαριαίῳ ἡ βίβλος ἀνοίγεται· ἢ ὅτι καὶ αἱ οὐράνιαι δυνάμεις τοῖς ἐκπίπτουσι τῆς πίστεως ἐπαλγοῦσαι, οἷον εἱλιγμόν τινα διὰ συμπάθειαν καὶ λύπην ἕξουσιν. διὰ τούτων δὲ καὶ ἕτερον σημαίνεται, τὸ μὴ ἀφανισμὸν τὸν οὐρανὸν ὑφίστασθαι, ἀλλ’ οἷον εἱλιγμόν τινα καὶ ἀλλαγὴν ἐπὶ τὸ βέλτιον. ἡγούμεθα δὲ τῇ ἀρχαίᾳ συνηθείᾳ χρήσασθαι τὸν Ἀπόστολον· εἱλιταρίοις γὰρ Ἑβραῖοι ἀντὶ τῶν πά ἡμῖν βίβλων ἐκέχρηντο, ὡν ἡ ἀνείλησις οὐκ ἀφανισμὸν ἀλλὰ τῶν γεγραμμένων φανέρωσιν ἀπεργάζεται, ὡς καὶ τοῦ οὐρανίου σώματος ἡ ἀνάπτυξις, τῶν ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν τὴν ἀποκάλυψιν δείκνυσιν.

Ἐκ τῶν τόπων αὐτῶν ἐνικήθησαν.

Ὁ Κύριος ἡμῶν τοῖς Ἀποστόλοις ἐρωτῶσι περὶ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ καταστροφῆς καὶ συντελείας, καθὼς ἠδύναντο χωρεῖν προεῖπε τὰ μέλλοντα, ἅπερ καὶ ἤδη μὲν ἐν τῇ πολιορκίᾳ ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου τοῖς Χριστοκτόνοις Ἰουδαίοις συμβέβηκεν. ἐπὶ τέλει δὲ μεθ’ ὑπερβολῆς πλειόνος παντὶ τῷ κόσμῳ ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπιδημίᾳ ἐπελεύσεται· ἐν ᾗ οἱ κατ’ ἐξοχὴν εἴτε ἐκκλησιαστικῆς εὐταξίας, εἴτε κοσμικῆς δυναστείας ὑπάρχοντες, ὄρη τροπικῶς ὀνομαζόμενοι, αἱ τε τῶν πιστῶν ἐκκλησίαι μεταφορικῶς νῆσοι καλούμεναι, ἐκ τῶν τόπων αὐτῶν φεύξονται, τόπον ἐκ τόπων ἀμείβοντες διὰ τὸν ψευδόχριστον. οἱ δὲ τῆς γῆς [*](a ἤγουν ὡρίμους γενομένοις in marg.)

519
βασιλεῖς, τουτέστιν οἱ ταύτην ἐξουσιάζοντες, καὶ μηδὲν ἐν οὐρανοῖς κεκτημένοι, σὺν πᾶσι μεγιστᾶσι καὶ πλουσίοις ἐν τοῖς κάτω, καὶ δούλοις τῶν κάτω, καὶ ἐλευθέροις τῆς Χριστοῦ δουλείας, ὑπὸ τῶν σπηλαίων καὶ πετρῶν καὶ ὀρέων καλυφθῆναι εὔξονται, ἣ πειρασθῆναι τῆς θείας ὀργῆς, ἤτοι τὰς ἐν τῇ τοῦ Ἀντιχρίστου παρουσίᾳ κατὰ συγχώρησιν ἀπὸ λιμοῦ καὶ ἑτέρων πληγῶν μάστι- γας· ἣ καὶ ἐπὶ ταῖς προσδοκωμέναις μετὰ τὴν ἀνάστασιν ἀπεράντοις κολάσεσιν, ὅτε καὶ μᾶλλον ἡ θεία ὀργὴ δικαίως ὡς κλίβανος ἐκκαυθήσεται, τοὺς τῷ θεμελίῳ τῆς πίστεως ἐποικοδομοῦντας ξύλα καὶ χόρτον καὶ καλάμην, ὡς τροφὴν πυρὸς καταναλίσκουσα.