Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Μετὰ ταῦτα εἶδον.

ῥ περιαίρεσις τῆς θύρας σημαίνει τῶν κρυπτῶν μυστηρίων τοῦ πνεύματος τὴν δήλωσιν. ἡ δὲ σάλπιγξ τὸ τοῦ ἀποκαλύπτοντος μεγαλόφωνον, τὸ δὲ “ ἀνάβα ὧδε,” τοῦ τῶν γηίνων τελείως ἀποστῆναι καὶ ἐν οὐρανῷ γενέσθαι τὴν διάνοιαν τοῦ ἀκούοντος.

Καὶ εὐθέως ἐγενόμην ἐν πνεύματι.

Τῆς φωνῆς, φησὶν, ἀκούσας καὶ τῷ πνεύματι τυπωθεὶς τὸ ἡγεμονικὸν, θρόνον ἐθεασάμην. δι’ οὗ δηλοῦται, ἡ ἐν τοῖς ἁγίοις τοῦ Θεοῦ ἀνάπαυσις· αὐτοῖς γὰρ ἐνθρονίζεται. ἐπειδὴ δὲ τὸ Πνεῦμα τὸν ὁραθέντα ἐνταῦθα παρίστησι, σωματικὸν αὐτῷ χαρακτῆρα οὐ περιτίθησιν, ὥσπερ ἐν τῇ προτεραίᾳ τοῦ υἱοῦ ὀπτασίᾳ, ἀλλὰ τιμίοις αὐτὸς λίθοις ἀπεικάζει· τῆς μὲν ἰάσπιδος σημαινούσης ὡς χλοερᾶς τὸ ἀειθαλὲς ὁμοῦ καὶ φερέσβιον καὶ τροφὴν χορηγὸν τῆς θείας φύσεως, διὰ τὸ πᾶν σπέρμα χλοηφορεῖν, πρὸς τούτοις δὲ καὶ τὸ φοβερὸν τοῖς ὑπεναντίοις. φασὶ γὰρ τὴν ἴασπιν φοβερὰν εἶναι θηρίοις καὶ φάσμασι a. μετὰ τοῦτο δὲ καὶ τὸ θεραπευτικὸν τῶν ἐπιδεχομένων τὴν ψυχικὴν ἴασιν. φασὶ γὰρ τοῦτον τὸν λίθον ἰατρεύειν οἰδήματά τε καὶ τὰς ἀπὸ σιδήρου πληγὰς ἐπιχριόμενον. ἡ δὲ ἴρις σμαραγδίζουσα τὸ ποικίλον καὶ ἀνθοῦν ἐν ἀρεταῖς τῶν ἀγγελικῶν ἐμφαίνει τάξεων.

Καὶ κυκλόθεν τοῦ θρόνου.

Τούτους τίς τῶν πρὸ ἡμῶν Ἅβελ καὶ ἑτέρους εἴκοσι τῆς παλαιᾶς ἐξέλαβε καὶ τρεῖς τῆς νέας. εἴτε δὲ τοῦτό ἐστιν, εἴτε μᾶλλον τοὺς πρὸς ταῖς πράξεσι καὶ λόγῳ κεκοσμημένους δεῖ νοεῖν, τῷ διὰ τῶν κδ στοιχείων δηλουμένων ἐκλαβεῖν ἀκολουθότερον, διὰ τῶν ιβ πρεσβυτέρων, τοὺς ἐν τῇ παλαιᾷ διαλάμψαντας· διὰ δὲ τῶν ἑτέρων ιβ, τοὺς ἐν τῇ νέᾳ διαπρέψαντας, κἀκείνων γὰρ ιβ φύλαρ- [*](a Sic Dionysius Poet. ἐν Λιθιακοῦς ap. Schol. Harl. Od. Κ. 323. φύσει δὲ κρύσταλλον ἰδ’ ἱερὴν ἰάσπιν, ἐχθρὴν ἐν πάση̣σι (leg. Ἐμπούσῃσι) καὶ ἄλλοις εἰδώλοισιν.)

511
λαρχοι, καὶ τῶν ἐν τῇ νέᾳ ιβ Ἀποστόλων προηγήσαντο, οἷς καθίσαι ἐπὶ ιβ θρόνων ὁ Κύριος ἐπηγγείλατο. τάχα δὲ τὰ λευκὰ ἱμάτια τοῦ λαμπροῦ βίου, καὶ τῆς ἀλήκτου ἑορτῆς καὶ εὐφροσύνης σύμβολα. οἱ δὲ στέφανοι τῆς νίκης, ἣν πρὸς τοὺς πονηροὺς δαίμονας κατώρθωσαν ἀνδρισάμενοι.

Ταὶ ἐκ τοῦ θρόνου.

Κἀντεῦθεν τὸ φοβερὸν καὶ καταπληκτικὸν τοῦ Θεοῦ κατὰ τῶν ἀναξίων τῆς αὐτοῦ μακροθυμίας δείκνυται· τοῖς μέν τοι σωτηρίας ἀξίοις, τούτων ἑκατέρα φωτισμὸν ἐντίθησιν, ἡ μὲν τοῖς τῆς διανοίας ὄμμασιν, ἡ δὲ τοῖς πνευματικοῖς ὠσὶν ἐμπίπτουσα.

Εἰσὶν ἑπτὰ πνεύματα.

Τὰ πνεύματα ταῦτα, εἴτε ἑπτὰ Ἀγγέλους ὑπερέχοντας δεῖ νοεῖν, εἴτε τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος, οὐδ’ ἕτερον οἶμαι ἀπίθανον. ἡ δὲ ὑελίνη θάλασσα τὸ πλῆθος τῶν ἁγίων δυνάμεων, καὶ τὸ καθαρὸν καὶ ἀκηλίδωτον, καὶ τὸ τῆς μελλούσης χαρακτηρίζει ἀτάραχον. τάχα δὲ διὰ ταύτης δηλοῦται τὰ οὐράνια νοητὰ ἀνεφίκτοις ἡμῖν ὕδασι κατὰ τὸν ψαλμῳδὸν στεγαζόμενα. εἰ δέ τισι κρυσταλλοειδὴς ἡ τοῦ οὐρανοῦ φύσις νενόμισται, σκοπεῖν χρὴ, εἰ μὴ ἡ οὐσία τοῦ θεοστιβοῦς ἐκεί.νου ἐδάφους διὰ τούτων σημαίνεται, τὸ στίλβον ὁμοῦ καὶ διαυγὲς ἔχουσα.

Καὶ ἐν μέσῳ τοῦ θρόνου.

Καὶ διὰ τούτου δείκνυται ὁ θρόνος σημαντικὸς εἶναι τῆς τοῦ Θεοῦ βασιλείας τε καὶ ἀναπαύσεως, ἐν ἡ καὶ περὶ ἣν τὰ Σεραφὶμ ἐθεώρησε· διὰ τοῦ πλήθους τῶν ὀφθαλμῶν τὸ πρὸς τὰς θείας αὐγὰς θεοπτικὸν αὐτῶν διδασκόμενος. ὅτι τε καὶ τῶν ὄπισθεν καὶ τῶν ἔμπροσθεν θεόθεν τὴν γνῶσιν ἐναυγάζονται.

Καὶ τὸ ζῶον τὸ πρῶτον.

Ταῦτα τὰ ζῷα διὰ τῶν τεσσάρων προσώπων δηλοῦν ἔοικεν. εἴτε τῶν δ στοιχείων τὴν τοῦ Θεοῦ δημιουργίαν τε καὶ συντήρησιν, εἴτε τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ τῶν ἐν θαλάσσῃ τὴν δεσποτείαν, ἣ τὰς δ ἀρετὰς καὶ τὰ δ Εὐαγγέλια. τοῦ μὲν λέοντος δηλοῦντος τὴν ἀνδρίαν καὶ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, διὰ τὸ τῆς προαιωνίου βασιλείας τούτου σημαντικόν. τοῦ δὲ μόσχου τὴν δικαιοσύνην καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον

512
ὡς νομικῶς καὶ ἱερατικῶς τὸν Χριστὸν γενεαλογήσαντος. τοῦ δὲ ἀετοῦ τὴν σωφροσύνην, ταύτην γὰρ ἔχειν μαρτυρεῖται τὸ ζῶον καὶ τὸ κατὰ Μάρκον Εὐαγγέλιον, ὡς σύντομον καὶ ἀπὸ τοῦ προφητι- κοῦ πνεύματος ἀρξάμενον. τοῦ δὲ ἀνθρώπου τὴν φρόνησιν, καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φύσει καὶ οὐ νόμῳ κηρύξαντος τὴν Χριστοῦ γέννησιν. ἴσως δὲ διὰ τούτων καὶ ἡ οἰκονομία τοῦ Χριστοῦ δηλοῦται διὰ τοῦ λέοντος, ὡς βασιλέως· διὰ τοῦ μόσχου ὡς ἱερέως, μᾶλλον δὲ ἱερείου· διὰ δὲ τοῦ ἀνθρώπου, ὡς δι’ ἡμᾶς ἀνδρωθέντος· διὰ δὲ τοῦ ἀετοῦ, ὡς χορηγοῦ τοῦ ζωοποιοῦ Πνεύματος τοῦ ἐπιπτάντος ἡμῖν ἄνωθεν.

Καὶ τὰ τέσσαρα ζῷα.

Ταῦτα τὰ δ ζῷα διὰ τοῦτο ταῖς δυσὶ πτέρυξι καλύπτει τὰ πρόσωπα, καὶ ταῖς δυσὶ τοὺς πόδας, ταῖς δὲ μέσαις πέτανται, ἵνα ἡ περὶ τὰ ὑψηλότερα καὶ βαθύτερα τῆς οἰκείας καταλήψεως φανῇ αὐτῶν εὐλάβεια, δι’ ἣν τοῖς μέσοις πρὸς τὰς θεατρικὰς αὐγὰς θείοις ζυγοῖς ἀνατείνονται.

Καὶ ἀνάπαυσιν.

Ἀνάπαυσις ταῖς ἁγίαις δυνάμεσι, τὸ τῆς θείας ὑμνῳδίας μὴ παύεσθαι, τὸν δὲ, τρισσὸν ἁγιασμὸν τῆς τρισυποστάτου προσφέρει θεότητος. τὸ δὲ ὁ ὣν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, τὴν ἁγίαν τριάδα δηλοῦν ἔφημεν.

Πεσοῦνται οἱ εἴκοσι.

Διὰ τούτου δηλοῦται καὶ τοὺς νοηθέντας ἡμῖν κδ πρεσβυτέρους, κοινωνοὺς εἶναι τῆς ὑμνῳδίας τῶν ἄνω δυνάμεων, ὁμολογοῦντας ἐκ Θεοῦ κεκομίσθαι τῆς τῶν νοητῶν ἐχθρῶν νίκης τὴν δύναμιν. Σὺ, φησὶ, δέσποτα, λέγοντες, τῶν στεφάνων τῆς νίκης αἴτιος καὶ χορηγὸς γέγονας· καὶ σοὶ παρὰ πάντων ὡς κτισμάτων ἡ εύχαριστία ὀφείλεται.