Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ εἶδον Ἄγγελον καταβαίνοντα.

Ἐνταῦθα τὴν ἐν τῷ δεσποτικῷ πάθει τοῦ διαβόλου διηγεῖται καθαίρεσιν, ἐν ᾧ καταδεδίκασται εἰς τὴν ἄβυσσον καὶ εἰς τὴν γέενναν. Ἄγγελον δὲ τῇ τοιαύτῃ ἀποφάσει διακονούμενον φησι ἵνα δείξῃ καὶ τῶν λειτουργικῶν δυνάμεων τοῦτον ἥττονα κατὰ δύναμιν. ἅλυσιν δὲ πρὸς ἡμετέραν σαφήνειαν ὠνόμασε τὴν καθεκτικὴν αὐτοῦ τῆς πονηρίας ἐνέργειαν.

Καὶ ἔδησεν αὐτὸν χίλια ἔτη.

Χίλια ἔτη οὐ πάντως τὰ τοσαῦτα τῷ ἀριθμῷ, τουτέστι δεκάκις ρ, ἀλλὰ τῶν πολλῶν ἢ τοῦ τελείου εἶναι σημαντικὸν τὸν χίλιον ἀριθμόν. πολλὰ μὲν γὰρ ταῦτα πρὸς τὸ κηρυχθῆναι πανταχοῦ τὸ Εὐαγγέλιον. τελείου δὲ σημαντικὰ, ὅτι ἐν αὐτοῖς τῆς παιδικῆς ἐν νόμῳ πολιτείας ἀπαλλαγέντες, “ εἰς ἄνδρα “ τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ κεκλήμεθα. χίλια τοίνυν ἔτη ὁ ἀπὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως χρόνος μέχρι τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως, εἴτε ὡς ἐξειλήφαμεν, εἴτε δεκάκις ρ, ὥς τισι νενόμισται, εἴτε καὶ τούτων ἀποδέοντα, τῷ Θεῷ μόνῳ ἔγνωσται, τῷ εἰδότι μέχρι τίνος συμφέρει ἡμῖν τὴν μακροθυμίαν, καὶ τοῦ τῇδε βίου τὴν παράτασιν ἔκρινεν· μεθ’ ἣν συνταράξει τὴν οἰκουμένην πᾶσαν ὁ Ἀντίχριστος, τὴν τοῦ ἀρχεκάκου ἐν ἑαυτῷ χωρῶν ἐνέργειαν, καὶ τὴν τρύγα τῆς αὐτοῦ ἰοβόλου κακίας ἐν ἀνθρώποις ἐκχέων· ἅτε εἰδὼς τὸ τῆς αὐτοῦ κολάσεως ἀπαράβατον.

Καὶ εἶδον θρόνους.

Καὶ ἤδη μὲν διδασκαλικοὶ θρόνοι τοῖς ἁγίοις Ἀποστόλοις δέδονται, δι’ ὧν τὰ ἔθνη πεφωταγώγηνται. δοθήσονται δὲ κατὰ τὴν θείαν ὑπόσχεσιν καὶ ἐν τῷ μέλλοντι εἰς κατάκρισιν τοῖς ἀπωσαμένοις τὸ εὐαγγελικὸν κήρυγμα. καὶ τοῖς λοιποῖς δὲ ἁγίοις μάρτυσι τοῖς ὑπὸ Χριστοῦ παθοῦσι, καὶ μὴ δεξαμένοις τοῦ νοητοῦ θηρίου χάραγμα, δηλαδὴ τὴν εἰκόνα τῆς αὐτοῦ ἀποστασίας, ἐδόθη κρίμα, τουτέστιν ἐξουσία τοῦ κρίνειν· διὸ δαίμονας μέχρι

567
τοῦ νῦν ὡς ὁρῶμεν κρίνουσι, συνδοξαζόμενοι τῷ Χριστῷ μέχρι συντελείας τοῦ παρόντος αἰῶνος, ὑπὸ βασιλέων εὐσεβῶν καὶ ἀρχόντων πίστων προσκυνούμενοι, καὶ πᾶσι τὴν θεόσδοτον διὰ τῶν θαυμάτων δύναμιν ἐπιδεικνύμενοι.

Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων.

Δύο ζωὰς καὶ δύο νεκρώσεις ἤγουν θανάτους ἐκ τῆς θείας γραφῆς εἶναι διδασκόμεθα. ἔστι τοίνυν ἡ μὲν πρώτη ζωὴ, ἡ μετὰ τὴν τῆς ἐντολῆς παράβασιν πρόσκαιρος καὶ σαρκικὴ, ἡ δὲ μετὰ τὴν τῶν τοῦ Χριστοῦ ἐντολῶν τήρησιν ἐπηγγελμένη τοῖς ἁγίοις ζωὴ αἰώνιον καὶ θάνατοι δὲ ὡσαύτως δύο· ὁ μὲν τῆς σαρκὸς πρόσκαιρος, ὁ δὲ δι’ ἁμαρτημάτων ἔκτισιν ἐπαγόμενος ἐν τῷ μέλλοντι αἰώνιος· ὅπερ ἐστὶν ἡ τοῦ πυρὸς γεέννα. καὶ νεκρῶν δὲ διαφορὰν γινώσκομεν· οἱ μὲν γὰρ φευκτοὶ, δηλαδὴ οἱ ταῖς πράξεσι τὴν δυσωδίαν καὶ τὴν νέκρωσιν ἐπιφερόμενοι, οἱ δὲ ἐπαινετοὶ, οἱ τῷ Χριστῷ συσταυρούμενοι, καὶ τῷ κόσμῳ νεκρούμενοι. οἱ οὖν ἀπηγορευμένοι νεκροὶ οὐ ζῶσι σὺν Χριστῷ ἄχρι τελεσθῶσι α τουτέστι τέλειος ἀριθμὸς, ὁ ἀπὸ τῆς πρώτης αὐτοῦ παρουσίας, μέχρι τῆς δευτέρας διήκων.

Μακάριος καὶ ἅγιος ὁ ἔχων.

Οἱ μέρος ἐν τῇ πρώτῃ ἀναστάσει ἔχοντες, τουτέστιν ἐν τῇ ἐγέρσει τῇ ἐκ τῶν τοῦ θανάτου νεκρῶν πράξεων καὶ ἐννοιῶν, οὗτοι μακάριοι· οὐχ ἕξει ἐπὶ τούτων ἐξουσίαν ὁ δεύτερος θάνατος, τουτέστιν ἡ ἀτελεύτητος κόλασις, ἀλλ’ ἱερατεύσουσι καὶ βασιλεύσουσι μετὰ Χριστοῦ τὰ ἰᾶ ἔτη, μέχρι τοῦ λυθῆναι τὸν Σατανᾶν καὶ πλανῆσαι τὰ ἔθνη, οὐχ ὡς τότε τὴν βασιλείαν ἀφαιρούμενοι, ἀλλὰ βεβαιοτέρως αὐτὴν καὶ ἐμφανεστέρως κτησάμενοι· ὀλίγος γὰρ ὁ χρόνος μετὰ τὴν τοῦ διαβόλου λύσιν μέχρι τῆς κατ’ αὐτοῦ ἀποφάσεως, καὶ τῆς ἐν γεέννῃ κολάσεως. ὥστε τὸ, “ ἔσονται ἱερεῖς τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ,’’ ἐπανάληψιν οἰητέον τῶν προτέρων. καὶ γὰρ τὰ νῦν διὰ τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως τῶν ἁγίων γέρα ὁρώμενα καὶ θαύματα, ἔμελλε τότε, ὅτε τῷ Εὐαγγελιστῇ ὠπτάνετο. τοίνυν δύο θανάτων ὄντων, ἀνάγκη καὶ τοσαύτας ἀναστάσεις ἐκδέξασθαι. πρῶτος οὖν ὁ σωματικὸς θάνατος τῇ ἀνθρωπίνῃ παρακοῇ δοθεὶς ἐπιτίμιον,

568
δεύτερος ἡ αἰώνιος κόλασις. πρώτη ἀνάστασις ἡ ἐκ νεκρῶν ἔργων ζωοποίησις, δευτέρα ἡ ἐκ φθορᾶς τοῦ σώματος εἰς ἀφθαρσίαν μεταποίησις.

Καὶ ὅτ’ ἂν τελεσθῇ τὰ χίλια.

Τινὲς τὸν προρρηθέντα τῆς χιλιετίας χρόνον τὰ τρία ζ m ἔτη τὰ ἀπὸ τοῦ βαπτίσματος Χριστοῦ μέχρι τῆς αὐτοῦ εἰς οὐρανοὺς ἀναλήψεως ἐξειλήφασι, μεθ’ ὃ λυθῆναι τὸν διάβολον ὑπενόησαν. ἕτεροι δὲ μετὰ τὴν πλήρωσιν τῶν ζ ἐτῶν, τὴν πρώτην ἀνάστασιν τῶν νεκρῶν δίδοσθαι μόνοις τοῖς ἁγίοις ἔφασαν, ἵνα ἐν τῇ γῇ ταύτῃ ἐν ᾗ τὴν καρτερίαν ἐπεδείξαντο, τρυφῆς καὶ δόξης ἀπολαύσωσιν ἔτη ἰᾶ, καὶ μετὰ τοῦτο τὴν καθόλου γίνεσθαι ἀνάστασιν, οὐ δικαίων μόνων ἀλλὰ καὶ ἁμαρτωλῶν. οὐδὲν δὲ τούτων ἡ Ἐκκλησία δέδεκται· διὸ τὸν τοῦ Εὐαγγελικοὺ κηρύγματος χρόνον, τὴν χιλιετίαν ἐκληπτέον νῦν τὴν ἐν τελειότητι καρποφορίαν τῆς πίστεως. ὡς γὰρ εἴρηται οὐκ ἀνάγκη τὰ τοσαῦτα τῷ ἀριθμῷ νοῆσαι τὰ ἁ, ἀλλὰ τὸ πλῆθος, καὶ τὸ ἐν καρποφορίᾳ τέλειον. τότε τοίνυν λυόμενος, ὡς εἴρηται, ὁ Σατανᾶς τῆς φυλακῆς αὐτοῦ, πλανήσει πάντα τὰ ἔθνη, καὶ τὸν Γὼγ καὶ τὸν Μαγὼγ κινήσει “ εἰς πόλεμον πρὸς τὴν τῆς οἰκουμένης ἐρήμωσιν. εἶναι δὲ ταῦτα τινὲς μὲν Σκυθικὰ ἔθνη νομίζουσιν ὑπερβόρια, ἅπερ καλοῦσιν Οὐνικὰ, πάσης ἐπιγείου βασιλείας πολυανθρωπότερά τε καὶ πολεμικώτερα, μόνῃ δὲ τῇ θείᾳ χειρὶ πρὸς τὸ κρατῆσαι τῆς οἰκουμένης πάσης επεχομενα, ἄχρι τῆς τοῦ διαβόλου λύσεως. τινὲς δὲ τὸν Γὼγ, ἀθροίζοντα ἣ ἄθροισμα, καὶ τὸν Μαγὼγ ἐπῃρμένον διὰ τῆς Ἑβραίδος γλώσσης ἑρμηνεύουσιν, ὡς διὰ τῶν ὀνομάτων ἣ τὸ ἄθροισμα τῶν ἐθνῶν ἣ τὸ ὑπερήφανον διασημαίνεσθαι.

Καὶ ἀωέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς.

Ὡς ἐκ φωλεῶν τινῶν θῆρες ἄγριοι, οὕτω, φησὶν, ἐκ τῶν οἰκείων τόπων ὕπο του διαβόλου καὶ τῶν σὺν αὐτῷ δαιμόνων στρατηγουμενοι ἐν τῇ γῇ καταπλατυνθήσονται, ὡς τὴν παρεμβολὴν τῶν ἁγίων δηλαδὴ τὴν Ἐκκλησίαν τὴν ἐν τοῖς τέσσαρσι πέρασι τῆς οἰκουμένης ἡδρασμένην πορθήσονται. πρὸς ἔτι δὲ καὶ τὴν νέαν [*](m τρία ἥμισυ p. 474, 5. n κινῆσαι Cod.)

569
Ἱερουσαλήμ τὴν ἠγαπημένην πόλιν χειρωσάμενοι, ἐξ ἧς ὁ θεῖος νόμος διὰ τῶν Ἀποστόλων εἰς τὴν οἰκουμένην διέδραμεν· ἔνθα καὶ τὸν Ἀντίχριστον φασὶν ἐν τῷ ναῷ τοῦ Θεοῦ καθῆσθαι, εἴτε ἐν τῷ Ἰουδαικῷ τῷ πάλαι καθαιρεθέντι, καὶ ὑπ’ αὐτοῦ ἀνορθοῦσθαι προσδοκωμένῳ τοῖς θεομάχοις Ἰουδαίοις, εἴτε ἐν τῷ ἀληθινῷ θείῳ ναῷ τῇ καθολικῇ Ἐκκλησίᾳ τὰ ἀλλότρια σφετεριζόμενον, καὶ ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεὸς, καθώς φησιν ὁ Ἀπόστολος. πῦρ δὲ ἐκ τοῦ οὐρανοῦ κατιὸν καὶ καῖον τόν τε διάβολον καὶ τοὺς ὑπ’ αὐτὸν, τόν τε ψευδοπροφήτην καὶ τὸ θηρίον, ἣ ὁρατόν φησιν, ἢ τὴν παρουσίαν αὐτοῦ, ἐν ἡ ἀνελεῖ αὐτὸν τῷ πνεύματι τοῦ στόματος αὐτοῦ.

Καὶ εἶδον θρόνον λευκὸν μέγαν.

Διὰ τοῦ θρόνου τοῦ λευκοῦ δηλοῦται ἡ ἀνάστασις τοῦ Θεοῦ, ἣν ἐν τοῖς λαμπροῖς ταῖς ἀρεταῖς ποιήσεται ἁγίοις, τούτοις ἐνθρονιζόμενος. ἡ δὲ φυγὴ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τὴν τούτοις δημαίνει παρέλευσιν, καὶ εἰς τὸ βέλτιον ἀνανέωσιν, ἐν οἷς τόπος τροπῆς οὐχ εὑρεθήσεται· οὐ γὰρ ἡ ὑπόστασις, οὐδὲ ἡ οὐσία τῆς κτίσεως ἐξαφανίζεται, ἀλλὰ “ τὸ σχῆμα παράγει τοῦ κόσμου “ τούτου,” τουτέστιν ἐν οἷς ἡ παράβασις ἐγένετο· ὅτι ἐπαλαιώθη ὁ ἄνθρωπος ἐν αὐτοῖς, καὶ διὰ τοῦτο τὸ σχῆμα τοῦτο πρόσκαιρον ἐγένετο, προειδότος τὰ πάντα τοῦ Θεοῦ. ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν κατὰ τὸν Ἀπόστολον Πέτρον πᾶς κατακλυζόμενος ὁ κόσμος πυρὶ, οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν· καὶ προιών φησι καὶ ὁ Παῦλος, ὅτι “ καὶ “ αὕτη ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς” καὶ τὰ ἑξῆς. ὥστε τὴν δι’ ἡμᾶς γεγενημένην κτίσιν, μεθ’ ἡμῶν τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν ἀκόλουθον δέχεσθαι, μὴ χωροῦσαν εἰς ἀνυπαρξίαν, ὥσπερ οὐδὲ ἡμεῖς μετὰ θάνατον.

Καὶ εἶδον τοὺς νεκρούς.

Νεκρούς φησιν, ἢ πάντας τοὺς ἀνθρώπους, ὡς τὴν τοῦ σώματος νέκρωσιν ὑπομένοντας, ἢ τοὺς νεκρωθέντας τοῖς παραπτώμασι. μεγάλους δὲ καὶ μικροὺς, ἢ τοὺς καθ’ ἡλικίαν, ἢ τοὺς μᾶλλον καὶ ἧττον τὰ τῆς νεκρώσεως ἔργα πράξαντας, καὶ ἀναλόγως κολασθησομένους ταῖς πράξεσιν· ἢ μεγάλους μὲν τοὺς δικαίους, μικροὺς

570
δὲ καὶ μηδαμινοὺς τοὺς ἁμαρτωλοὺς, διὰ ψυχῆς εὐτέλειαν. τὰ δὲ βιβλία τὰ ἀνοιγόμενα σημαντικά ἐστι τῶν ἑκάστου πράξεων τῆς γνώσεως. ἡ δὲ μία βίβλος τῆς ζωῆς ἐστιν, ᾗ τὰ τῶν ἁγίων ἐγγέ- γραπτο ὀνόματα.

Καὶ ἔδωκεν ἡ θάλασσα.

Ἕκαστόν φησι, σῶμα εἰς ἅπερ ἀναλύεται, ἐξ ἐκείνων καὶ συνί- σταται καὶ ἀναδίδοται, εἴ τε γῇ, εἴτε θαλάσσῃ παραδοθῇ. θάνατος δὲ καὶ ᾅδης οὐ ζῷα ἔμψυχα, ἀλλὰ θάνατος μὲν χωρισμὸς ψυχῆς καὶ σώματος, ᾅδης δὲ τόπος ἡμῖν ἀειδὴς, ἤγουν ἀφανὴς, ὁ τὰς ψυχὰς ἐντεῦθεν ἐκδημούσας δεχόμενος· νεκραὶ δὲ ψυχαὶ, αἱ τὰς νεκροποιούσας πράξεις ἐπιφερόμεναι, " δικαίων γὰρ ψυχαὶ ἐν χειρὶ " Θεοῦ, καθὰ γέγραπται.

Καὶ ὁ θάνατος καὶ ὁ ᾅδης.

Tὸ τὸν θάνατον καὶ τὸν ᾅδην εἰς τὴν λίμνην τοῦ πυρὸς βάλ- λεσθαι δηλοῖ, ἢ τὸ γεγραμμένον " ἔσχατος ἐχθρὸς καταργεῖται ὁ ** θάνατος,’’ ἢ τὰς προξένους τοῦ τῆς ἁμαρτίας θανάτου πονηρὰς δυνάμεις, τὰς τὸν ᾅδην ἐχούσας κατάλυμα, κἀκεῖ τοὺς πειθομένους παραπεμπούσας εἰς τὸ πῦρ καταποντίζεσθαι. ὥσπερ γὰρ πόλεις οἱ ταύτης διοικήτορες λέγονται, οὕτω καὶ θάνατος καὶ ᾅδης, οἱ τούτων αἴτιοι. εἰ δὲ πάντες οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῆς ζωῆς εἰς τὴν λίμνην τοῦ πυρὸς βληθήσονται, θαυμάζειν οὐ χρή. καὶ γὰρ ὡς πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ τῶν σωζομένων, οὕτω κἀκεῖ διάφοροι τόποι καὶ τρόποι κολάσεων, τῶν μὲν δριμυτέρων, τῶν δὲ μαλθακωτέρων· ὧν πειραθήσονται οἱ μὴ ἠξιωμένοι τῆς βίβλου τῆς ζωῆς.