Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Μετὰ ταῦτα ἤκουσα ὡς φωνήν.

Τὸ μὲν ἀλληλούϊα θεῖον αἶνον σημαίνει, τὸ δὲ ἀμὴν, ἀληθῶς, ἢ γένοιτο. ἅπερ κοινῶς ἔκ τε τῶν Ἀγγελικῶν δυνάμεων, ἔκ τε τῶν ἰσαγγέλων ἀνθρώπων τῷ Θεῷ φησὶν ἀναπέμπεσθαι τρισσῶς, διὰ τὴν τρισυπόστατον Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἑνιαίαν θεότητα. ὅτι καὶ τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς Βαβυλῶνος ἐξεδίκησεν, καὶ τοὺς αὐτῆς οἰκήτορας διὰ τῆς κολάσεως εὐηργέτησεν, ἐκκοπὴν τῆς ἁμαρτίας ἐργασάμενος. διὰ δὲ τὸ εἰς αἰῶνας αἰώνων τὸν καπνὸν ἀναβαίνειν τῆς πόλεως δηλοῦται ἢ τὸ εἰς τὸ διηνεκὲς τῶν ἐπελθουσῶν αὐτὴ κολάσεων ἀνεπίληστον, ἢ τὸ μερικῶς αὐτὴν δοῦσαν δίκας, μετριωτέρως μὲν, αἰωνίως δὲ ὅμως, ἐν τῷ μέλλοντι κολασθήσεσθαι.

Καὶ φωνὴ ἀπὸ τοῦ θρόνου.

Θρόνος τοῦ Θεοῦ τὰ Χερουβὶμ καὶ Σεραφὶμ, ἀφ’ ὧν ὑμνεῖν αὐτὸν κελεύονται, οὐχ οἱ μεγάλοι μόνον, ἀλλὰ καὶ οἱ μικροὶ ἐν κατορθώμασι, καταλλήλως ἕκαστος τῆς οἰκείας δυνάμεως. οἶμαι δὲ καὶ οἱ νῦν μικροὶ τῇ ἡλικίᾳ καὶ ἀτελεῖς παῖδες, μεγάλοι ἀνιστάμενοι, τὸν μεγαλουργὸν Θεὸν ὑμνήσουσιν.

Καὶ ἤκουσα ὡς φωνήν.

Ἡ φωνὴ τοῦ ὄχλου καὶ τῶν πολλῶν ὑδάτων καὶ τῶν βροντῶν δηλοῖ τὸ διαπρύσιον a ἐν ὑμνολογίᾳ πασῶν τῶν Ἀγγελικῶν καὶ οὐρανίων ἀναριθμήτων οὐσῶν δυνάμεων, ἅς τινες τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν ἐνόησαν, μεθ᾿ ὧν καὶ ἅπαν τὸ τῶν σύστημά τε καὶ πλήρωμα δοξολογεῖ τὸν κτίσαντα. ἐβασίλευσε [*](a In marg. ἐξάκουστον.)

562
δὲ ὁ Χριστὸς, ὣν φυσικῶς ὡς δημιουργὸς ἐδέσποζε, τούτων διὰ τῆς ἐνανθρωπήσεως βασιλεύσας, ἣ κατὰ γνωμικὴν οἰκείωσιν, ἣ ἐξουσίαν βασιλεῖ καὶ κριτῇ πρέπουσαν. γάμον δὲ ἀρνίου τὴν τῆς Ἐκκλησίας πρὸς τὸν Χριστὸν συνάφειαν φησὶν, ἧς ἁρμοσταὶ οἱ θει-οι γεγόνασιν Ἀπόστολοι, δι’ ωτν αὐτῇ ὁ ἀρραβὼν ἐδόθη τοῦ Πνεύματος, ὡς ἀποληψομένην τότε τὴν πρόσωπον κατὰ πρόσωπον εἰλικρινῆ συνάφειαν.

Καὶ ἡ γυνὴ αὐτοῦ.

Tὸ βύσσινον τὴν Ἐκκλησίαν ἐνδεδύσθαι δηλοῖ τὸ λαμπρὸν τῶν ἀρετῶν, καὶ ἐννοήσει λεπτὸν καὶ ὑψηλὸν ἐν θεωρήμασιν. τούτοις γὰρ τὰ θεῖα ἐξυφαίνονται δικαιώματα. δεῖπνον δὲ Χριστοῦ ἡ τῶν σωζομένων ἑορτὴ καὶ εὐφροσύνη ἐναρμόνιος, ἧς μακάριοι οἱ τευξό- τευξόμενοι, καὶ τῷ ἁγίῳ τῶν καθαρῶν ψυχῶν νυμφίῳ εἰς τὸν αἰώνιον νυμφῶνα συνεισελευσόμενοι. πολλῶν δὲ ὄντων τῶν τοῦ μέλλοντος αἰῶνος ἀγαθῶν, καὶ πᾶσαν ὑπερβαινόντων διάνοιαν, πολυωνύμως ἡ τούτων μετοχὴ προφέρεται· ποτὲ μὲν ὡς βασιλεία οὐρανῶν διὰ τὸ ἔνδοξον αὐτῆς καὶ τίμιον, ποτὲ δὲ ὡς παράδεισος διὰ τὴν ἀν- έκλειπτον τῶν ἀγαθῶν πανδαισίαν, ποτὲ δὲ ὡς κόλποι Ἀβραὰμ, διὰ τὴν ἐκεῖ τῶν κεκμηκότων ἀνάπαυσιν· ποτὲ δὲ ὡς νυμφὼν καὶ γάμος, οὐ μόνον διὰ τὴν εὐφροσύνην τὴν ἄληκτον, ἀλλὰ καὶ διὰ τὴν εἰλικρινῆ καὶ ἄρρητον τοῦ Θεοῦ πρὸς τοὺς αὐτοῦ δούλους συνά- φειαν, τοσοῦτον ὑπεραίρουσα τὴν τῶν σωμάτων πρὸς ἄλληλα κοι- νωνίαν, ὅσον φῶς σκότους, καὶ μύρον δυσωδίας διέστηκεν.

Καὶ ἔπεσον ἔμπροσθεν.

Μὴ προσκύνει με, φησὶν, ὁ θεῖος Ἄγγελος ὡς τὰ μέλλοντα προλέγοντα· ἡ γὰρ εἰς Χριστὸν ὁμολογία, ἤγουν μαρτυρία αὕτη χορηγός ἐστι προφητικοῦ πνεύματος. καὶ ἑτέρως δὲ νοητέον, ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιωθῇ ἡ Χριστοῦ μαρτυρία καὶ ἡ πίστις ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσ- κύνει, ἀλλὰ τῷ πάντων τὸ κράτος ἔχοντι.

Καὶ εἶδον τὸν οὐρανόν.

Tὸ ἠνεῶχθαι τὸν οὐρανὸν δηλοῖ τὴν τοῦ ὁραθέντος κριτοῦ παρου- σίαν ἐλεύσεσθαι, ὥσπερ ἡ τῶν ἐνταῦθα παραπετασμάτων συνολκὴ τῶν ἐπὶ γῆς δικαστῶν, τὴν κατὰ τῶν ὑπευθύνων κρίσιν καὶ ἀπό-

563
φασιν. ὁ δὲ λευκὸς ἵππος τὴν τῶν ἁγίων φαιδρότητα τὴν μέλλουσαν, ἧς ἐποχούμενος κρινεῖ τὰ ἔθνη τοῖς ὀφθαλμοῖς, ἤγουν τῇ ἐποπτικῇ δυνάμει αὐτοῦ ἀφωρίζων φλόγα πυρὸς δικαίοις μὲν φωτιστικὴν, ἀλλ’ οὐ καυστικὴν, ἁμαρτωλοῖς δὲ καυστικὴν, ἀλλ’ ἀφώτιστον. τὰ δὲ πολλὰ διαδήματα, ἣ τὴν κατὰ πάντων αὐτοῦ βασιλείαν τῶν ἐν οὐρανῷ καὶ γῇ αἰνίττεται· τοσαῦτα γὰρ ὅσα καὶ τὰ ἐν Ἀγγέλοις τάγματα, καὶ τὰ ἐπὶ τῆς γῆς σκῆπτρα καὶ τὰ ἐν ἁγίοις ἀνθρώποις συστήματα, ἣ τὰ ἐν πάσαις ταῖς περὶ ἡμᾶς οἰκονομίαις κατὰ τῶν ἁμαρτωλῶν διὰ μακροθυμίας νίκην.

Ἔχων ὀνόματα γεγραμμένα.

Τὸ ἄγνωστον τοῦ ὀνόματος τὸ τῆς οὐσίας αὐτοῦ σημαίνει ἀκατάληπτον· ταῖς γὰρ οἰκονομίαις ὣν πολυώνυμος, ὡς ποιμὴν, ὡς ἥλιος, ὡς φῶς, ὡς ζωὴ, ὡς δικαιοσύνη, ὡς ἁγιασμὸς, ὡς ἀπολύτρωσις, καὶ ταῖς ἀποφάσεσιν ὁμοίως, ὡς ἄφθαρτος, ὡς ἀόρατος, ὡς ἀθάνατος, ὡς ἀναλλοίωτος, τῇ οὐσίᾳ ἀνώνυμος καὶ ἀνέφικτος ἑαυτῷ μόνῳ, σὺν τῷ Πατρικαὶ τῷ Πνεύματι γινωσκόμενος.

Καὶ περιβεβλημένος ἱμάτιον.

Διὰ τούτων τὰ προεκτεθέντα πιστοῦται, πῶς ὁ ἀνώνυμος καὶ πᾶσιν ἄγνωστος, ἐνταῦθα Λόγος ὀνομάζεται· ἣ πρὸς ἔνδειξιν τῆς υἱϊκῆς ὑποστάσεως, καὶ τῆς ἀπαθοῦς ἐκ πατρὸς γεννήσεως, καθάπερ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ πρόεισιν, ἣ τῷ πάντων τῶν ὄντων τοὺς λόγους ἐν ἑαυτῷ φέρειν, ἣ τὸ ἐξαγγελεὺς εἶναι τῆς πατρικῆς σοφίας τε καὶ δυνάμεως.

Καὶ τὰ στρατεύματα. Διὰ τούτων αἱ οὐρανίαι τάξεις σημαίνονται, τῷ λεπτῷ τῆς οὐσίας καὶ τῷ τῶν νοημάτων ὑψηλῷ καὶ λαμπρῷ τῶν ἀρετῶν κατηγλαισμέναι, καὶ τῆς ἀκριβοῦς πρὸς Θεὸν ἑνώσεως.

Καὶ ἐκ τοῦ στόματος αὐτοῦ.

Ἡ ῥομφαία αὕτη δηλοῖ τὴν ἐπαχθησομένην τοῖς ἀσεβέσι καὶ ἁμαρτωλοῖς κόλασιν κατὰ δίκαιον κρίμα καὶ πρόσταγμα ἐκ τοῦ θείου στόματος ἐκφερόμενον, δι’ οὗ τῇ ἀθραύστῳ τῶν ἀπεράντων κολάσεων πρὸς ἀνενεργησίαν τῆς πολυσχεδοῦς κακίας ποιμαν-

564
θήσονται. τὴν δὲ ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ πατεῖ, ὅτι ὁ Πατὴρ οὐ κρίνει οὐδένα, ἀλλ’ αὐτῷ τὴν κρίσιν ὡς ἀνθρώπῳ δέδωκεν, ἣν φυσικῶς ὡς Υἱὸς ἀρχῆθεν ἐκέκτητο.

Καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον.

Τοῦτο τὸ ὄνομα δηλοῖ, τὸ τῆς θείας ἐνανθρωπήσεως ἄτμητον, καθ’ ἣν Θεὸς ὢν, σαρκὶ πέπονθεν, καὶ ἄνθρωπος ὑπάρχων, Βασιλεύς βασιλέων ἐστὶ καὶ Κύριος κυρίων, τῶν βασιλευσάντων τῶν παθὼν, καὶ τὸ κῦρος καὶ τὸ κράτος κάτα τῆς ἁμαρτίας κτησαμένων διὰ Χριστοῦ, καὶ συμβασιλευσάντων αὐτῷ ἐν τῷ μέλ- λοντι.

Καὶ εἶδον ἕνα ἄλλον.

Τοῦτον ἕνα τῶν ὑπερεχόντων Ἀγγέλων εἶναι νομίζομεν, τοῖς λοιποῖς Ἀγγέλοις εὐφροσύνην ἐγκελευόμενον ἐπὶ τῇ τῶν ἁμαρτωλῶν κολάσει, καὶ τῇ τῆς ἁμαρτίας ἐκλείψει. ὄρνεα δὲ τοὺς Ἀγγέλους διὰ τὸ ὑψιπετὲς καὶ μετάρσιον πρὸς ἡμετέραν σαφήνειαν ὠνόμασεν, οἷς τροφή ἐστιν ἡ τοῦ θείου θελήματος ἐκπλήρωσις. ἐν μεσουρανήματι δὲ, ἵνα καὶ τοῖς Ἀγγέλοις καὶ τοῖς ἀνθρώποις μεθεκτὴ ἡ ἄνοδος, καὶ ἡ προλεχθεῖσα εὐφροσύνη γένηται, ὧν ἡ μεσιτεία ἀναγωγικὴ τῶν κάτω καθέστηκεν, δι’ ὧν οἱ ἅγιοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἁρπάζονται.

Δεῦτε συνάχθητε εἰς τὸν δεῖπνον.

Τὸ μὲν προηγούμενον τοῦ Θεοῦ θέλημα, ὃ καὶ εὐδοκία λέγεται, καὶ δεῖπνον αὐτῷ περιπόθητον, ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· τὸ δὲ δεύτερον κολασθῆναι τοὺς ἑαυτοῖς ἐπισπωμένους τὴν κόλασιν. τὸ τοίνυν πατρικὸν θέλημα ὁ Χριστὸς βρῶσιν οἰκείαν ἐκάλεσε. τοῦτο τοίνυν ἐνταῦθα δεῖπνον Θεοῦ ὀνομάζεται, μάζεται, τυγχάνον τῶν ἀνθρώπων ὧν ἕκαστος δι’ ἔργων ἐπεθύμησεν ἢ βασιλείας ἢ τιμωρίας. διὰ δὲ τῆς βρώσεως τῶν σαρκῶν αημαίνεται ὁ τῶν σαρκικῶν πάντων ἀφανισμὸς, καὶ ἡ τῶν ἀρχικῶν ἐπὶ γῆς ὀνομάτων ἔκλειψις. ἵππων δὲ μέμνηται, οὐχ ὡς αὐτῶν ἀναστησομένων, ἀλλὰ διὰ μὲν τούτων ἢ τοὺς θηλυμανεῖς, ἢ τοὺς ὑποβεβηκότας ἐν πονηρίᾳ, ἢ καὶ ἀμφότερα. διὰ δὲ τῶν ἐπιβατῶν αὐτῶν, τοὺς ἐν κακίᾳ προὔχοντας αἰνιττόμενος· ὃ καὶ παρακατιὼν ἐσαφήνισεν εἰπὼν, ἐλευθέρων τε καὶ δούλων, μικρῶν τε καὶ

565
μεγάλων. διὰ μὲν τῶν ἐλευθέρων καὶ μεγάλων τοὺς μᾶλλον ἐξουσιαστικῶς ἁμαρτάνοντας. διὰ δὲ τῶν δούλων καὶ μικρῶν τοὺς ἧττον ἣ κατὰ γνώμην ἣ καθ’ ἡλικίαν ἢ κατὰ ἀσθένειαν.

Εἶδον τὸ θηρίον καὶ τοὺς βασιλεῖς.

Τοὺς τῷ διαβόλῳ στρατευομένους πληθυντικῶς ὀνομάσας διὰ τὸ πολυσχεδὲς τῆς ἁμαρτίας, καίπερ ἐλάχιστον μέρος τῶν Ἀγγελικῶν δυνάμεων καὶ ἰσαγγέλων ἀνθρώπων ὑπάρχοντας τοὺς τῷ Χριστῷ ἑπομένους, ἑνικῶς στράτευμα εἶπε, διὰ τὸ τῆς γνώμης ἑνιαῖον θέλημα.

Καὶ ἐπιάσθη τὸ θηρίον.

Εἰ καὶ τῷ Σωτήρι’ Χριστῷ οὗτοι, δηλαδὴ ὁ Ἀντίχριστος καὶ ὁ ψευδοπροφήτης σὺν τοῖς πειθαρχήσασιν αὐτοῖς βασιλεῦσι καὶ ἄρχουσιν, ἀντετάξαντο, ἀλλ’ ἀμφότεροι ἡττηθέντες ὁ τε Ἀντίχριστος καὶ ὁ ψευδοπροφήτης, σημείοις καὶ τέρασι ποιήσας τὸν ἀπατεῶνα εὐπαράδεκτον, ὑπὸ τῆς θείας δίκης καταλαμβάνονται.

Ζῶντες ἐβλήθησαν.

Εἰκὸς μὲν οὗτοι τὸν κοινὸν οὐκ ἀποθνήσκουσι θάνατον, ἀλλ’ ἐν ῥιπῇ ὀφθαλμοῦ ἀπαθανατιζόμενοι τῷ δευτέρῳ θανάτῳ τῇ λίμνῃ τοῦ πυρὸς καταδικάζονται. εἰ δέ τισιν οὐ τοῦτο δοκεῖ, διὰ τὸ φήσαι τὸν Ἀπόστολον ἀναιρεῖσθαι αὐτὸν τῷ πνεύματι τοῦ θείου προστάγματος, εἰκὸς εὑρίσκεσθαι τοὺς δύο ζῶντας ἐν ἀφθάρτῳ τῷ σώματι μετὰ τὴν καταργηθεῖσαν αὐτῶν ὑπὸ Θεοῦ δυναστείαν, τῷ πυρὶ τῆς γεέννης παραδίδοσθαι, ἥτις αὐτοῖς ἔσται θάνατος καὶ ἀναίρεσις τῷ θείῳ τοῦ Χριστοῦ προστάγματι.

Καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν.

Δύο θανάτων ὄντων, τοῦ μὲν πρώτου τοῦ χωρισμοῦ τῆς ψυχῆς τοῦ σώματος· τοῦ δὲ δευτέρου, τῆς εἰς γεένναν ἐκπομπῆς· ἢ τοίνυν καὶ οὗτοι σὺν τῷ Ἀντιχρίστῳ τὸν πρότερον διὰ σαρκὸς προηγησάμενοι θάνατον τῆ τοῦ Θεοῦ ῥομφαίᾳ, δηλαδὴ τῷ Χριστοῦ προστάγματι, εἶθ᾿ οὕτως τὸν δεύτερον ὑπέστησαν θάνατον. ἢ ὅτι καὶ τούτους φησὶ κοινωνῆσαι τοῖς ἀπατήσασιν αὐτοῖς τοῦ δευτέρου μόνου θανάτου τῆς αἰωνίου κολάσεως. τὸ δὲ χορτασθῆναι τὰ ὄρνεα τῶν σαρκῶν αὐτῶν, ἣ κατὰ τὸ προαποδοθὲν καὶ νῦν

566
ἐξέλαβεν, ἢ ὅτι τοῖς ἁγίοις προσκορής ἐστιν καὶ ἐπαχθὴς καἰ βδελυκτὴ σαρκικὴ κίνησις.