Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ τὸ θηρίον ὃ εἶδον.

Διὰ μὲν τῆς παρδάλεως ἡ Ἑλλήνων, διὰ δὲ τῆς ἄρκου ἡ Περσῶν, διὰ δὲ τοῦ λέοντος ἡ Βαβυλωνίων βασιλεία σημαίνεται, ὧν κρατήσει ὁ Ἀντίχριστος ὡς Ῥωμαίων βασιλεύσας ἐρχόμενος, καὶ [*](h Sic.)

540
τὴν τούτου ἀρχὴν καθαιρήσων, ὅταν τοὺς ὀστρακίνους δακτύλους ποδῶν κατὰ τὸν Δανιὴλ θεάσηται· δι’ ὧν εἰς ι δηλοῦται ἀσθενὴς καὶ εὔθρυπτος τῆς βασιλείας διαίρεσις.

Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων.

Δώσει, φησὶν, ὁ Σατανᾶς ὁ νοητὸς δράκων τῷ Ἀντιχρίστῳ πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι ψεύδους πρὸς τὴν τῶν ἀστηρίκτων ἀπώλειαν.

Καὶ μίαν ἐκ τῶν κεφαλῶν.

Κεφαλὴν ὡς ἐσφαγμένην, εἶτέ τινα τῶν ἀρχόντων αὐτοῦ τεθανατῶσθαι, καὶ ὑπ’ αὐτοῦ διὰ γοητείας ἀπατηλῶς ἀνίστασθαι φαινόμενον, ἢ τὴν Ῥωμαίων βασιλείαν τῇ διαιρέσει σφαγὴν τρόπον τινὰ ὑπομένουσαν, τῇ μοναρχία τεθεραπεῦσθαι δοκοῦσαν, κατὰ τὴν εἰκόνα Αὐγούστου Καίσαρος.

Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ.

Τὸ εἰς τὸν Ἀντίχριστον θαῦμα καὶ εἰς τὸν ἐνεργοῦντα ἐν αὐτῷ διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ Δράκων προσκυνηθήσεται, δι’ οὗ καὶ νεκροὺς ἐγείρων, καὶ σημεῖα ἐπιτελῶν τοῖς πεπηρωμένοις τὰ τῆς διανοίας ὄμματα φανήσεται.

Καὶ ἐδόθη αὐτῷ στόμα.

Κατὰ θείαν συγχώρησιν φησὶ, τὰ τρία ἥμισυ ἔτη τὴν ἐξουσίαν ἕξει τῆς τε πρὸς Θεὸν βλασφημίας, τῆς τε τῶν ἁγίων κακώσεως. σκηνὴ δὲ τοῦ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ λόγου σκήνωσις, ἤγουν ἡ ἐνανθρώπησις, καὶ ἡ ἐν τοῖς ἁγίοις ἀνάπαυσις, καθ’ ὧν πάντων εἰς βλασφημίαν τραπήσεται, προσέτι δὲ καὶ τῶν ἁγίων Ἀγγέλων. Καὶ ἐδόθη αὐτῷ ἐξουσία. Κατὰ πάσης μὲν φυλῆς, φησὶν, καὶ γλώσσης τῇ πονήρᾳ ἐξουσίᾳ χρήσεται, ἐκείνων δὲ κρατήσει, ὧν τὰ ὀνόματα ἐν τῇ τῆς ζωῆς οὐ γέγραπται.

Εἴτις ἔχει οὖς.

Αξια φησὶ ἕκαστος τῶν πεπραγμένων δέξηται τὰ ἐπίχειρα. οἱ πρὸς τὸ κακοῦν τοὺς πλησίον ἕτοιμοι ὑπὸ τοῦ διαβόλου αἰχμαλωτισθήσονται καὶ τῇ Σατανικῇ μαχαίρᾳ τὸν ψυχικὸν ὑποστήσονται θάνατον, ᾧ δι’ ἔργων ἡττήθησαν, τούτῳ δουλούμενοι· οἱ δὲ πίστιν

541
εἰλικρινῆ καὶ ὑπομονὴν ἀμετάθετον ἐν τοῖς πειρασμοῖς ἔχοντες ἀνεξάλειπτοι τῆς βίβλου τῆς ζωῆς ἔσονται.

Καὶ εἶδον ἄλλο θηρίον.

Τὸ θηρίον τοῦτο, οἱ μὲν τὸν Ἀντίχριστον φασὶν, ἑτέροις δὲ ἔδοξε τὰ δύο αὐτοῦ κέρατα τὸν Ἀντίχριστον καὶ τὸν ψευδοπροφήτην αἰνίττεσθαι. ὁμολογουμένου δὲ καὶ τοῦ ψευδοπροφήτου ἐν ἰδίῳ προσώπῳ ἔρχεσθαι, οὐκ ἄτοπον τὸν μὲν δράκοντα εἰς τὸν Σατανᾶν νοεῖσθαι, τὸ δὲ θηρίον τὸ ἐκ τῆς θαλάσσης ἀναβαῖνον, εἰς τὸν Ἀντίχριστον· τὸ δὲ παρὸν ἐκ τῆς γῆς μὲν ἀνερχόμενον, δηλαδὴ τῆς γηΐνης καὶ χαμαιπετοῦς πολιτείας, ἔχων δὲ δέκα κέρατα ὅμοια ἀρνίῳ, διὰ τὸν ἐν δορᾷ προβάτου λύκον ἔνδον τὸ φονικὸν περικαλύπτειν, καὶ διὰ τὴν ἐν προοιμίοις αὐτοῦ τῆς εὐσεβείας μόρφωσιν εἰς τὸν ψευδοπροφήτην. ἐλάλει δέ, φησιν, ὡς δράκων. τὰ γὰρ τοῦ ἀρχεκάκου διαβόλου πράξει τε καὶ φθέγξεται· ἐξουσία γὰρ αὐτῷ σημείων καὶ τεράτων δίδοται, ἵνα ποιῇ ἔμπροσθεν τοῦ Ἀντιχρίστου, προοδοποιῶν αὐτῷ τὴν τῆς ἀπάτης ὁδόν.

Καὶ ποιήσει τὴν γῆν.

Πάντα πράξει διὰ γοητείας, φησὶν, ὁ τοῦ ψευδοχρίστου πρόδρομος πρὸς ἀπάτην τῶν ἀνθρώπων, πρὸς τὸ, Θεὸν νενομίσθαι τὸν Ἀντίχριστον, ὡς ὑπὸ τοιούτων τεραστίων ἐργάτου μαρτυρούμενον, κατὰ μίμησιν Ἰωάννου τοῦ βαπτιστοῦ τοῦ τῷ Σωτήρι’ τοὺς πειθομένους προσάγοντος. τὴν δὲ τῆς πληγῆς τοῦ θηρίου θεραπείαν, εἰρῆσθαι φασὶ τὴν τῆς διῃρημένης βασιλείας δοκοῦσαν πρὸς ὀλίγον γίνεσθαι ἕνωσιν· ἣ τῆς φθαρείσης τοῦ Σατανᾶ τυραννίδος πρός μικρὰν διὰ τοῦ Ἀντιχρίστου ἀνόρθωσιν, ἢ τινὸς τῶν προσοικειωμένων αὐτῷ τεθνεῶτος ἀπατηλὴν ἀνάστασιν. οὐ θαυμαστὸν δὲ ἐν ἀφθαλμοῖς τῶν ἀπατωμένων πῦρ ὁρᾶσθαι οὐρανόθεν κατερχόμενον, ὅπου γε καὶ ἐν τῇ ἱστορίᾳ τοῦ Ἰὼβ τοῦτο κατεληλυθὸς, κατὰ θείαν συγχώρησιν καὶ Σατανικὴν ἐνάργειαν, καὶ τὰ κτήνη αὐτοῦ καταναλῶσαν μεμαθήκαμεν.

Καὶ πλανᾶ τοὺς κατοικοῦντας.

Πλανᾷ φησι τοὺς ἐν τῇ γῇ τὴν διηνεκῆ κατοίκησιν τῆς καρδίας ἔχοντας· τοὺς γὰρ ἐν οὐρανῷ κεκτημένους τὸ πολίτευμα, οὐκ

542
ἀπατᾷ ἡ αἴσθησις, ἠσφαλισμένους ἀκριβῶς τῇ προαναφωνήσει τῆς αὐτοῦ ἐλεύσεως.

Λέγων τοῖς κατοικοῦσιν.

Ἱστόρηται πολλάκις γοητείαις λαλῆσαι δι’ εἰκόνων καὶ ξοάνων καὶ δένδρων καὶ ὑδάτων, διά τε Ἀπολλωνίου, διά τε ἑτέρων, δαίμονας· οὕτω τοίνυν καὶ τὸν ὑπασπιστὴν τοῦ Ἀντιχρίστου οὐδὲν ἀπεικὸς διὰ δαιμόνων ἐνεργούντων ποιῆσαι εἰκόνα τῷ θηρίῳ, καὶ δεῖξαι ταύτην λαλοῦσαν, παρασκευάσαι τε ἀναιρεῖσθαι τοὺς τούτην μὴ προσκυνοῦντας.

Ἵνα δῶσιν αὐτοῖς χάραγμα.

Καὶ τὸ χάραγμα δὲ τοῦ ὀλεθρίου ὀνόματος τοῦ ἀποστάτου, πᾶσιν ἐπιθεῖναι σπουδάσει ὁ ψευδοπροφήτης· ἐν μὲν ταῖς δεξιαῖς, ἵνα τῶν ἀγαθῶν ἔργων ἐκκόψῃ τὴν ἐνέργειαν, ἐν δὲ τοῖς μετώποις, ἵνα ἐν τῆ πλάνη καὶ τῶ σκότει διδάξῃ τοὺς ἀπατωμένους παρρησιάζεσθαι. καὶ τὴν ψῆφον δὲ τοῦ θηρίου πλατῦναι πανταχοῦ ἐπιτηδεύσει, ἔν τε ὠναῖς καὶ πράσεσιν, ἵνα τοῖς τοῦτο μὴ λαμβάνουσιν, ἐκ τῆς τῶν ἀναγκαίων ἐνδείας, βίαιος ἐπαχθῇ θάνατος.

Ὧδε ἡ σοφία ἐστίν.

Τὴν μὲν ἀκρίβειαν τῆς ψήφου ὡς καὶ τὰ λοιπὰ τὰ περὶ αὐτοῦ γεγραμμένα, ὁ χρόνος ἀποκαλύψει καὶ ἡ πείρα τοῖς νήφουσιν. εἰ γὰρ ἔδει, καθώς φασί τινες, σαφῶς γνωσθῆναι τὸ τοιοῦτον ὄνομα, ὁ τεθεαμένος ἂν αὐτὸ ἀπεκάλυψεν· ἀλλ’ οὐκ εὐδόκησεν ἡ θεία χάρις ἐν θείᾳ βίβλῳ τὸ τοῦ λυμεῶνος ὄνομα ταγῆναι· ὡς ἐν γυμνασίας δὲ λόγῳ πολλά ἐστιν εὑρεῖν ὀνόματα, τὸν ἀριθμὸν τοῦτον περιέχοντα, προσηγορικά τε καὶ κύρια. κύρια μὲν, οἷον Λαμπέτις, Τειτὰν διὰ τῆς διφθόγγου ἐκ τοῦ τενῶ μέλλοντος, ὁμοίως Λατεῖνος, Βενέδικτος, ὅπερ ἑρμηνεύεται εὐλογμηένος ἣ εὐλογητὸς, κατὰ μίμησιν τυχὸν τοῦ ἀληθῶς εὐλογημένου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· προσηγορικὰ δὲ, κακὸς ὁδηγὸς, ἀληθὴς βλαβερὸς, παλαιβάσκανος, οἷς ἐκ τῶν ἐναντιουμένων αὐτοῦ τῇ πλάνῃ ἐπικληθήσεται, τὴν οἰκείαν δόξαν ἐν τῇ αἰσχύνῃ τιθέμενος.