Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ εἶδον ἄλλον. Ἄγγελον.

Τοῦτον ἅγιον Ἄγγελον νοεῖσθαι, ἥ τε νεφέλη καὶ ἡ ἴρις καὶ τὸ ἡλιοπρεπὲς φῶς ἐμφαίνουσιν. διὰ τούτων γὰρ τὸ οὐράνιον καὶ ποικίλον ἐν ἀρεταῖς καὶ τὸ φωτεινὸν τῆς ἀγγελικῆς οὐσίας τε καὶ νοήσεως δείκνυται. οἱ δὲ τοῦ πυρὸς στῦλοι, τὸ φοβερὸν καὶ

530
κολαστικὸν κατὰ τῶν ἀνοσιουργῶν σημαίνουσι, τῶν τε ἐν γῇ λῃστευόντων, τῶν τε ἐν θαλάσσῃ πειρατευόντων· διὸ τῇ μὲν τὸν δεξιὸν πόδα, τῇ δὲ τὸν ἀριστερὸν ἐπέθηκεν, ἵνα τῶν ἐν ἑκατέρᾳ παρανόμων τὴν δίκην αἰνίξηται· τὸ δὲ βιβλίον ἅτε μικρὸν ὂν καὶ ὑποκοριστικῶςf λεχθὲν, τῶν σφόδρα πονηροτάτων τὰ ὀνόματα τὰς πράξεις περιέχειν φαίνεται, οἷον τῶν ἐν γῇ λῃστευόντων, ἣ ἑτέρως ἀνοσιουργούντων, καὶ τῶν ἐν θαλάσσῃ πειρατευόντων, ὧν τὴν κόλασιν αἰνίττεται, τοὺς πόδας ἐκτείνων ἔπι τε τῆς γῆς ἐπί τε τῆς θαλάσσης ὁ Ἄγγελος.

Καὶ ἔκραξε φωνή.

Ἡ φωνὴ δὲ τοῦ Ἀγγέλου βρυχμῷ λέοντος ἀφωμοιωμένη, τὸ φοβερὸν καὶ ἀνύποιστον τῆς αὐτοῦ ἀπειλῆς ἐνδείκνυται. τὰς δὲ ἑπτὰ βροντὰς ἡγούμεθα, ἢ ἑπτὰ φωνὰς νοεῖσθαι ἐξ ἑνὸς διαρθρουμένας Ἀγγέλου, ἢ ἑπτὰ ἑτέρους ἁγίους Ἀγγέλους, τὰ μέλλοντα προαγορεύοντας, ὡς ἐντεῦθεν δηλοῦσθαι τοῦ προτέρου Ἀγγέλου τούτους εἷναι δευτερεύοντας, καὶ ἐκεῖθεν τὴν ἀφορμὴν τοῦ προφητεύειν λαμβάνοντας.

Καὶ ὅτε ἐλάλησαν.

Καὶ διὰ τούτων δείκνυται ἄδηλα εἶναι νῦν τὰ δι’ αὐτῆς τῆς πείρας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως ἑρμηνευόμενα, ἐξ ὧν ἐκ τῆς οὐρανίου φωνῆς ὁ Εὐαγγελιστὴς ἔμαθεν, τῇ μὲν διανοίᾳ τὰς φωνὰς ἐνσημήνασθαι, τὴν δὲ τελείαν κατάληψιν, καὶ τὴν τρανὴν τούτου διασάφησιν τοῖς τελευταίοις χρόνοις ταμιεύεσθαι· ἐσφραγισμένους γὰρ καὶ ἐμπεφραγμένους τοὺς τοιούτους λόγους, καὶ ὁ Δανιὴλ ἐδιδάσκετο.

Καὶ ὁ Ἄγγελος ὃν εἶδον.

Κύριος μὲν κα οὐδενὸς ἔχων μείζονος ὀμόσαι, καθ’ ἑαυτοῦ ὄμνυσιν, Ἄγγελοι δὲ ὡς κτίσματα, κατὰ τοῦ κτίσαντος, τὰ ὑπ’ αὐτῶν λεγόμενα διὰ τὴν ἡμετέραν ἀπιστίαν πιστούμενοι· ὄμνυσι δὲ χρόνον μηκέτι εἶναι ἢ ἐν τῷ μέλλοντι, ἐν ᾧτ’ οὐ χρόνον ἡλίῳ μετρούμενον, ἀλλὰ ζωὴ αἰώνιος, ἀριθμὸν χρονικὸν ὑπερβαίνουσα. [*](f Ὑποκοριστικὸν λέγεται τὸ ὁμοίωσιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν. δηλοῖ δὲ καὶ ὄνομα σμικρότατον, οἷον βρεφίλιον (leg. βρεφύλλιον), παιδίσκιον, βιβλιδάριον. in marg.)

531
ἣ χρόνος μακρὸς οὐκ ἔσται μετὰ τὰς ἓξ φωνὰς τοῦ Ἀγγέλου τοῦ πληρωθῆναι τὰ προφητευθέντα.

Ἀλλ’ ἐν ταῖς ἡμέραις.

Ἐκ τούτων σημαίνειν οἶμαι τὴν τῶν ἓξ αἰώνων παραδρομὴν ἐν ταῖς ἡμέραις τοῦ ἑβδόμου αἰῶνος· διὰ τῆς ἑβδόμης σημαινομένης σάλπιγγος, τὰ ἐκ τῶν ἁγίων προφητῶν εἰρημένα πρὸ τῆς συντελείας συμβήσεσθαι πέρας δέχεσθαι. εὐαγγελισμὸς δὲ ἡ τούτων ἐκπλήρωσις, διὰ τὴν ἡτοιμασμένην τοῖς ἁγίοις ἀνάπαυσιν.

Καὶ ἡ φωνὴ ἢν ἤκουσα.

Κἀνταῦθα ἄλλη τις ἀγγελικὴ ὑπερτέρα δύναμις τῷ εὐαγγελιστῇ ἐγκελεύεσθαι φαίνεται, διὰ τῆς βίβλου τὴν γνῶσιν τῶν χρησμοδοτηθέντων ὑποδέξασθαι.

Καὶ λέγει μοι, λάβε.

Γλυκεῖα μέν σοι, φησὶν, ἡ τῶν μελλόντων γνῶσις, πικρανεῖ δέ σου ὅμως τὴν κοιλίαν, δηλαδὴ τὴν καρδίαν, τὴν τῶν λογικῶν τροφῶν χωρητικὴν, τῇ συμπαθείᾳ τῶν τὰς θεηλάτους κατὰ θεῖον κρίμα δεχομένας μάστιγας. νοεῖται δὲ καὶ ἑτέρως. ἐπείπερ ἅγιος ὢν, τῇ πείρᾳ τῶν πράξεων οὐκ ἐγεύσατο, διὰ τῆς τοῦ βιβλίου καταπόσεως, τοῦ τὰς πράξεις τῶν ἀνοσιουργῶν περιέχοντος· τὸ ἐν ἀρχαῖς τῆς ἁμαρτίας γλυκὺ, πικρὸν δὲ μετὰ τὴν πρᾶξιν διὰ τὴν ἀμοιβὴν διδάσκεται.

Γλυκεῖα ἡ βίβλος ἐν τοῖς προοιμίοις διὰ τὰ φαιδρὰ, ἐπίπονος δὲ πρὸς τὰ τέλη διὰ τὰς πληγὰς, ὥσπερ καὶ ἡ ἁμαρτία γλυκεῖα τῇ γεύσει, πικρὰ δὲ τῇ πέψει, καὶ τῇ ἀναδόσει. συμπαθεῖς δὲ ὄντες οἱ ἅγιοι, μετὰ χαιρόντων χαίρουσι, καὶ μετὰ κλαιόντων κλαίουσι.

Καὶ ἔλαβον τὸ βιβλίον.

Διὰ τούτου δείκνυται, ἢ τὸ μὴ εὐθέως μετὰ τὴν ὅρασιν τῆς θείας Ἀποκαλύψεως τὰ ὁραθέντα πέρας δέχεσθαι, ἀλλὰ δεῖν τὸν μακάριον διά τε τοῦ Εὐαγγελίου, τε τῆς παρούσης Ἀποκαλύψεως, μέχρι συντελείας προφητεύειν τὰ μέλλοντα τοῖς ἀναγινώσκουσιν, ἣ τὸ μήπω τοῦτον θανάτου γεύσασθαι. ἐπὶ τέλει δὲ ἐλεύσεσθαι τῆς ἀπάτης τοῦ Ἀντιχρίστου τὴν παραδοχὴν κωλύσονται.

532

Καὶ λέγουσί μοι, δεῖ σε.

Διὰ τοῦ καλάμου τούτου δείκνυται πάντα νοερὰ εἶναι τὰ ἐν οὐρανοῖς φαινόμενα, καὶ τὰ παρ’ ἡμῖν ἄψυχα, ὥσπερ καὶ τὸ θυσιαστήριον καὶ ὁ θρόνος καὶ ἕτερα τινά· ἐπεὶ πῶς ὁ δοθεὶς αὐτῷ κάλαμος ἔλεγε, “ ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ·” οὗ δείκνυται, ἀγγελικῇ συνέσει ἐκμετρεῖν τὸν ναὸν τοῦ Θεοῦ. εἰ δέ τις εἴποι ὑπὸ τοῦ αὐτοῦ Ἀγγέλου καὶ τὸν κάλαμον δεδόσθαι αὐτῷ, καὶ ἀκηκοέναι “ ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦτον, τὸν κάλαμον μέτρον δηλοῦν γνώσεως, ἀναλογοῦν τῷ λαμβάνοντι, ἧς ἀξιοῦνται οἱ παρὰ Θεοῦ καὶ τῶν θείων Ἀγγέλων, δι’ ἔργων ἀγαθῶν γινωσκόμενοι, κατὰ τὸ, “ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.”