Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

ἀποκαλγψισ Ἰησοῦ Χριστοῦ, ἢν ἔδωκε κ.τ.λ. Ἀποκάλυψις ἐστὶν ἡ τῶν κρυπτῶν μυστηρίων δήλωσις καταυγαζομένου τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς, εἴτε διὰ θείων ὀνειράτων, εἴτε καθ’ ὕπαρ ἐκ θείας ἐλλάμψεως. δοθῆναι δὲ τῷ Χριστῷ ταῦτα φησὶν, ἀνθρωπινώτερον μᾶλλον περὶ αὐτοῦ τὸν λόγον ποιούμενος. ἐπείπερ ἐν τῷ Εὐαγγελίῳ τοῖς ὑψηλοῖς καὶ θεοπρεπέσιν ὑπὲρ πάντα ἐνδιέτριψε. κἀνταῦθα δὲ διὰ τοῦ διακονοῦντος Ἀγγέλου καὶ τοῦ τῶν μανθανόντων δούλων ὀνόματος, τὸ τῆς θεότητος τοῦ Χριστοῦ ἐμφαίνει μέγεθος· αὐτοῦ γὰρ δοῦλα τὰ σύμπαντα. τὸ δὲ ἐν τάχει γενέσθαι σημαίνει, τὸ τινὰ μὲν τῶν παρὰ πόδας γενέσθαι τῆς περὶ αὐτῶν προρρήσεως, καὶ τὰ ἐπὶ συντελείᾳ δὲ μὴ βραδύνειν. “ διότι χίλια ἔτη παρὰ Θεῷ, ὡς ἡμέρα ἡ “ ἥτις διῆλθεν.”

Καὶ ἐσήμανεν ἀποστείλας.

Ὁ Χριστός μοι, φησὶν, ὡς δεσπότης ὡς οἰκείῳ δούλῳ δι’ Ἀγγέλου ταῦτα δεδήλωκε, τὴν εἰς αὐτὸν ὁμολογίαν μαρτυρήσαντι, ἐφ’ ᾧ διὰ τῶν ὁραθέντων διαμαρτύρασθαι καὶ κηρύξαι πρὸς ἐπιστροφὴν τῶν ἀκουόντων, τά τε ὄντα καὶ τοὺς ἀνθρώπους λανθάνοντα, τάτε ἔσεσθαι μέλλοντα· προφητικῶς γὰρ ἑώρακεν ἀμφότερα· τέρα· καὶ δῆλον ἐκ τοῦ εἰρῆσθαι “ἄτινά εἰσιν, καὶ ἃ χρὴ γενέσθαι. ταῦτα δέ ἐστιν παραστατικὰ τοῦ ἐνεστῶτος χρόνου καὶ τοῦ μέλλοντος.

Μακάριος ὁ ἀναγινώσκων.

Μακαρίζει τοὺς διὰ τῶν πράξεων ἀναγινώσκοντας καὶ ἀκούοντας· ἐγγὺς γὰρ ὁ παρὼν καιρὸς, δι’ οὗ τοῦ μακαρισμοῦ τυχεῖν ἔξεστιν, καὶ πᾶσιν εἰς ἐργασίαν προκείμενος, ὥς φησιν ὁ Κύριος· ἐργάζεσθε ἕως ἡμέρα ἐστι. καὶ ἕτερος, ἐγγὺς ὁ καιρὸς ὁ τῆς τῶν ἐπάθλων διανομῆς, διὰ τὴν τοῦ παρόντος βίου σμικρότητα, συγκρίσει τοῦ μέλλοντος.

498

Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ.

Πολλῶν οὐσῶν κατὰ τόπον ἐκκλησιῶν, ἑπτὰ μόνους ἀπέστειλε, διὰ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ τὸ μυστικὸν τῶν ἁπανταχοῦ ἐκκλησιῶν σημαίνων, καὶ τῷ παρόντι βίῳ σύστοιχον, ἐν ᾗ ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος γίνεται, διὸ καὶ ἑπτὰ Ἀγγέλων καὶ ἑπτὰ ἐκκλησιῶν μέμνηται, αἷς φησι, “ χάρις ὑμῖν καὶ εἰρήνη’’ τῆς τρισυποστάτου θεότητος. διὰ μὲν γὰρ τοῦ ὁ ὣν, ὁ Πατὴρ δηλονότι, ὁ χρηματίσας τῷ Μωυσῆ, “ ἐγώ εἰμι ὁ ὤν· διὰ δὲ ὁ ἦν, ὁ Χριστὸς, ὃς ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· διὰ δὲ τοῦ ὁ ἐρχόμενος, ὁ Παράκλητος, ὁ ἀεὶ ἐπιφοιτῶν τοῖς τῆς Ἐκκλησίας τέκνοις διὰ τοῦ ἁγίου βάπτ’ βαπτίσματος, τελεωτέρως δὲ καὶ τρανωτέρως ἐν τῷ μέλλοντι.

Καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων.

Ἑπτὰ πνεύματα τοὺς ἑπτὰ Ἀγγέλους νοεῖν δυνατὸν, τοὺς τῆς Εκκλησίας λαχόντας τὴν κυβέρνησιν· οὐ συναριθμουμένους τῇ θεαρχικωτάτῃ καὶ βασιλίδι τριάδι, ἀλλ’ ὡς δούλους σὺν αὐτῇ μνημονευομένους. ἴσως δὲ ἑτέρως τοῦτο νοηθήσεται, διὰ μὲν τοῦ ὁ ὣν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος τοῦ Πατρὸς σημαινομένου, τοῦ περιέχοντος ἐν ἑαυτῷ πάντων τῶν ὄντων τήν τε ἀρχὴν καὶ τὰ μέσα καὶ τὰ τελευταῖα. διὰ δὲ τῶν ἑπτὰ πνευμάτων, τῶν ἐνεργειῶν τοῦ ζωοποιοῦ Πνεύματος· διὰ δὲ τοῦ ἑπομένου Χριστοῦ τοῦ Θεοῦ, τοῦ δι’ ἡμᾶς ἀνθρώπου γενομένου. πολλαχοῦ γὰρ ἀδιαφόρως ἑκάστη θεικὴ ὑπόστασις τῷ Ἀποστόλῳ προτάττεται καὶ ὑποτάττεται. ὡς δὲ τῷ θεολόγῳ Γρηγορίῳ δοκεῖ, εἰς τὸν Χριστὸν ἐξείληπται τὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος.

Ὃς μάρτυς πιστός ἐστιν.

Οὗτος ἐστι, φησιν, ὁ μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου, ὁ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, ὁ ἐκ νεκρῶν πρωτότοκος. ὧν γὰρ αὐτὸς κατάρχει, οὐκέτι, καθὼς οἱ πρότερον θανόντες καὶ ἀναστάντες, ὄψονται θάνατον, ἀλλ’ αἰωνίως ζήσονται.

Καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς.

Ἄρχων δὲ τῶν βασιλέων, ὡς βασιλεὺς τῶν βασιλευόντων.

“ ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς καὶ ἑτέρως τῶν γηΐνων λέγεται.

499

Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ.

Τούτῳ, φησὶν, ἡ δόξα πρέπει, τῷ δι’ ἀγάπην τῶν δεσμῶν τοῦ θανάτου λύσαντι ἡμᾶς, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων λούσαντι, τῇ ἐκχύσει τοῦ ζωοποιοῦ αὐτοῦ αἵματος καὶ ὕδατος, καὶ ποιήσαντι ἡμᾶς “ βασίλειον ἱεράτευμα,’’ ἀντὶ ἀλόγων θυσιῶν, “ “ ’σαν, τὴν λογικὴν θυσίαν τῷ Πατρὶ

Ἴδου ἔρχεται μετὰ νεφελῶν.

Ὁ ἐνταῦθα, φησὶν, ὡς ἀμνὸς σφαγιασθεὶς, ἐν τῇ πατρικῇ δόξῃ, κριτὴς ἐπὶ τῶν νεφελῶν ἐλεύσεται. εἴτε ἀσωμάτως νοουμένων διὰ τῶν νεφελῶν, νοερῶν δυνάμεων· ἐρχόμενον δὲ αὐτὸν μετὰ δόξης, πᾶς μὲν ὀφθαλμὸς ὄψεται, οἱ δὲ ἐκκεντήσαντες καὶ πᾶσαι αἱ τῆς γῆς φυλαὶ, αἱ τῇ ἀπιστίᾳ ἐμμείνασαι, κόψονται. τὸ δὲ ναὶ ἀμὴν, ἀντὶ τοῦ πάντως, τὸν αὐτὸν νοῦν τῆ Ἑλληνίδι καὶ Ἑβραί·δι γλώσσῃ ἐσήμανε. τὸ γὰρ ἀμὴν, ἑρμηνεύεται, γένοιτο.

’γὼ εἰμὶ τὸ Ἀλφὰ καὶ τὸ Ὠμέγα.

Ὁ Χριστὸς ἐνταῦθα δηλοῦται, ἅτε Θεὸς καὶ κρατῶν τῶν ἁπάντων ἄναρχός τε ὁμοῦ καὶ ἀτελεύτητος, ὢν καὶ προὼν, καὶ πέρας οὐκ ἔχων ὡς τῷ Πατρὶ συναΐδιος· τῶν θεοπρεπῶν φωνῶν ὁμοτίμως ἐφαρμοζουσῶν ἑκάστῃ θεικῇ ὑποστάσει, καὶ κοινῇ ταῖς τρισὶ, πλὴν τῶν ἰδιωτήτων, ἤγουν σχέσεων, καὶ τῆς τοῦ Λόγου ἐνανθρωπήσεως. καὶ δῆλον ἐξ ὧν τὸν τρισάγιον τῶν Σεραφὶμ ὕμνον, ἐν μὲν τῷ Εὐαγγελίῳ εἰς τὸν Υἱὸν μανθάνομεν λέγεσθαι, ἐν δὲ τῇ δημηγορίᾳ Παύλου ἐν ταῖς Πράξεσιν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. ἐν δὲ τῇ τῶν μυστηρίων προσφορᾷ, εἰς τὸν Πατέρα, πρὸς ὃν τὴν τοιαύτην εὐχὴν εἰθίσμεθα ποιεῖν.

Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν καὶ κοινωνὸς ἐν τῆ θλίψει.

Ἅτε ἀδελφὸς ὑμῶν φησιν ὢν καὶ συγκοινωνὸς ἐν ταῖς διὰ Χριστὸν θλίψεσιν, εἰκότως τὸ ἀξιόπιστον πα., ὑμῖν κέκτημαι. διὰ γὰρ τὴν μαρτυρίαν Ἰησοῦ, Πάτμον οἰκεῖν τὴν νῆσον καταδικασθεὶς, ἀπαγγέλλω τὰ ἑωραμένα ἐν αὐτῇ μυστήρια.

Ἐγενόμην ἐν πνεύματι ἐν τῆ Κυριακῇ ἡμερ́ᾳ.

Πνεύματι Ἁγίῳ γενόμενος κάτοχος, καὶ πνευματικὸν οὖς κτησάμενος, ἐν τῇ Κυριακῇ ἡμέρᾳ, κἀν τούτῳ τιμηθείσῃ διὰ τὴν

500
ἀνάστασιν, φωνῆς ἤκουσε σάλπιγγι ἐοικυίας, διὰ τὸ μεγαλόφωνον δηλούσης τὸ τοῦ Θεοῦ ἄναρχόν τε καὶ ἀτελεύτητον, διὰ τοῦ Α καὶ τοῦ Ω δηλούμενον, ἐξ ἧς ἐντέταλται τὰ κραθέντα ταῖς ἑπτὰ ἐκκλησίαις διαπέμψασθαι, διὰ τὸν προλεχθέντα ἑβδοματικὸν ἀριθμὸν, τὸν εἰς τὸν σαββατισμὸν καταντῶντα τοῦ αἰῶνος τοῦ μέλλοντος.

Καὶ ἐπέστρεψα βλέπειν.

Ὅτι οὐκ ἦν αἰσθητὴ ἡ φωνὴ, δηλοῖ λέγων· ἐπέστρεψα, οὐ τοῦa ἀκοῦσαι, ἀλλὰ τοῦ βλέπειν τὴν φωνήν· ταὐτὸν γάρ ἐστιν ἡ πνευματικὴ ἀκοή τε καὶ ὅρασις. ἐπιστρέψας δέ φησιν, εἰδον ἑπτὰ λυχνίας, ἃς παρακατιὼν τὰς ἐκκλησίας ἐννόησε, καὶ ἐν μέσῳ αὐτῶν τὸν Χριστὸν, ὁμοῖον ἀνθρώπῳ, διὰ τὸ καὶ Θεὸν αὐτὸν εἶναι καὶ οὐ ψιλὸν ἄνθρωπον, ἐνδεδυμένον ποδήρη, ὡς ἀρχιερέα τῶν ἄνω, κατὰ τάξιν Μελχισεδὲκ, ζώνην καὶ χρυσῆν περιεζωσμένον, οὐκ ἐν τῇ ὀσφύι, ὥσπερ οἱ λοιποὶ ἄνθρωποι πρὸς ἐποχὴν τῶν ἡδονῶν· ταύταις γὰρ ἡ θεία σὰρξ ἀνεπίβατος, ἀλλ’ ἐν στήθει πρὸς τοῖς μαζοῖς, ὅπως καὶ τὸ ἄσχετον τῆς δικαίας καὶ θείας ὀργῆς φιλανθρωπίᾳ συνέχηται, καὶ ἡ τὰς δύο διαθήκας, ἤγουν τοὺς δεσποτικοὺς μαζοὺς ζωννύουσα δειχθῇ ἀλήθεια· δι’ ὧν οἱ πιστοὶ τρέφονται. χρυσῆ δὲ ἡ ζώνη διὰ τὸ τίμιον καὶ καθαρὸν καὶ ἀκίβδηλον. λευκαὶ δὲ αἱ τῆς κεφαλῆς τρίχες ὡσεὶ ἔριον ἢ ὡς χιών. εἰ γὰρ καὶ πρόσφατος δι’ ἡμᾶς, ἀλλ’ ἀρχαῖος, μᾶλλον δὲ προαιώνιος· τούτου γὰρ ἡ λευκὴ θρὶξ σύμβολον. οἱ δὲ ὀφθαλμοὶ ὡς φλὸξ πυρὸς, τοὺς μὲν ἁγίους φωτίζοντες, τοὺς δὲ βεβήλους φλογίζοντες. τοὺς δὲ πόδας τὴν μετὰ σαρκὸς οἰκονομίαν δεῖ νοεῖν. οἱ πόδες γὰρ αὐτοῦ τῇ θεότητι ἐπιβάντες, τὴν ἡμετέραν σωτηρίαν κατειργάσαντο. πόδες δὲ καὶ οἱ θεμέλιοι τῆς Ἐκκλησίας. ὅμοιοι δὲ χαλκολιβάνῳ, ὅν φασιν οἱ ἰατροὶ εὐώδη εὐώδη θυμιώμενον, τὸν παρ’ αὐτοῖς καλούμενον ἄρρενα λίβανον, χαλκοῦ μὲν τῆς ἀνθρωπίνης, λιβάνου δὲ τῆς θείας νοουμένης φύσεως, δι’ ὧν δείκνυται καὶ τὸ εὐῶδες τῆς πίστεως, καὶ τὸ ἀσύγχυτον τῆς ἑνώσεως. ἣ του χαλκοῦ δηλοῦντος τὸ τοῦ κηρύγματος εὔηχον, τοῦ δὲ λιβάνου, τὴν τῶν ἐθνῶν ἐπιστροφήν. ὅθεν ἡ νύμφη ἔρχεσθαι κελεύεται. πόδες δὲ τοῦ Χριστοῦ καὶ οἱ Ἀπόστολοι, τῇ καμίνῳ τῶν πειρασμῶν πυρωθέντες.

[*](a αὐτοῦ Cod.)
501

καὶ ἡ φωνὴ αὐτοῦ.

Τὴν φωνὴν αὐτοῦ ὡς φωνὴν ὑδάτων πολλῶν λέγει εἶναι, εἰκότως· κοινὴ γὰρ ἡ φωνὴ αὐτοῦ τε καὶ τοῦ Πνεύματος, οὗ ποταμοὶ ἐκ τῆς κοιλίας τῶν πιστῶν ζῶντος ὕδατος ἔρρευσαν, καὶ εἰς πᾶσαν τὴν γῆν διαπρύσιον ἤχησαν.

Καὶ εἶχεν ἐν τῆ δεξιᾷ.

Ἀστέρας ἑπτὰ κατιὼν, τοὺς τῶν ἐκκλησιῶν, φησὶν, Ἀγγέλους. ῥομφαίαν δὲ δίστομον, τὴν κατὰ τῶν ἀσεβῶν, φησιν, ἀπόφασιν, τὴν τομωτέραν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ἣ καὶ τὴν περιτέμνουσαν μάχαιραν τοῦ Πνεύματος τὸν ἐντὸς ἡμῶν ἄνθρωπον. τὸ δὲ πρόσωπον αὐτοῦ φαίνειν ὡς ὁ ἥλιος λέγων, οὐκ αἰσθητὴ, τὴν αἴγλην φησὶν, ἀλλὰ νοητήν· ἥλιος γάρ ἐστι δικαιοσύνης τῇ οἰκείᾳ δυνάμει καὶ ἐξουσίᾳ καταυγάζων. οὐ καθὼς ὁ αἰσθητὸς ἥλιος ἅτε κτίσμα, θεοσδότῳ δὲ δυνάμει, καὶ θείῳ προστάγματι.

Καὶ ὅτε εἶδον αὐτὸν, ἔπεσον πρὸς τοὺς πόδας ὡς νεκρὸς.

Ταὐτὸν πεπονθότα τὸν Ἀπόστολον Ἰησοῦ τῷ Ναυὴ καὶ Δανιήλ, διὰ τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως, ἀνέρρωσεν ὁ Χριστὸς, φήσας αὐτῷ, μὴ φοβοῦ, οὐ γὰρ θανατῶσαι σε παραγέγονα· ὅς γε ἄναρχος ὣν καὶ ἀτελεύτητος, δι’ ὑμᾶς νεκρὸς γέγονα, καὶ ἔχω ἐξουσίαν τοῦ ᾅδου καὶ τοῦ θανάτου, τουτέστι τοῦ σωματικοῦ καὶ ψυχικοῦ θανάτου.

Γράψον οὖν ἃ εἶδες, καὶ ἅ εἰσι, καὶ ἃ μέλλει γίνεσθαι μετὰ ταῦτα.

Ἐπειδήπερ φῶς ἀληθινὸν ὁ Χριστὸς, τούτου χάριν λύχνοι οἱ τὸν αὐτοῦ πλουτοῦντες φωτισμὸν, ὡς τὴν νύκτα τοῦ παρόντος βίου καταλάμποντες· λυχνίαι δὲ αἱ ἐκκλησίαι ὀνομάζονται· εἰκότως, ὡς τοὺς φωστῆρας ἔχουσαι, τοὺς λόγον ζωῆς ἐπέχοντας. χρυσοῖ δὲ οἵτε λύχνοι καὶ αἱ λυχνίαι, διὰ τὸ τίμιον καὶ ἀκίβδηλον τῆς ἐν αὐτοῖς πίστεως. τούτων δὲ ἑκάστῃ, Ἄγγελος φύλαξ ἐφέστηκεν, καθώς φησιν ὁ Κύριος. οὓς τροπικῶς ἀστέρας διὰ τὸ φωτεινὸν καὶ καθαρὸν τῆς φύσεως ὠνόμασεν.

τῷ Ἀγγέλῳ τῆς ἐν Ἐφέσω ἐκκλησίας γράψον.

Διὰ του Ἀγγέλου τῆ Ἐκκλησία διαλέγεται, ὥσπερ ἄν τις

502
διὰ παιδαγωγοῦ τῷ παιδαγωγουμένῳ, οἰκειοῦσθαι γὰρ ὁ διδάσκαλος τὰ τοῦ μαθητοῦ πέφυκεν, εἴτε ἐγκλήματα, εἴτε κατορθώματα, ἅτε σπεύδων ἐξομοιοῦν ἑαυτῷ τὸν διδασκόμενον.