Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Οὐαὶ αὐτοῖς· ὅτι τῆ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο.

[*](b αὐτῷ B. sed μόνον in marg. c διὰ πανοῦργ’. usque ad ἀποφάσει caret Ν. d ἀσεβείας B. e ἁγίου B. f οὐδὲ B.)
164

Καὶ αὐτοὶ γὰρ ἀδελφοκτόνοι εἰσὶ, δι’ ὧν διδάσκουσι, τὰς τῶν ἀπατωμένων ἀποκτειννύντες g ψυχάς· ὅρα δὲ πῶς τὴν ὑπερβολὴν τῆς ἀσεβείας αὐτῶν δείκνυσιν· οὐ γὰρ ἠρκέσθη παραβαλεῖν αὐτοὺς Καῒν h τῷ ἀδελφοκτόνῳ· ὡς καὶ αὐτοὶ διὰ τῆς μυσαρᾶς αὐτῶν σπερμοσφαγίας i, τὸν δυνάμει ἄνθρωπον καὶ ἀδελφὸν ἀποκτειννύουσιν, ἀλλὰ καὶ τῷ Βαλαὰμ καὶ τῷ Κορέ· τῷ μὲν Κάϊν διὰ τὴν προειρημένην αἰτίαν· τῷ δὲ Βαλαὰμ, ὅτι κέρδους χάριν ἦλθε καταράσασθαι τὸν λαὸν τοῦ Θεοῦ· εἰ καὶ τὴν γλῶσσαν k αὐτοῦ εἰς εὐλογίαν ἔστρεψεν ὁ Θεός· τῷ δὲ Κορὲ, ὅτι διδασκαλικὸν ἀξίωμα ἥρπασεν, εἰς ὃ αὐτὸν 1 οὐκ ἔταξεν ὁ Θεός· ὡς γὰρ ὁ Ἀπόστολος λέγει, “ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλ’ ὁ καλούμενος ὑπὸ “ τοῦ Θεοῦ· ἅμα δὲ καὶ διδασκόμεθα ποῖον καὶ τούτων τὸ τέλος διὰ τῆς τιμωρίας ἐκείνων, οἷς αὐτοὺς καὶ ὡμοίωσεν. τὸν μὲν Ἀδὰμ, ἐξέβαλεν ὁ Θεὸς ἐκ τοῦ παραδείσου, καὶ κατῴκησεν ἀπέναντι m τῆς τρυφῆς τοῦ παραδείσου n, καὶ οὐκ ἐν γῆ Ναίδ’· τὸν δὲ Κάϊν οὔτε ἐξαπέστειλεν ὁ Κύριος o , οὔτε ἐξέβαλεν· ἀλλ’ αὐτὸς ἐξῆλθεν ἀπὸ προσώπου Κυρίου p. χρήσῃ q δὲ τῇ συγχωρήσει r τῶν ῥημάτων ἐν καιρῷ ποτὲ, ἐπ’ ἂν ὁ μέν τις ἐπιδικαζομένης s τῆς Ἐκκλησίας μὴ ἑκὼν αὐτῆς ἐξέρχεται ὡς ἐπὶ Ἀδὰμ, ἐν τῷ ἐξαποστέλλεσθαι ἐπιτιμητικῶς καὶ παιδευτικῶς ἀπὸ τῶν προεστηκότων t αὐτῆς· ὁ δὲ ὡς αὐθάδης καὶ καταφρονητὴς ὡς Κάιν· καὶ ἀποστάτης ἐξέρχεται πολλάκις, ἔσθ’ ὅτε καὶ παρακαλούμενος ὑπὸ τῶν νουθετούντων τοὺς ἀτάκτους· παραμυθουμένων u τοὺς ὀλιγοψύχους· ἀντεχομένων x τῶν ἀσθενῶν· ἐρεῖς γὰρ ὅτι οὗτος ὁ ἑκὼν καταλιπὼν τὴν Ἐκκλησίαν, καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν· θελήσας ἐκ τοῦ πονηροῦ γενέσθαι· καὶ διὰ τοῦτο ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ ὁ ἐξελθὼν δὲ μοχθηρᾷ y προαιρέσει καὶ βίῳ ἐπιλήπτῳ z καὶ δόγμασιν ἐναντίοις, ἀπὸ τῆς Ἐκκλησίας ἐξῆλθεν, ὡς Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ πάντως ὁ τοιοῦτος a οἰκεῖ ἐν τῇ γῇ Ναίδ’ κατέναντι Ἐδὲμ, ἐναντιούμενος τοῖς δόγμασι τοῦ παραδείσου τῆς τρυφῆς· Ναίδ’ δὲ [*](g ἐποκτέννυντες B. h τῷ Καῒν B. i σπερμοφαγίας B. k γλῶτταν B. mox om. αὐτοῦ. l αὐτοὺς B. m καὶ κατ. ἀπ. om. Ν. n τοῦ παρ. om. Ν. ο κυρ. ὁ Θεὸς B. p Θεοῦ B. q χρήσει B. r συγχρήσει B. ἐπιδικαζόμενος B. ἐπειδὴ καθqομένης Ν. t πρὸς ἑστηκότων B. u παραμυθούμενος B. x ἀντεχόμενος B. y μοχθηρὰ Codd. z ἐπιλίμπτῳ B. a ὅτι οὗτος B.)

165
ἑρμηνεύεται σάλος· ὁ οὖν φυγὰς ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ἔξω γενόμενος αὐτοῦ, ποῦ ἃν οἰκήσει b, ἣ ἐν σάλῳ χειμαζόμενος καὶ κυματούμενος ὑπὸ τοῦ σάλου τῶν παθῶν ;

Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι.

Περὶ ἀνθρώπων συγγνώμης πταιόντων ὑψηλότερα ἦν τῷ Ἀποστόλῳ ὁ λόγος· οὐ περὶ ἄστρων καὶ νεφῶν e, κυμάτων τε καὶ δένδρων· οἷς δὴ παραδείγμασι κέχρηται, ὅπερ ἔχουσιν ἐκεῖνα κατὰ φύσιν, τοῦτο πεπονθέναι τοὺς ἀνθρώπους κατὰ προαίρεσιν αἰτιώμενος· ὥσπερ γὰρ αἱ νεφέλαι αἱ ἄνυδροι αἱ ὑπὸ ἀνέμων ἐλαυνόμεναι, καὶ τὰ ἄκαρπα δένδρα, ἃ δισσῶς ἔφη ἀποθανόντα, οὐ τιμωρη- θήσονται, ἀλλ’ οὐδὲ τὰ κύματα τὰς ἑαυτῶν ἐπαφρίζοντα d αἰσχύνας, ἄλογα ὄντα καὶ αἰσθήσεως ἄμοιρα e. οὕτω καὶ οἱ λεγόμενοι ἀστέρες πλανῆται οὐ τὸν ζόφον κληρονομοῦσιν, ἀλλ’ οἱ ἄνθρωποι κατὰ προαίρεσιν ἁμαρτάνοντες· περὶ ὧν καὶ τὰ ὑποδείγματα ταῦτα ἐλήφθη, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· οἱ ἄνθρωποι οὗτοι, περὶ ὧν ὁ λόγος, ὥσπερ πλανῆται εἰσὶν ἀστέρες τῆς εὐθείας ἐκτρεπόμενοι, καὶ τὴν ἐναντίαν τῇ ἀρετῇ ὁδὸν βαδίζοντες· διὸ αὐτοῖς ὁ ζόφος τετήρηται, οὐχ ὡς ἄστρασιν, ἀλλ’ ὡς ἀνδράσιν· οὐ γὰρ περὶ ἄστρων ἣ νεφῶν f ἣ κυμάτων ἦν αὐτῷ, ὡς ἔφθην εἰπὼν, ὁ λόγος, ἀλλὰ περὶ ἀνθρώπων εἰς θηριωδίαν καὶ ἀσέλγειαν καὶ ἀλαζονείαν ἐκπεπτωκότων, καὶ διὰ τῆς συνουσίας καὶ τοὺς πλησιάζοντας λυμαινομένων g. εἰ γὰρ τὸν προσταχθέντα τοῖς ἄστρασι δι’ αἰῶνος θέουσι δρόμον, οὐ ποιητικοὺς αὐτοὺς κακῶν λεκτέον, ἀσεβὲς γὰρ καὶ ἄλογον, ἀλλ’ εἰ καὶ καθ’ ὑπόθεσιν δοθείη, ὅπερ τινες φασὶ, σημαντικοὺς h εἶναι, οὐδ’ οὕτως δώσουσι δίκας, οὐδὲ γὰρ οἱ προφῆται ἔδοσαν i, τὰ μέλλοντα παρὰ τῶν Ἰουδαίων πράττεσθαι καταμηνύσαντες· οὐ γὰρ k ἤδη δι’ ὧν προεμήνυσαν γέγονεν, ἀλλ’ ἐπειδὴ ἔμελλε γίνεσθαι προεμήνυσαν· δῆλον τοίνυν, ὡς οἶμαι, ὅτι οὐ περὶ ἄστρων, ὥσπερ οὐδὲ περὶ κυμάτων ἣ δένδρων ἣ νεφῶν l ἦν τῷ [*](b οἰκῆσαι B. c νεφελῶν B. d ἀπαφρφυσιν B. e ἄμυρα B. f νεφελῶν B. g λοιμαινομένων B. λυμαινόμενοι Ν. h σημαντικῶς αὐτοὺς εἶναι B. i ἔδωσαν B. κ οὐδὲ γὰρ εἰ δὴ προεμήηισαν B. l l νεφελῶν B.)

166
Ἀποστόλῳ ὁ λόγος· καθὼς καὶ ὁ πάσης τῆς Ἐπιστολῆς νοῦς μηνύει, ἀλλὰ περὶ ἁμαρτησάντων ἀνθρώπων, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται· ἀρξάμενος γὰρ ἀπὸ τῶν m παραδειγμάτων, εἰς τοὺς περὶ ὧν ἦν ὁ λόγος αὐτῷ n ἐτελεύτησεν.

Ἔτι κατὰ τὸν χρόνον ἐκεῖνον τῶν κοινῶν o ἐν ἐκκλησίαις γινομένων τραπεζῶν, περὶ ὧν καὶ ὁ Ἀπόστολος Κορινθίοις ἐπιστέλλει, συήεσαν p, οὐ χάριν τοῦ μεταλαβεῖν τοῦ Κυριακοῦ δείπνου, ἀλλ’ ἵνα καιρὸν εὕρωσι ψυχὰς ἀστηρίκτους δελεάζειν· τούτων γὰρ καὶ q ὁ Πέτρος ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ καταλέγει.

Δένδρα φθινοπωρινὰ, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα.

“ Δένδρα φθινπωρινὰ r” τοὺς ἀνοσίους αἱρετικοὺς φησὶν, οἵτινες ὑπὸ τῆς κακίας καταψυχθέντες, τὸν τῆς δικαιοσύνης καρπὸν οὐ διδόασι. δὶς δὲ ἀποθανόντας αὐτοὺς ἐκάλεσεν, ὡς ψυχῇ καὶ σώματι νεκρωθέντας· ψυχῇ s μὲν, ὡς λογιζομένῃ τὰ πονηρὰ, σώματι δὲ, ὡς ἐκτελοῦντι τὴν ἁμαρτίαν. ἐκριζωθέντας δὲ αὐτοὺς λέγει, ὡς μὴ ἀξίους τοῦ πεφυτεῦσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἔνθα ἑαυτὸν ἐρριζωμένον εἰδὼς ὁ ἅγιος ἔλεγε Δαβὶδ, ἐγὼ δὲ ὡσεὶ “ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ’’ καὶ τὰ ἑξῆς t.

Tοῦτο φησὶν, ἐπειδὴ πάλιν οἱ u δίκαιοι προσποιούμενοι ἐλαίαις ἑαυτοὺς εὐσκίοις, καὶ μὴν καὶ ἀμπέλοις καρποφόροις παρέβαλον· λέγει οὖν ὡς ἄκαρποι τινές εἰσι, καὶ μᾶλλον διὰ τὸν ἐξ αὐτῶν καρπὸν ὃν διαφθείρουσιν ἐν τῇ σπερμοσφαγίᾳ μὴ ζωογονεῖσθαι· καὶ φθινοπωρινοὶ, τουτέστι καὶ φύλλων καὶ καρπῶν ἔρημοι· οὔτε γὰρ βίος αὐτοῖς οὔτε δόγμα x ζωογόνον ἐστὶ λαμπρόν.

Οὐκ ἐπὶ μιᾶς ἑστηκότα γνώμης δι’ ἀβεβαιότητα y.

Κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας.

Βίῳ ἀσελγεῖ z καὶ ἀσεβείᾳ θανατώσαντες τὴν ψυχὴν καὶ δόγμασι πονηροῖς· ἢ οὕτως· ἐπειδὴ πρὸ τῆς πίστεως τεθνήκεισαν a ἀσεβείᾳ, εἶτα προσελθόντες τῷ Εὐαγγελίῳ ἔζησαν· πάλιν δὲ [*](m τῶν om. B. n αὐτοῦ B. ο τῶν κοίν’. om. B. p συνήεσαν ὅ οὐκ αὐτοῦ τούτου χάριν B. συνίεσαν N.C. q καὶ om. Ν. r δένδρα φθιν. om. B. s ψυχὴ Codd. t ἤπησα ἐπὶ τὸ ἔλεος αὐτοῦ B. u ὡς Ν. x σῶμα B. y διαβεβαιότητα Codd. z καὶ ὡς ἀσελγεῖ B. a ἐτεθνήκεσαν B.)

167
ἀσεβείᾳ καὶ ἡδονῇ ἐκδόντες ἑαυτοὺς, τεθνήκασι b. ταύτῃ τοι τεθνηκέναι δὶς αὐτούς φησι.

Ὁ γὰρ οὕτως ἔνοχος, φησὶ, κακῶν, ὡς ἀσεβείᾳ καὶ ἡδοναῖς ἄγεσθαι, ποίαν ἕξει στάσιν ἣ ῥίζαν πανταχόθεν βαλλόμενος e ;

Τὸ μανικὸν αὐτῶν καὶ ἄσχετον d περὶ τὰς βλασφημίας σημαίνει· νεῖ· τὸ δὲ ἐπαφρίζειν τὰς ἰδίας αἰσχύνας, τὸ μετὰ τῆς κατὰ Θεοῦ μανίας καὶ αἰσχρότητα πολλὴν ἐπιτηδεύειν αὐτοὺς βίου ἀποφαίνεται e.

Ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.

Tοῦτο καὶ ἀρχόμενος εἶπεν, οἱ καὶ πάλαι προγεγραμμένοι.

Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνὼχ λέγων, Ἴδου, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν λόγων ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.

Εἰ καὶ μιμούμενοι τὸν ἑαυτῶν ἀρχηγὸν Σατανᾶν κατασχηματιζόμενον εἰς Ἄγγελον φωτὸς, καὶ αὐτοὶ μετασχηματίζεσθαι θέλουσιν εἰς διδασκάλους ἀληθείας, περὶ ὧν εἴρηται, “ ἐν οἷς φαίνεσθε f “ ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, ἀλλ’ οὑν πλανῶντές εἰσι, παραχαράττοντες τὴν ἀλήθειαν ἀσελγείαις δυσφημιῶν, καὶ ὕστερον γνόφῳ καὶ ζόφῳ καὶ σκότῳ, ὅπερ ἐστι τὸ σκότος ἐξώτερον, κολασθήσονται· ὅπερ ἡτοίμασται g τῷ Σατανᾶ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ.

Οὗτοί εἰσι γογγυσταὶ, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα, ὠφελείας χάριν.

Οὐ γὰρ ἔχουσι παρρησίαν τῇ διδασκαλίᾳ αὐτῶν h χρήσασθαι. πῶς γὰρ ἀκίνδυνον δημοσιεύειν τὴν μετὰ ἀσεβείας καὶ βλασφη- [*](b ἑαυτοὺς τεθνηκέναι φησιν B. c βαλλόμενον B. d καὶ τὸ ἀσχ. B. e βιοῦν ἀποφαίνεσθαι B. f φαίνεσθαι N. g ὁπ. ἡτοιμ. om B. h ἑαυτῶν B.)

168
μίας ἀσέλγει’ ; τὸ δὲ “ μεμψίμοιροι i” ὅτι τὰ τῶν ἄλλων καὶ τὰ τῆς ἀληθείας διαβάλλουσιν, ἵνα τὰ οἰκεῖα κακὰ καὶ ἀσελγήματα στήσωσιν ὡς οἷόν τε k.

Ὑμεῖς δὲ, ἀγαπητοὶ, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν Ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι ἔλεγον ὑμῖν, ὅτι ἐπ’ ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπίθυμιας πορευόμενοι τῶν ἀσεβειῶν.

Tοῦτο μὲν ὑπὸ Πέτρου· καὶ γὰρ τὴν δευτέραν Ἐπιστολὴν ὁ Πέτρος περὶ τούτων ἔγραψε· τοῦτο δὲ περὶ τῶν γραφέντων ὑπὸ Παύλου· πολλὰ γὰρ 1 αὐτοῦ περὶ τούτων ἐν πάσῃ m διατάξαντος Επιστολῇ.

Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοὶ,

Τουτέστιν οἱ τὰ σχίσματα ποιοῦντες ἐν ταῖς βλασφημίαις καὶ ἀσελγείαις ἑαυτῶν, καὶ τῆς Ἐκκλησίας διασπῶντες τὰ μέλη,

Ἀντὶ τοῦ διδασκαλίαν ἔχοντες δαιμονιώδη κατὰ τὸ εἰρημένον, “ οὐκ ἔστιν ἡ σοφία αὕτη ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, “ ψυχικὴ, δαιμονιώδης.”

Πνεῦμα μὴ ἔχοντες.

Θεῖον λαλοῦν ἐν αὐτοῖς n, ὥσπερ οἱ ἀληθῶς διδάσκαλοι τῆς πίστεως τῆς ὀρθῆς.