Catena in epistulam Juda (catena Andreae) (e cod. Oxon. coll. nov. 58)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς· ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη

154
πληθυνθείη. Ἀγαπητοὶ, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῆ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.

Καὶ τίνα τρόπον ἀρνήσεται τις τῶν ἅπαξ πεπιστευκότων εἰς a τὸν Κύριον b Ἰησοῦν Χριστόν ; καίτοι παρεδεξάμεθα τὸν τῆς ἐνανθρωπήσεως λόγον· ἀλλ’ εἰ φαμὲν ὅτι ἕτερος μέν ἐστιν ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἕτερος δὲ κατ’ ἰδίαν c ὁ ἐκ γυναικὸς, ἠρνησάμεθα τὸν ἕνα d δεσπότην. εἷς γὰρ Κύριος Ἰησοῦς καθ’ ἕνωσιν οἰκονομικὴν, τὴν πρός γε φημὶ τὸν ἐκ Θεοῦ Λόγον, εἰς τὴν τῆς θεότητος δόξαν ἀναφοιτώσης αὐτοῦ τῆς σαρκός· σαρκός· εἷς e οὖν ἄρα Χριστὸς καὶ Υἱός· ἔστι γὰρ οὗτος τῶν ὅλων δεσπότης.

Κυρίλλου. Ὁμοῦ μὲν ἀσφαλιζόμενος ἡμᾶς, ὁμοῦ δὲ καταστίζων τοὺς αἱρετικοὺς ταῦτα φησί. οὐκοῦν οὐ ξενιστέον ἐπὶ τῇ τῶν αἱρετικῶν πλάνῃ τὲ καὶ κακοπιστίᾳ· τοῦ Ἁγίου Πνεύματος προμηνύσαντος ἡμῖν διὰ τῶν Ἁγίων προφητῶν τε καὶ Ἀποστόλων τὴν τούτων ἔγερσιν· μᾶλλον γὰρ ἡμᾶς διὰ τῆσδε τῆς προφητείας ἀσφαλεστέρους ἐποίησεν, ὥστε μὴ ταῖς σοφιστίαις τούτων ἁλῶναι.

Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν.

Tουτέστι προεγνωσμένοι· ὥσπερ ἀμέλει καὶ τὰ κατὰ τὸν Ἰούδαν προεγράφη.

Tοὺς ἀπὸ Σίμωνος λέγει· οὗτοι γὰρ γαστρίμαργοι τινες f καὶ ἀκόλαστοι ὑπεκρίνοντο g τῆς εὐσεβείας τὴν διδασκαλίαν, ἵνα δι’ αὐτῆς παρείσδυσιν εἰς τὰς οἰκίας h εὕρωσι· καὶ δὴ τοῦτο πράξαντες τὰ τῆς ἀκολασίας ἑαυτῶν i καὶ ἀκαθαρσίας ἀπεπλήρωσαν· αἰχμαλωτίζοντες γυναικάρια σεσωρεύμενα k ἁμαρτίαις· τελετὰς γάρ τινες πλασάμενοι νυκτερινὰς, κοίταις καὶ ἀσελγείαις ἑαυτοὺς [*](a εἰς Om. B. b Κύριον ἡμῶν B. c καὶ κατ’ ἰδίαν B. d ἕνα om. B. e εἰ B. f τινες ὄντες B. g ὑπεκρίναντο B. h οἰκείας Ν. C. i αὐτῶν B. k σεσορευμένα Ν. C.)

155
ἐκδεδώκασι. τὸ δὲ “ μετέθηκαν τὴν εὐσέβειαν λέγει, ὅτι προφάσει τῆς εὐσεβοῦς διδασκαλίας τὴν ἑαυτῶν ἀπεπλήρουν ἀκρασίαν, παρανόμους μίξεις ἐργαζόμενοι l .

Εἰς ὃ ἑαυτοὺς ἐνέβαλον, πορνείαν πᾶσαν ἐν εἴδει θρησκείας ἐπιτηδεύοντες.

Καὶ τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.

Ὁ γὰρ βίος αὐτοῖς ἀκάθαρτος ὣν, οἱονεὶ μεγάλῃ φωνῇ m ἀρνεῖται τὸν Ἰησοῦν· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος ;

* Περὶ μελλούσης αὐτῶν κολάσεως καθ’ ὁμοίωσιν τῶν πάλαι ἁμαρτωλῶν καὶ πονηρῶν.

Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν· ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας, δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν.

Δείκνυσι μὲν καί τις ὁ ἀρνηθεὶς πη αὐτῶν· ὅτι οὗτος ἐστὶν ὁ ἐξ Αἰγύπτου τὸν Ἰσραὴλ ἐξαγαγὼν, πρὸς δὲ τοῦτο καὶ ἀπώλειαν αὐτοῖς, εἰ μὴ ἕλοιντο μετανοεῖν, ἀπειλεῖ.

Φυλάττονται γὰρ εἰς τὸ ἐμπεσεῖν ἐν ἐκείνῳ τῷ τελευταίῳ πυρὶ καὶ τοῖς ἀιδίοις ὑπὸ ζόφον δεσμοῖς· τὸ γὰρ τετήρηκε πρὸς τὸν μέλλοντα χρόνον ὁρῷ, καθάπερ καὶ Πέτρος n γέγραφεν· “ οἱ δὲ “ νῦν o οὐρανοὶ καὶ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶ πυρὶ “ τηρούμενοι εἰς ἡμέραν κρίσεως καὶ ἀπωλείας τῶν ἀσεβῶν ἀν- “ θρώπων.’’ διὸ καὶ ὁ Κύριος προανατυπῶν ἐν Εὐαγγελίοις τὴν ἡμέραν τῆς κρίσεως φαίνεται λέγων, “πορεύεσθε οἱ κατηραμένοι “ εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς “ ἀγγέλοις αὐτοῦ.”

Ἀρχὴν p αὐτῶν φησι τὴν εἰς τὸ εἶναι παραγωγήν. παρήχθησαν δὲ * * αὐτὸ εἰς πᾶν ἔργον ἀγαθὸν ὥσπερ καὶ ἡμεῖς.

[*](1 ἐργασάμενοι B. m μεγάλη φωνὴ Codd. n ὁ ἀετὸς B. o νῦν superscript. est voc. οὐρανοὶ rec. man. P Duo proxima Scholia om. B.)
156

Ἀρχὴ τῶν μὴ τηρησάντων αὐτὴν Ἀγγέλων ὁ λόγος ἐστὶ τυχὸν καθ’ ὃν ἐκτίσθησαν· ἣ ἡ δοθεῖσα πρὸς ἐκθέωσιν αὐτοῖς κατὰ χάριν φυσικὴ δυναστεία· ἢ πάλιν ἡ κατὰ τὴν ἀξίαν τῆς χάριτος τάξις τῆς ατάσεως.

Καὶ τοῦτο πάλιν τῆς ἀποκειμένης κολάσεως αὐτῶν ἀπόδειξις. εἰ γὰρ τῶν λελυτρωμένων οὐκ ἐφείσατο διὰ τὸ παλινδρομῆσαι εἰς κακίαν· καὶ τῶν Ἀγγέλων μὲν ὄντων, γεγονότων δὲ πονηρῶν δι’ οἰκείαν ῥαθυμίαν, καὶ τῶν q ἐν Σοδόμοις πόλεων· οὐδὲ τούτων δηλονότι φείσεται ἁμαρτανόντων ἀμετανόητα. λέγει δὲ καὶ τοὺς ἀποστήσαντας r Ἀγγέλους ἀπὸ Θεοῦ “ δεσμοῖς ἀιδίοις ὑπὸ ζόφον τετήρηκεν.

Ἡσυχίου πρεσβυτέρου s ἐκ τῆσ Ἑρμηνείασ τῶν Ψαλμῶν Ῥητὰ προκείμενα t. “ Ἔλεον καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει τήσει u;” τίς γὰρ αὐτοῦ τὴν φιλανθρωπίαν καταλαβεῖν, ἢ τίς λογιστεῦσαι τὴν ἀλήθειαν δύναται ; ἀπὸ μὲν γὰρ τῆς ἀληθείας Ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, διὰ δὲ τὴν φιλανθρωπίαν, πόρνας καὶ τελώνας εἰς τὴν βασιλείαν εἰσήγαγεν.

MΑξίμου x. Τὸ οἰκητήριον ἐστὶν ἢ οὐρανὸς, ἢ ἡ κατὰ ἕξιν τῆς ὑπὲρ ἔννοιαν ἀγαθῶν σοφία, ἣν οἰκεῖν ἐδημιουργήθησαν. οἶδε γὰρ καὶ σοφίας οἶκον ὀνομάζειν ὁ λόγος· ἣ ἡ φρουρητικὴ τῶν δοθέντων αὐτοῖς φυσικῶν τε καὶ ἐπικτήτων ἀγαθῶν, ἐπισκοπὴ τῆς ἀχράντου θεότητος, ἣν ἀπέλιπον τυραννήσαντες. ἀίδιοι δεσμοὶ εἰσὶν οἱ κατὰ γνώμην αὐτῶν παντελής τε καὶ διηνεκὴς περὶ τὸ καλὸν ἀκινησία· καθ’ ἣν οὐδαμῶς οὐδέποτε θείας ἀνέσεως ἀπολαύουσιν. ἣ πάλιν γε διὰ τὴν ἡμῶν σωτηρίαν τῆς καθ᾿ ἡμῶν μανίας αὐτοὺς ἐπέχουσα κατὰ πρόνοιαν τοῦ Θεοῦ, δύναμιν μὴ συγχωροῦσα προβῆναι τῆς ἀπ’ αὐτῶν πονηρίας τὰ καθ’ ἡμῶν μηχανήματα· ζόφος δέ ἐστιν ἡ παντελὴς καὶ ὁλόκληρος, τῆς θείας ἄγνοια χάριτος· καθ’ ἣν δι’ ὅλον γνωμικῶς ποιωθέντες, τῆς μακαρίας καὶ παμφαοῦς τοῦ ἀκηράτου φωτὸς ἐστέρηνται διαδόσεως· περὶ τὸ μὴ ὂν y πᾶσαν τὴν δοθεῖσαν αὐτοῖς κατὰ φύσιν νοερὰν δύναμιν ἀναλώσαντες· τί δὲ πείσονται κατὰ τὴν φοβερὰν [*](q καὶ μὴν καὶ τῶν B. r ἀποστατήσαντας B. s Πρεσβ. ἐκ τῆς ἑρμ. τ. ψαλμ. om. Ν. C. t ῥητοῦ προκειμένου B. u αὐτοῦ τήσει B. Χ Maximi Sch. non habet Cod. B. y Cod. ὃν.)

157
τῆς κρίσεως ἡμέραν, οἶδεν ὁ δίκαιος κριτὴς, ὁ κατ’ ἀξίαν ἑκάστῳ δικαίαν ἀφορίζων τὴν ἀμοιβὴν, καὶ κατὰ τὸ μέτρον τῆς κακίας ἱσον πρεπόντως τὸ ειδος διανέμων τῆς κρίσεως, καὶ πρόσφορον τοῖς ἐπ’ αἰῶσιν ἀτελευτήτοις ψῆφον συνεκφέρων μετὰ δικαιοσύνης τοῖς ἀγαθοῖς αὐτοῦ δόγμασιν.

Ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

Ἡγοῦμαι δὲ αἰνίττεσθαι τοὺς Βορβοριανοὺς καὶ Ἐστωτιανοὺς καὶ Βαβυλωνίους καὶ Καϊανίτας, ὧν ἡ ἀσέλγεια ἄθεσμος z.

Τῇ θείᾳ διδασκαλίᾳ κολακείᾳ γοητείᾳ χρησάμενοι τινὲς ἄνθρωποι παρεισέδυσαν· διὰ τοῦ ὑποκρίνεσθαι αὐτὴν προγεγραμμένοι, τουτέστι προεγνωσμένοι εἰς τοῦτο τὸ κρίμα, ὅτι a ὃ παρ’ ἑαυτοῖς b ἐκρίθησαν παραδοθέντες ἀδοκίμῳ νῷ, οὗτοι δι’ ὑπερβάλλουσαν ἀσέβειαν ἀκόλαστοί τινες ὄντες, τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάριν εἰς ἀσέλγειαν μετέθηκαν c καὶ d δι’ αὐτοῦ τοῦ λαγνεύειν ἀρνούμενοι τὸν μόνον δεσπότην Ἰησοῦν Χριστὸν, Κύριον τῶν κληθέντων διὰ τοῦ Εὐαγγελίου· εἶτα ἵνα e ἀποστρέψῃ τοὺς πιστοὺς τῶν τοιούτων f πονηρῶν καὶ ἀσεβῶν, δείκνυσιν, ὡς οἷόν τε τι τὸ μέγεθος οὗ ἠρνήσαντο δεσπότου· δηλώσας ὅτι αὐτός ἐστιν ὁ ἐξαγαγὼν τὸν λαὸν ἐξ Αἰγύπτου, ὡς καὶ σωτηρίαν αὐτοῖς ὀρέξαι. ἀλλ’ ἐπεὶ g τρεπτοὶ καὶ παλίμβουλοι h ἐτύγχανον τινὲς αὐτῶν, φέροντες ἔτι ἣν ἔσχον ἐν Αἰγύπτῳ βλάβην, ἀπώλεσεν αὐτοὺς ἀπιστήσαντας ἐν τῇ ἐρήμῳ, καίτοι σωθέντας διὰ πίστεως ἐξ Αἰγύπτου· μήποτε οὖν οὗτοί εἰσιν οἱ τῆς θείας διδασκαλίας ὑποκριταί· οἱ προιστάμενοι τῆς αἱρέσεως τῶν Νικολαϊτῶν, οὐδὲν εἶδος ἀκολασίας παρορώντων i. αἰσχρὰ γὰρ καὶ λίαν αἰσχρὰ ἐπιτελοῦσι δῆθεν μυστικῶς, καὶ οἱ ἀπὸ Σίμωνος τοῦ Μάγου· πρὸς τούτοις καὶ οἱ ἀπὸ Μαρκίωνος καὶ Οὐαλεντίνου καὶ Σηθιανοί k. καὶ l ἐπὶ m προφάσει θρησκείας πράττουσι τὰ αἰσχρὰ, [*](z Hoc Sch. seq. postponit B. a ὅτι om. B. b ἑαυτοῦ B. c μετέθησαν B. d καὶ om. B. e εἶθ' ἵνἀποστρ. B. f τῶν οὕτω πον. B. g ἐπειδὴ B. h παλίνβουλοι B. i παρωρώντων B. k σιθιανοὶ B. καὶ om. B. m ἐπεὶ vid. leg.)

158
εἰς ἀσέλγειαν μετατιθέναι αὐτοὺς εἰπε τὴν χάριν τοῦ Κυρίον· δι’ ἧς ἀσελγείας καὶ τῶν ἔργων αὐτῆς ἀρνοῦνται τὸν μόνον δεσπότην καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Εἴρηται γοῦν πρὸ τούτων περὶ αὐτοῦ, ὡς εἴη m ἀληθινὸς Θεὸς οὗτος ὁ μόνος δεσπότης ὁ n Κύριος Ἰησοῦς Χριστὸς, ὁ ἀναγαγὼν o τὸν λαὸν p ἐξ Αἰγύπτου διὰ Μωσέως· ἕπεται μὴ ἕτερον εἶναι Θεὸν τὸν Μώσεως· οὐδὲ γάρ ἐστιν ἄλλος q παρὰ τὴν τριάδα· ὅθεν αὐτῷ διακονῶν φαίνεται Μώσης κατὰ τὸ “ ἐκεῖνος περὶ “ ἐμοῦ ἔγραψε. καὶ τὸ “ ὃν ἔγραψε Μώσης εὑρήκαμεν Ἰησοῦν· διὸ καὶ προθεωρήσας πνευματικῶς τὸν σταυρὸν, μέγιστον πλοῦτον ἔχειν ἡγήσατο τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, οὐχ ἕτερος τοῦ λέγοντος “ ἐμοὶ εἴη καυχᾶσθαι ἐν τῷ σταυρῷ τῷ r Κυρίου Ἰησοῦ.”

Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι, σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημουσιν.

“ Ἐνυπνιαζόμενοί” φησι, τουτέστιν οὐδὲν ἀληθὲς ἐνθυμούμενοι, ἀλλ’ ὡς ἐν ὕπνῳ φανταζόμενοι καὶ δογματίζοντες δήματα ἀσεβείας πλήρη s. καὶ τὴν μὲν σάρκα, τουτέστι τὸ ἡμέτερον σῶμα, τοῦ πονηροῦ λέγοντες εἶναι δημιούργημα, τὴν δὲ μίαν κυριότητα καὶ δόξαν τῆς Ἀγίας τριάδος βλασφημοῦντες· καὶ τῷ μὲν Πατρὶ, τὸ ἄναρχον καὶ ἄκτιστον παρέχοντες, τὸν δὲ Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τοῖς ὑπὸ χρόνον κτίσμασι καταριθμοῦντες. ταῦτα t τὰ ἀνόσια δόγματα Μανιχαίου καὶ Ἀρείου τυγχάνουσι· διὸ καὶ θερμῶς ὁ Ἀπόστολος τὴν κατὰ τῶν τοιούτων δογμάτων ποιεῖται κατάρρησιν.

“ Σάρκα μὲν μιαίνουσι, μὴ ὁμολογοῦντες ἕνα Θεὸν εἶναι τῶν ὁρατῶν u τε καὶ ἀοράτων ποιητὴν, ἀλλὰ θεοποιοῦντες τὴν ὕλην καὶ τὸ σκότος, καὶ βδελυσσόμενοι τὴν σάρκα, “ κυριότητα ἀθε“ τοῦσι’’ διὰ τοῦτο αὐτοί· “δόξας δὲ βλασφημοῦσι.’’ “ δόξας” ἐκάλεσε τὰς δύο διαθήκας, ὡς ὁ Παῦλος φησὶν, “ εἰ γὰρ ἡ x [*](m ὡσεὶ Ν. C. n καὶ B. o ἄναγ’. ἔτι B. P λ. αὐτοῦ B. q ἄλλο B. r τοῦ B. s πλήρης B. t ταῦτα δὲ B. u ὁρᾶτον τὲ καὶ ἀόρατον B. x τῆ B.)

159
διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον ἡ διακονία τῆς δικαιοσύνης δόξα.”

Ὅρα y πόσην αὐτῶν κακίαν καταλέγει, καὶ τὸν νοῦν αὐτῶν καὶ τὸν βίον ὅλον διεφθάρθαι λέγων· καὶ γὰρ καὶ βίῳ εἰσὶν ἀκάθαρτοι καὶ γλώσσῃ ἀσεβέστατοι· “ ἐνυπνιαζόμενοι” δὲ εἶπε διὰ τὸ μὴ ἐν νηφούσῃ καὶ ὑγιῆ διανοίᾳ πράττειν, ἃ πράττουσιν ἀσελγήματα· ἐν οἷς τὴν ἑαυτῶν μιαίνουσι σάρκα, καὶ τὴν κυριότητα τοῦ κατὰ Χριστὸν μυστηρίου ἀθετοῦσιν· ἐν τάξει μυστηρίων εὐαγγελικῶν τὰς ἑαυτῶν ἀσελγείας καὶ δαιμονιώδεις ἐννοίας ἐκτελοῦντες.

Προφητικώτερον δὲ καὶ τὴν τῶν ἀσεβεστάτων Βορβοριανῶν αἵρεσιν στηλιτεύει· ἐκ τοῦ Σίμωνος καὶ τούτους z τὰς ἀρχὰς εἰληφότας.

Σευήρου ἐκ τῆσ πρὸσ Θωμᾶν Ἐπισκόπου Γερμανικίασ Ἐπιστολῆσ. Ἰστέον ὡς περὶ τινῶν διαλέγεται τὴν ἡδονὴν πρεσβευόντων, καὶ τὸ ἡδὺ τῆς σαρκὸς καὶ τὰς ἐν κόσμῳ φαντασίας διωκόντων, καὶ ταῦτα ἡγουμένων εἶναι θρησκείαν, καὶ βλασφήμως ἐκφερομένων πρὸς τὸ μὴ ὁμολογεῖν μίαν κυριότητα καὶ θεότητα· τοιοῦτοι γάρ τινες ὄφθησαν οἱ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος μέχρι τῶν ἀνοσιωτάτων καὶ βδελυρῶν Μανιχαίων καταγόμενοι χρόνων. τοῦτο οὑν φησιν ὁ Ἀπόστολος· ὡς ὁμοίως καὶ αὐτοὶ· τοῖς ἐν Σοδόμοις πυρποληθεῖσι διὰ τὴν ἀσέλγειαν ἣν ἐπλημμέλουν· “ ἐνυπνιαζόμενοι δὲ, τουτέστι τὰ ἐν κόσμῳ φρονοῦντες καὶ ταῖς προσκαίροις φαντασίαις κεκαρωμένοι τῷ νῷ b . “ τὴν σάρκα μιαίνουσι· τοῖς γὰρ τοιούτοις νύξ ἐστιν ὁ βίος, καὶ ἐγρηγορότες καθεύδουσι, καὶ ἐνύπνια βλέπουσι τὰ ἅμα τῷ c φανῆναι τέρποντα d καὶ παροδεύοντα· ταύτῃ τῇ διανοίᾳ καὶ Παῦλος ὁ μέγας, νύκτα τὸν ἀσελγῆ βίον εἰδὼς, καὶ κάρον βαθὺν e τὰ τοιαῦτα φρονήματα Ῥωμαίοις ἐπιστέλλων παρῄνει καὶ ἔλεγεν· “ ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα “ οὖν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα f τὰ ὅπλα τοῦ φω- “ τὸς, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ “ μέθαις g·” καὶ τὰ ἑξῆς. Καὶ μετ’ ὀλίγα—“ Κυριότητα δὲ [*](y Hoc Sch. infra ponit Cod. B. z αὐτοὺς B. a οὗτοι B. b τὸν νοῦν B. c Cod. Ν. τὸ. d τέρποντά τε B. e βαθὺ B. f ἐνδυσώμεθα δὲ B. g B. add. μὴ κοίταις καὶ.)

160
“ ἀθετοῦσι h” μίαν γὰρ θεότητα καὶ κυριότητα οὐχ ἀρχὴν εἶναι τῶν πάντων· ἀλλ’ ἕτερον μὲν ὑπάρχειν τῆς παλαιᾶς διαθήκης Θεὸν, πονηρόν τινα καὶ τιμωρητικὸν καὶ αἵμασι χαίροντα· ροντα· τῆς δὲ νέας ἕτερον, τὸν ἐν τοῖς Εὐαγγελίοις καὶ Ἀποστόλοις λαλήσαντα· ἢ καὶ δύο ἀρχὰς ἀντιτεταγμένας ἀλλήλαις, πονηράν τε καὶ ἀγαθὴν ἐφιστᾶσι πάσῃ i τῇ κτίσει· καὶ ἀμφοτέρας ἀγεννήτους λέγουσι· καὶ τὴν μὲν ἐναντίαν εἶναι τῶν ἀγαθῶν· τὴν δὲ, τῶν κακῶν· ὅπερ ἐξαιρέτως περὶ τοὺς ἄλλους τῆς τοῦ Μανέντος διανοίας ἀπόβρασμα γέγονε. ἐξ οὗ τὸ πονηρὸν σμῆνος τῶν Μανιχαίων κατάγεται. οἱ οὕτως οὖν ἔχοντες, καὶ τὴν κυριότητα ἀθετοῦντες, τουτέστι, τὸν ἕνα καὶ μόνον Κύριον k ἐπὶ πάντων Θεὸν, ἀναγκαίως καὶ τὰς δόξας βλασφημοῦσι· δόξας δὲ ἢ τὰ δόγματα τῆς εὐσεβείας φησὶν, ἢ τὴν παλαιὰν διαθήκην καὶ νέαν, μετὰ θεοπρεποῦς δόξης ἐκφωνηθείσας. Καὶ μετ’ ὀλίγα —Οὐκοῦν ἐκ τούτων πρόδηλον, ὡς δόξας τὰς διακονηθείσας δύο διαθήκας καλεῖ· τὴν μὲν διὰ τῆς Μωϋσέως ὑπουργίας, τὴν δὲ δι’ αὐτοῦ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, “ τοῦ κενώσαντος ἑαυτὸν καὶ δούλου λαβόντος μορφὴν; καὶ λέγοντος πρὸς τοὺς μαθητὰς, “ καὶ γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου “ οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν “ αὐτοῦ λύτρον ἀντὶ πολλῶν.’’

l Ὁ δὲ Μιχαὴλ ὁ Ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν, ἐπιτιμήσαι σοι Κύριος.

“ Ὁ δὲ Μιχαὴλ ὁ Ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος “ διελέγετο περὶ τοῦ Μωϋσέως σώματος’’ καὶ τὰ ἑξῆς. Δείκνυσι καὶ τὴν παλαιὰν συμφωνοῦσαν τῇ καινῇ, καὶ ὑφ’ ἑνὸς Θεοῦ δεδομένας· ὁ γὰρ διάβολος ἀντεῖχε θέλων ἀπατῆσαι, ὅτι ἐμὸν τὸ σῶμα ὡς τῆς ὕλης δεσπόζοντι· καὶ ἤκουσε παρὰ τοῦ Ἀγγέλου τὸ “ ἐπιτιμήσαι σοι Κύριος.” τουτέστι ὁ Κύριος τῶν πνευμάτων καὶ [*](h ἀσελγείαις, ἀθετεῖν B. i πᾶσι Ν. k καὶ κύριον καὶ ἐπὶ π. B. l ΕΚ ΤΟΥ ΜΩΥΣΕΩΣ ΑΠΟΚΡΥΦΟΥ. Ὀ ΔΕ ΜΙΧΑΗΛ, κ. τ. λ. sic habet Cod. B.)

161
πάσης σαρκός. διὰ ταύτην τὴν αἰτίαν πρὸ μικροῦ εἶπεν, ὅτι Ἰησοῦς λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, ὁ παλαιᾶς καὶ καινῆς διαθήκης Θεὸς, δόξα αὐτῶ.

Ὁ δὲ Μιχαὴλ οὐκ αὐθεντήσας ἐπήγαγεν αὐτῷ τιμωρίαν ἀξίαν τῆς βλασφημίας, ἀλλὰ κατέλιπεν αὐτὸν τῇ γνώμῃ τοῦ ἑαυτοῦ δεσπότου· ὅτε γὰρ ἤγαγε Μωυσῆν ἐν τῷ ὄρει, ἔνθα μετεμορφώθη ὁ Κύριος, τότε ἔλεγεν ὁ διάβολος τῷ Μιχαὴλ, ἐψεύσατο ὁ Θεὸς εἰσαγαγὼν τὸν Μωσῆν, ἔνθα ὤμοσε μὴ εἰσελθεῖν αὐτόν.

Λέγεται ὁ Μιχαὴλ περὶ τὴν τοῦ Μωυσέως σώματος διηκονηκέναι ταφήν· τοῦ διαβόλου πρὸς τοῦτο ἀνθισταμένου· αυγχωροῦντος τοῦ Θεοῦ, καὶ βουλομένου δεῖξαι διὰ τοῦ φαινομένου τοῖς τότε μικρὰ βλέπουσι καὶ παχύτερον διακειμένοις τὸ ἀφανὲς, ὅτι μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν ταῖς ἡμετέραις ψυχαῖς ἀνθίστανται πορευομέναις τὴν ἐπὶ τὰ ἄνω πορείαν, ὁ τε διάβολος καὶ αἱ δυνάμεις αἱ πονηραὶ σὺν αὐτῷ, ἐκκόψαι τὸν δρόμον βουλόμεναι· καὶ τῶν μὲν τὰ φαῦλα ἐργασαμένων κατισχύουσι· τῶν δὲ δικαίων ἡττῶνται διὰ τῆς ἀγγελικῆς συμμαχίας. τοῦτο καὶ ὁ μακάριος Ἀντώνιος ἐν ὁράσει τεθέαται.

Σευήρου Ἀρχιεπισκόπου Ἀντιοχείασ ἐκ τῆσ πρὸσ Θωμᾶν ἐπίσκοπον Γερμανικίασ ἐπιστολῆσ m. Ἐνταῦθα διὰ σωματικοῦ τύπου προυπέδειξεν ὁ Θεὸς περὶ τὴν ψυχὴν γινόμενόν τι n μυστήριον. ἐπειδὴ γὰρ τῆς ψυχῆς χωριζομένης ἀπὸ τοῦ σώματος, μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν προυπαντῶσιν αὐτῇ καὶ ἀγγελικαὶ δυνάμεις ἀγαθαὶ, καὶ δαιμόνων στῖφος τονηρότατον o, ὅπως πρὸς τὴν ποιότητα τῶν ἔργων ὧν ἔπραξαν p, πονηρῶν τε καὶ ἀγαθῶν, ἐπὶ τοὺς προσφόρους τόπους, ἣ οὗτοι ἣ ἐκεῖνοι, ταύτην ἀποκομίσωσι, φυλαχθησόμεναι q μέχρι τῆς τελευταίας ἡμέρας, καθ’ ἣν εἰς κρίσιν πάντες παραστησόμεθα· καὶ ἣ εἰς τὴν αἰώνιον ζωὴν, ἣ εἰς τὴν ἀπέραντον φλόγα τοῦ πυρὸς ἀπαχθησόμεθα. βουλόμενος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῦτο ὑποδεῖξαι διὰ σωματικοῦ τύπου τινὸς, παρεσκεύασεν ἐν τῇ τοῦ Μωυσέως ταφῇ φανῆναι ὑπ’ ὀφθαλμοὺς αὐτοῖς πρὸς τὴν περιστολὴν τοῦ σώματος καὶ τὴν ἐν τῇ γῇ νενομισμένην κατάθεσιν, ἀνθιστάμενον ὥσπερ τὸν πονηρὸν δαίμονα καὶ [*](m Hoc tit. caret N.C. n τι om B. o πονηρατάτων B. p ἔπραξε N.C. q φυλαχθησομένην B.)

162
ἀντιπράττοντα r. καὶ τούτῳ τὸν Μιχαὴλ ἀγαθὸν Ἄγγελον ὄντα προσυπαντῆσαι καὶ ἀποσοβῆσαι· καὶ μὴ ἐξουσιαστικῶς ἐπιτιμῆσαι, ἀλλὰ τῷ Κυρίῳ τῶν ὅλων παραχωρῆσαι τῆς κατ’ ἐκείνου κρίσεως, καὶ εἰπεῖν “ ἐπιτιμήσαι σοι Κύριος· ἵνα διὰ τούτων μάθωσιν οἱ παιδαγωγούμενοι, ὥς ἐστι τις ταῖς ψυχαῖς ἀγωνία μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, καὶ ὅτι χρὴ διὰ τῶν ἀγαθῶν ἔργων παρασκευάζεσθαι πρὸς τὸ τῆς ἀγγελικῆς ἡμᾶς συμμαχίας μεταλαχεῖν, τῶν δαιμόνων καθ’ ἡμῶν ἐπιτριζόντων φθονερὸν καὶ πικρόν· καὶ ταύτης ὑπ’ ὀφθαλμοὺς φανείσης τῆς θείας εἰκόνος, εἰκὸς καί τινα λοιπὸν νεφέλην ἢ φωτὸς ἔκλαμψιν γεγενῆσθαι κατὰ τὸν τόπον ἐκεῖνον ἀμαυροῦσαν καὶ ἀποτειχίζουσαν τῶν περιεστηκότων τὴν θέαν, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὴν ταφήν· διὸ καὶ ἐν τῷ Δευτερονομέῳ φησὶ τὸ ἱερὸν γράμμα s. “ καὶ ἐτελεύτησεν ἐκεῖ Μωυ- “ σῆς οἰκέτης Κυρίου ἐν γῇ Μωὰβ, διὰ ῥήματος Κυρίου· καὶ “ ἔθαψαν αὐτὸν ἐν γῇ Μωὰβ, ἐγγὺς οἴκου Φοφώρ· καὶ οὐκ εἶδεν “ οὐδεὶς τὴν τελευτὴν, ‘ἤτοι τὴν ταφὴν αὐτοῦ, ἕως τῆς ἡμέρας “ ταύτης. Καὶ μετ’ ὀλίγα —Καὶ ταύτην μὲν τὴν ἐξήγησιν τὸ προκείμενον ἔχειν δοκεῖ, καὶ οὕτως αὐτὸ νενοήκαμεν. τινὲς δέ γε t σῶμα τοῦ Μωυσέως ἔφησαν καλέσαι τὸν Ἰούδαν τὸν νόμον αὐτόν· καὶ ὅτι κατιόντι αὐτῷ, τοῦτον ἐμφανίσαιu τοῖς υἱοῖς Ἰσραὴλ, ὁ διάβολος ἀνθίστατο καὶ ἀντέπραττεν, ἐμποδίζων τῇ δόσει τοῦ νόμου, καὶ διακρινόμενος, καὶ λέγων μὴ ἄξιον εἶναι τὸν λαὸν τούτου τυχεῖν· διὸ δὴ καὶ ὁ Μιχαὴλ προηγούμενος ἀποσοβεῖ τὸν ἀνθιστάμενον, τὸ “ ἐπιτιμήσαι σοι Κύριος ” ἐκβοῶν. Ἄλλοι δὲ σῶμα τοῦ Μωυσέως ὃν ἐδημαγώγει λαὸν ἀπεκάλεσαν, καὶ εἶπον, ὡς ἐξιοῦσιν αὐτοῖς ἐκ τῆς χώρας τῶν Αἰγυπτίων ὁ διάβολος ἀντέστη καὶ ἀντετάξατο, καθάπερ ἐν δικασίᾳ x λέγων τῷ Μωυσῇ y, μὴ εἶναι τὸ σῶμα αὐτοῦ, τουτέστι τὸν λαὸν, ἄξιον τῆς Αἰγυπτίων ἐλευθερίας τυχεῖν· καὶ τοῦτον ὁ Μιχαὴλ ἀπεῖρξε z, καὶ ἀντιπραττόμενον ἔπαυσεν, ἐπιφωνήσας τὸ “ ἐπιτιμήσαι σοι Κύριος.’’

Σευήρου ἐκ τοῦ κατὰ Ἀλεξανδρείασ σύνταγμα a. “Οὐκ “ ἐτόλμησεν αὐτῷ,” φησι, “ τὴν κρίσιν τῆς βλασφημίας ἐπε- [*](r ἀντιπράττον B. s τὸ γρ. τὸ ἱερὸν B. t τιν. δέ γε ἔφασαν B. u ἐμφανῆσαι B. x διαδικασίᾳ B. y Μωυσεῖ B. z εἶρξε Β. a Hoc tit. caret Ν. leg. ΣΥΝΤΑΓΜΑΤΟΣ.)

163
“ νεγκεῖν, ἀλλ’ εἶπε μόνον b, ‘ ἐπιτιμήσαι σοι Κύριος,’ τουτέστιν ὡς βλάσφημον καὶ θεομάχον ἀπ’ ἀρχῆς, ἐξ οὗ τὴν ἀποστασίαν ἐνόσησε, καὶ μετὰ τοῦτο τὸν Ἀδὰμ ἠπάτησε διὰ πανουργίας μαχησάμενος τῇ ἐντολῇ τοῦ Θεοῦ, βλασφημίας κρίσει καὶ ἀποφάσει c περιβαλεῖν “ οὐκ ἐτόλμησεν, ἀλλ’ εἶπεν, ἐπιτιμήσαι σοι “ Κύριος· τὸ γὰρ τῆς ἀποφάσεως καὶ τῆς κρίσεως ἐπεφύλακτο τῷ κριτῇ, τουτέστι τῷ Χριστῷ· “ ὁ γὰρ κατακρίνας τὴν ἁμαρ- “ τίαν,’’ ὡς Παῦλός φησιν, ἐν τῆ ἰδίᾳ σαρκὶ, ἐπείπερ οὐκ ἔσχεν ἴχνος οὐδὲ ἓν ἐν αὐτῷ, κατέκρινε καὶ διὰ τοῦ ἰδίου θανάτου τὸν θάνατον, καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον.

Οὗτοι δὲ, ὅσα μὲν οὐκ οἴδασι, βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται.

Περὶ μὲν δόγματός, φησιν, ἀγνοοῦντας τὴν ἀλήθειαν, βλασφημοὺς ἑαυτοῖς συντιθέασι λόγους· περὶ δὲ ἡδονὰς οὕτως ἔχουσιν, ὡς μηδὲν ἀλόγων ζώων διαφέρειν, ἀλλ’ ἢ ἵππους θηλυμανεῖς νομίζεσθαι, ἣ χοίρους τῷ βορβόρῳ τῆς ἀσωτίας d κυλινδουμένους.

Tελευτήσαντος ἐν τῷ ὄρει Μωϋσέως e, ὁ Μιχαὴλ ἀποστέλλεται μεταθήσων τὸ σῶμα, εἶτα τοῦ διαβόλου κατὰ τοῦ Μωϋσέως βλασφημοῦντος, καὶ φονέα ἀναγορεύοντος διὰ τὸ πατάξαι τὸν Αἰγύπτιον, οὐκ ἐνεγκὼν τὴν κατ’ αὐτοῦ βλασφημίαν ὁ Ἄγγελος, “ ἐπιτιμήσαι σοι ὁ Θεὸς πρὸς τὸν διάβολον ἔφη· ἔστιν οὖν ἔνδειξις τὸ εἰρημένον ὑπερβολῆς κακίας τῶν κατηγορουμένων· ὅπουγε Ἀρχάγγελος μὲν οὐδὲ ἀνδρὸς βλασφημουμένου ἤνεγκεν· οἱ ἐπὶ τὸν ἐπὶ πάντων βλασφημοῦσι Θεόν.