Catena In Epistulam Ad Hebraeos (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.

112

ΕΙ ἐθνῶν Ἀπόστολος ἦν ὁ μακάριος Παῦλος, καθά φησι Ῥωμαίοις ἐπιστέλλων, “ ἐφ’ ὅσον μὲν εἰμὶ ἐγὼ ἐθνῶν Ἀπόστολος, τὴν “ διακονίαν μου δοξάζω, εἴ πὼς παραζηλώσω μου τὴν σάρκα·” καὶ πάλιν ἀλλαχοῦ· “ ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν “ τῆς περιτομῆς, ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη,” τί αὐτοῖς ἐπέστελλε, καὶ μάλιστα τοῦ Θεοῦ εἰπόντος αὐτῷ καὶ χρηματίσαντος· “ οὐ γὰρ ἀνέξονταί σου, ἀλλὰ πορεύου εἰς ἔθνη μακρά·” διότι οὐ παραδέξονταί σου τὴν μαρτυρίαν περὶ ἐμοῦ· καὶ αὐτοῦ πρὸς αὐτὸν φήσαντος τὸν Θεὸν, “ ναὶ, Κύριε, αὐτοὶ ἐπίστανται, ὅτι ἐγὼ ἤμην “ φυλακίζων καὶ δέρων κατὰ συναγωγὰς τοὺς πιστεύοντας ἐπί σε, “ καὶ ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου τοῦ μάρτυρός σου, καὶ “ αὐτὸς ἤμην ἑστὼς καὶ συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ, φυλάσ- “σων τὰ ἱμάτια τῶν ἀναιρούντων·” καὶ σημεῖον τοῦτο εἰπόντος, καὶ ὑπόθεσιν τοῦ μὴ πιστεῦσαι αὐτῷ, τί δή ποτε αὐτοῖς ἔγραφε μὴ ὣν τῶν Ἰουδαίων διδάσκαλος ; ποῦ δὲ οὖσιν ἐπιστέλλει ; ἐμοὶ δοκεῖ, ἐν Ἱεροσολύμοις καὶ Παλαιστίνῃ· πῶς οὖν ἐπιστέλλει ; ὥσπερ καὶ βαπτίσαι οὐκ ἐπετράπη, καὶ ἐβάπτιζεν· “ οὐ γὰρ “ ἀπεστάλην,” φησὶ, “ Βαπτίζειν, ” οὐ μὴν ἐκωλύθη, ἀλλ’ ἐκ παρέργου τοῦτο ποιεῖ· πῶς δὲ οὐκ ἃν ἐπέστελλε τούτοις, ὑπὲρ ὧν καὶ ἀνάθεμα γενέσθαι ἠθέλησε ; διὰ τοῦτο ἔλεγε, “ γινώσκετε τὸν “ ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψο- “μαι ὑμᾶς·” οὔπω γὰρ συνειλημμένος ἦν. δύο μὲν οὖν ἔτη ἐποίησεν

113
ἐν 'Ρώμῃ δεδεμένος, εἶτα ἀφείθη, εἶτα εἰς τὰς Σπανίας ἐλθὼν, εἶδε καὶ Ἰουδαίους ἴσως, καὶ τότε ἦλθεν εἰς 'Ρώμην, ὅταν καὶ ὑπὸ Νέρωνος ἀνῃρέθη. ταύτης μὲν οὖν τῆς Ἐπιστολῆς πρεσβυτέρα ἡ πρὸς Τιμόθεον· ἐκεῖ γὰρ, φησὶν, “ ἐγὼ δὲ ἤδη σπένδομαι καὶ πάλιν ἐκεῖ φησιν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγενετο.

(Σεγηριανοῦ.) Ὁ δὲ μακάριος Σευηριανός φησιν, οἱ αἱρετικοί φασιν μὴ εἶναι Παύλου τὴν Ἐπιστολὴν, καὶ τούτου πρώτην ἀπόδειξιν προφέρουσι τὸ μὴ προτετάχθαι αὐτοῦ τὸ ὄνομα ὡς ἐν ταῖς ἄλλαις Ἐπιστολῖς· δεύτερον τὸ τὴν φράσιν ἄλλην εἶναι, τουτέστι ξένην παρὰ τὴν Παύλου, καὶ τὴν κατασκευήν. δεῖ τοίνυν εἰδέναι, ὅτι Παῦλος ἐμισεῖτο ὑπὸ Ἰουδαίων, ὡς ἀποστασίαν νόμου διδάσκων· διά τοι τοῦτο καὶ κινδυνεύσας ἐν Ἰεροσολύμοις καὶ μόλις διαφυγὼν, ἐπέμφθη εἰς Ῥώμην. ὠφέλιμα τοίνυν γράφων Ἑβραίοις, οὐ προτίθησι τὸ ὄνομα τὸ ἑαυτοῦ· ἵνα μὴ τῷ μίσει τῷ πρὸς αὐτὸν, ζημιωθῶσι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς Επιστολῆς.

Θεόσωροσ Μοψουεστίασ. ταύτην τὴν αἰτίαν στρέφων α Θεόδωρος ὧδε λέγει· ὡς οὐκ ἀπίστοις ἔγραφε τοῖς ἄσπονδον πρὸς αὐτὸν μῖσος κεκτημένοις, ἀλλὰ τοῖς μετεσχηκόσιν ἁπάντων ὧν δεῖ μετεῖναι τοῖς πιστεύουσιν· εἶτα οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλὰ τοῖς ἐπὶ τῶν ἔργων τῆς πίστεως τὴν βεβαίωσιν καὶ τῆς ἀρετῆς τὴν ἀκρίβειαν ἐπιδειξαμένοις, ὡς καὶ τὰ ἐν τῇ Ἐπιστολῇ κείμενα δείκνυσιν. ὥστε καὶ ἀποδεδόσθαι αὐτοῖς ἔδει τὴν Ἐπιστολὴν, ὡς Παύλου γεγραφότος αὐτοῖς· ὥσπερ οὖν καὶ ἐπὶ τῶν λοιπῶν ἐγίνετο· οὐδὲ γὰρ αὐτοὺς ὠφελεῖν τι τὰ ἀναγεγραμμένα ἐδύνατο, μὴ τούτου γινομένου. πρὸς δ’ αὖ τούτοις καὶ τὰ πρὸς τῷ τέλει τῆς Ἐπιστολῆς γεγραμμένα δείκνυσιν ὁ φημι, ” παρακαλῶ “ γὰρ ὐμᾶς,” φησὶν, “ ἀδελφοὶ, ἀνέχεσθαι τοῦ λόγου τῆς παρα “κλήσεως. καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὐμῖν.” τίσι δὲ ἔγραφεν, ὅτι “ ἐπέστειλα ὐμῖν, ” οὐκ ὄντων ἐκείνων, οἷς ἀποδεδόσθαι ἦν ἀνάγκη τὸ γράμμα ; ἐἶτα ἐπάγει, “ γινώσκετε τὸν ἀδελφὸν Τιμό “ θεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.” [*](a στρέπων Cod.)

114
ὁρᾷς ὅτι δῆλος ἦν ὁ καὶ τῇ Ἐπιστολῇ τοῦ γράμματος διακονησάμενος, μεθ’ οὗ καὶ ὄψεσθαι αὐτοὺς εἰ τάχιον ἐπανέλθοι σαφῶς ὑπισχνεῖται; τίς οὖν ἡ τούτου αἰτία; εὔδηλος καὶ ἄγαν σαφής· διέλοντο Βαρνάβας τε καὶ αὐτὸς μετὰ τῶν περὶ τὸν μακάριον Πέτρον τὸ κήρυγμα, οὐχ ἵνα τὰ μὲν οὗτοι, τὰ δὲ ἐκεῖνοι διδάσκωσιν, εἷς γὰρ ἦν αὐτὸς ὁ σκοπὸς, ἀλλ’ ἵνα οἱ μὲν τοὺς ἀπὸ ἐθνῶν, οἱ δὲ τοὺς ἀπὸ τῶν Ἰουδαίων τῇ πίστει προσάγωσι· διὰ τὴν τότε κρατοῦσαν ἔτι φιλονεικίαν ἀπὸ τῆς ἐν τῷ νόμῳ συνηθείας, τῶν Ἰουδαίων τοῖς ἐξ ἐθνῶν ἐπιμίγνυσθαι οὐκ ἀνεχομένων· οἰκονομικώτερον τῇ διαιρέσει ταύτῃ χρησάμενοι. ἐχρημάτιζον οὖν οἱ μὲν ἐθνῶν Ἀπόστολοι, οἱ δὲ τῶν ἐκ περιτομῆς, οἱ δέ γε περιστευκότες κοινοὺς ὡς εἰκὸς διδασκάλους τε καὶ Ἀποστόλους ἐνόμιζον εἶναι. ὅτε μὲν οὖν ἔγραφε τοῖς ἀπὸ ἐθνῶν, εἰκότως ὡς αὐτῶν Ἀπόστολος αὐτοῖς ἐπιστέλλει, ὅτε δὲ πρὸς τοὺς ἀπὸ Ἑβραίων, ουκετι.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· αὐτῶν πανταχοῦ πολλὴν πρόνοιαν ποιεῖται, ἐπειδὴ καὶ πολλὰς ὑπέμενον θλίψεις, καθὼς Θεσσαλονικεῦσι γράφων λέγει, “ μιμηταὶ “ ἐγένεσθε τῶν ἐκκλησιῶν τῆς Ἰουδαίας, ” καὶ αὐτοῖς δὲ τούτοις γράφων φησὶ, “ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῖν “ προσεδέξασθε.” διὰ τοῦτο αὐτῶν μάλιστα ὁρᾷς αὐτὸν φροντίζοντα. ὅταν γὰρ λέγῃ, “ πορεύομαι διακονήσων τοῖς ἁγίοις τοῖς ἐν “ Ἱεροσολύμοις,” καὶ πάλιν ὅταν Κορινθίους παρακαλῇ πρὸς τὴν εὐποιίαν, καὶ Μακεδόνας λέγῃ εἰσενηνοχέναι, καί φησιν, “ ἐὰν “ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι,” τοῦτο λέγει· καὶ ὅταν λέγῃ, “ μόνον, ἵνα τῶν πτωχῶν μνημονεύωμεν,” ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι, τοῦτο λέγει· “ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ “ κοινωνίας· ἵνα ἡμεῖς μὲν εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περι- “τομήν·” καὶ πανταχοῦ ὁρᾷς αὐτὸν πολλὴν πρόνοιαν αὐτῶν ποιούμενον· εἰκότως· ἐν μὲν γὰρ τοῖς ἄλλοις ἔθνεσιν, ἔνθα καὶ Ἰουδαῖοι ἦσαν καὶ Ἕλληνες, οὐδὲν αὐτὸν ἐδέδιττεν· ἐκεῖ δὲ ἐδόκουν τέως κρατεῖν καὶ αὐτονομεῖσθαι, καὶ πολλὰ καὶ τοῖς ἰδίοις νόμοις διοικεῖν, οὔπω τῆς ἀρχῆς κατάστασιν ἐχούσης, οὐδὲ τέλεον [*](b ἔλεον Cod.)

115
ὑπὸ Ῥωμαιοις κειμένης, εἰκότως πολλῇ τυραννίδι ἐκέχρηντο· ἐν μὲν γὰρ ταῖς ἄλλαις πόλεσι τοῖς ἄρχουσιν αὐτοὺς προσάγουσι, καὶ αὐτῶν δέονται πρὸς βοήθειαν καὶ τῶν ἐθνῶν· ἐνταῦθα δὲ οὐδὲ μίαν ἐποιοῦντο φροντίδα τούτου, ἀλλ’ αὐτοὶ συνέδριον καθίζουσι, καὶ ἀναιροῦσιν, ὃν ἐὰν θέλωσι. μὴ θαυμάσωμεν οὖν, εἰ καὶ γραμμάτων αὐτοὺς παρακαλεῖ καὶ παραμυθεῖται, ἀναπίπτοντας αὐτοὺς καὶ κειμένους ἀνορθοῖ· καὶ γὰρ τεταριχευμένοι λοιπὸν ἦσαν, καὶ ἀπεγνωκότες ταῖς πολλαῖς θλίψεσι· καὶ τοῦτο πρὸς τῷ τέλει ἐμφαίνει λέγων, “ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλε “λυμένα γόνατα ἀνορθώσατε·” καὶ πάλιν, “ ἔτι μικρὸν ὅσον ὅσον “ ὁ ἐρχόμενος ἤξει καὶ οὐ Χρονιεῖ,” καὶ πάλιν, “ εἰ ἐκτὸς ἐστὲ παιδείας, ἄρα νόθοι ἐστε καὶ οὐχ υἱοὶ.

(Σευηριανοῦ.) Γράφει δὲ αὐτοῖς, ὥς φησιν ὁ μακάριος Σευηριανὸς, τῇ Ἑβραίων γλώττῃ, ἃ καὶ ἡρμηνεύθη ὑπό τινος τῶν μαθητῶν, ὑπὸ Λουκᾶ, ἣ μᾶλλον ὑπὸ Κλήμεντος, οὗ καὶ μέμνηται· διὰ τοῦτο ξένη φράσις· καὶ τοῦτο ἐζήτηται τοῖς πρὸ ἡμῶν· καὶ Εὐσέβιος ὁ Παμφίλου ἱστορικώτερος γεγονὼς τῶν πρὸ αὐτοῦ καὶ μετ’ αὐτοῦ, ἐμνημόνευσε τῆς ζητήσεως, καὶ ὅτι τοῖς πατράσιν ἡμῶν τοῖς παλαιοῖς τῶν ἐπισκόπων ἔδοξε Παύλου τὴν Ἐπιστολὴν εἶναι.

(Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος φησί· γέγονε δὲ αὐτῷ καὶ σφόδρα σοφὸς ὁ τῆς ὑφηγήσεως τρόπος, καὶ πολὺ δὴ λεπτῶς καὶ εὐμηχάνως ἐσκευασμένος. διαποικίλλεται γὰρ ἔκ τε νομικῶν γραμμάτων καὶ πνευματικῶν ἐννοιῶν, καὶ τῆς τῶν ἁγίων προφητῶν πολυτρόπου προαναρρήσεως· καὶ σκοπὸς αὐτῷ καταδιδάξαι πανταχῆ καὶ ἀναπείθειν τοὺς ἐντευξομένους, ὅτι τύποι μὲν ἦσαν τὰ διὰ Μωϋσέως τὴν τῆς ἀληθείας ὠδίνοντα δύναμιν, ἀλήθεια δὲ ὁ Χριστός· περιττὴν ἀποφαίνων τὴν ὡς ἐκ τύπου καὶ σκιᾶς χρειωδεστάτην τοῖς πάλαι παράδειξιν. καθίστησι δὲ πρὸς τούτῳ καὶ τοῦτο ἡμῖν ἐναργὲς, ὅτι καὶ τοῖς ἐν νόμῳ βεβιωκόσι λαμπρῶς, συμβέβηκεν οὐχ ἑτέρως τὸ ἐν εὐκλείαις γενέσθαι καὶ εὐδοκιμεῖν, πλὴν ὅτι διὰ τῆς πίστεως τῆς εἰς Θεόν· καὶ ὅτι χρῆμά ἐστιν ἀρχαῖον ἡ πίστις, καὶ τοῖς ἁγίοις πατράσιν ἐντριβές. οὐκ ἐχρήσατο δὲ ταῖς κατειθισμέναις αὐτῷ ἀρχαῖς τε καὶ προοιμίοις,

116
ἐπειδή περ ἐν ὑποψίαις τε ἦν καὶ διαβολαῖς παρὰ τοῖς πιστεύσασι τῶν Ἰουδαίων, ὡς τοῖς ἐξ ἐθνῶν προσκείμενον καὶ διδάσκοντα πάντας πανταχῆ, παρ’ οὐδὲν ἡγεῖσθαι τὸν νόμον καὶ τῶν μὲν πατρῴων ἐθνῶν ὡς εἰκαίων b καταφρονεῖν· ἐφ’ ἑτέραν δὲ ὥσπερ ἰέναι τρίβον, ὡς ἐκ τῶν Πραξέων τῶν Ἀποστόλων τοῦτό ἐστι καταμαθεῖν. οἰκονομικώτατα τοίνυν περιστέλλει τὰ συνήθη, καὶ σεσίγηκε μὲν τῆς ἀποστολῆς τὴν χάριν· κεχώρηκε δὲ μᾶλλον ἐπὶ τὸ μεμνῆσθαι δεῖ πατέρων τε καὶ προφητῶν ἁγίων, εὐπαράδεκτον ἔσεσθαι τὸν λόγον αὐτοῖς· διὰ τούτου πεπιστευκὼς, ἔφη γοῦν—

[*](b ὡσεὶ καίων Cod.)
117

α΄. Θεολογία Χριστοῦ ἐν δόξῃ Πατρὸς, καὶ ἐξουσίᾳ τῶν μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη ἐς τὴν ἐπουράνιον δόξαν.

β΄. Ὅτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ, ἀλλὰ Θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος αἰῶνος, ἐν ᾧτ’ οἱ λειτουργοὶ, ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης.

γ΄. Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα πρὸς ἡμᾶς ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως.

δ΄. Ὅτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον.

ε΄. Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν.

ζ΄. Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγω̣ τῷ διὰ πάντων, καὶ τὸ χρηστὸν τῆς χάριτος τῆς ἱερατικῆς παρὰ τῷ ὁμοιοπαθήσαντι ἡμῖν.

ζ΄. Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς.

η΄. Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρκῳ.

θ΄. Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα, τὴν πόλιν, καὶ τὴν ζωὴν, καὶ τὴν ἱερωσύνην.

ι΄. Ὅτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐδὲ διὰ νόμου σαρκίνου.

ια΄. Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν, ἐν ἱλασμῷ καὶ ἁγιασμῷ.

ιβ΄. Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα.

118

ιγ'. Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν.

ἰδ’. Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως.

ἴε. Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν.

ἲς. Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης.

ιζ́. Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ.

ἴη. Περὶ σωφροσύνης, ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἠσαῦ, μὴ εὑρὼν τόπον μετανοίας.

ἴθ’. ὅτι φοβερώτερα τῶν ἐπὶ Μωϋσέως τὰ μέλλοντα, καὶ πλείονος ἄξια σπουδῆς τὰ νῦν.

κ΄. Περὶ φιλαδελφίας καὶ φιλοξενίας.

κα'. Περὶ τοῦ μὴ σωματικῶς ζῆν κατὰ νόμον, ἀλλὰ πνευματικῶς κατὰ Χριστὸν ἐν ἀρετῇ.

κβ΄. Εὐχὴ πρὸς τὸν Θεὸν περὶ τῆς εἰς ἀρετὴν ἀγωγῆς καὶ οἰκονομιας.

119

Θεολογία Χριστοῦ ἐν δόξη Πατρὸς καὶ ἐξουσίᾳ τῶν πόντων, μετὰ τῆς καθάρσεως τῶν ἐπὶ γῆς, ἀφ’ ἧς ἀνέβη εἰς τὴν ἐπουράνιον δόξαν.

Πολυμερωσ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.

Γενναδίου. τοῖς ἀμφὶ τὸν Ἀβραάμ τε καὶ τὸν Μωσέα καὶ τοὺς καθεξῆς διαφόρως οὖν φησὶ, καὶ καταλλήλως, ἑκάστῳ καιρῷ τοῖς ἡμετέροις προγόνοις διὰ τῶν οἰκείων προφητῶν ὁμιλήσας Θεὸς, τοῦ παντὸς ἤδη χρόνου συμπληρουμένου, λελάκηκεν ἡμῖν ἐν Θεῷ, τουτεσι, νομοις πρότερον τὸ γόος ἡμῶν ἑκάστης γενεᾶς καταλλήλοις πρὸς κτῆσιν δικαιοσύνης τε καὶ θεωγνωσίας διὰ τῶν ἑαυτοῦ δούλων, παιδαγωγήσεως τῶν χρόνων ἤδη συμπληρωθέντων ἐν Ἰησοῦ Χριστῷ, καὶ τῆ κατ’ αὐτὸν οἰκονομίᾳ τοῖς τούτων ἡμᾶς αὐτοτελῆ χάριν εὐηγγελίσατο· λέγει δὲ τοῖς μετὰ τὸν σταυρὸν διὰ ἀναστάσεως αὐτοῦ πρὸς τὸ ἄφθαρτον καὶ ἀναμάρτητον τῆς φύσεως τῆς ἡμετέρας ἀποκατάστας.

Κυρίλλου. Λελάληκε μὲν ὁ Θεὸς τοῖς ἀρχαιοτέροις ἐν διὰ στόματος ἁγίων, καὶ διὰ φωνῆς προφητῶν. καὶ γοῦν ἔφη δι’ ἑνὸς αὐτῶν τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐντρέπων, “ οἱ πα- “τέρες ὐμῶν ποῦ εἰσι, καὶ οἱ προφῆται, μὴ τὸν αἰῶνα ζήσονται ; “ πλὴν τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου δέχεσθε, ὅσα ἐγὼ

120
“ ἐντέλλομαι ἐν πνεύματι μου τοῖς δούλοις μου τοῖς προφήταις.” ἀλλ’ εἰ καὶ ἢν ἐν πνεύματι τοῖς ἀρχαιοτέροις τῆς προφητείας ἡ χάρις, οὐ γέγονε δίχα τοῦ ἐκ Πατρὸς ὄντος Θεοῦ Λόγου· λαλεῖ γὰρ ἁγίοις ὡσαύτως τὸ πνεῦμα αὐτοῦ· καὶ οὐ δή που φαίη τις ἃν εἰ γε νοῦν ἔχοι, ὡς τὸ Πνεῦμα τὸ Ἅγιον ὑπουργικὴν εἰς ἡμᾶς ἀποπεραῖνον διακονίαν, ἐν ἴσῳ προφήταις δέχεσθαι μὲν παρὰ τοῦ Θεοῦ Λόγου τὴν περὶ ὣν ἂν βούλοιτο γνῶσιν, ἤγουν ἀποκάλυψιν, ποιεῖσθαι δὲ οὕτως εἰς ἡμᾶς αὐτήν. διοίσοι γὰρ οὕτως κατ’ οὐδένα τρόπον τῶν ἁγίων προφητῶν, εἴπερ ὧδε ἔχοι· ἀλλ’ εἰδὸς πάντα τὰ ἐν αὐτῷ, παρ’ αὐτοῦ λαμβάνειν λέγεται καὶ ἀναγγέλλειν ἁγίοις. οὐκοῦν ἐλάλει καὶ πάλαι διὰ τοῦ Ἁγίου Πνεύματος τοῖς ἀρχαιοτέροις ὁ μονογενής· ἐλάλει δὲ “ πολυτρόπως” διαμορφοῦσθαι κελεύων τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως ἑαυτοῦ μυστήριον. ἔστιν οὖν ἀκοῦσαι λέγοντος διὰ προφητῶν, “ ἐγὼ ὁράσεις “ ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην·” καὶ πάλιν, “ αὐτὸς “ ὁ λαλῶν πάρειμι, ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελι- “ζομένου ἀκοὴν εἰρήνης, εὐαγγελιζομένου ἀγαθά.” ἐπὶ γὰρ συντελείᾳ λείᾳ τῶν αἰώνων, αὐτὸς ἡμῖν δι’ ἑαυτοῦ λελάληκεν ὁ Υἱός· οὐ μεσολαβοῦντος ἔτι προφήτου καὶ φωνῆς ἁγίων, ἀλλὰ δι’ ἑαυτοῦ καθ’ ἡμᾶς γεγονὼς ὁ μονογενὴς, τοὺς πρὸς ἡμᾶς πεποίηται λόγους. λαλῆσαι δέ φαμεν ἐν Υἱῷ τὸν Πατέρα, οὐχ ὡς δι’ ἀνθρώπου τινὸς ἰδικῶς διὰ μέσου κειμένου καὶ διαπορθμεύοντος εἰς ἡμᾶς, οὐκ ἰδίους μᾶλλον, ἀλλὰ τοὺς παρ’ ἑτέρου λόγους, ἀλλ’ ἰδίᾳ φωνῇ τῇ διὰ τοῦ σώματος λαλοῦντος ἡμῖν τοῦ Υἱοῦ· αὐτοῦ γὰρ ἦν τοῦ μονογενοῦς καὶ οὐχ ἑτέρου τινὸς ἡ σάρξ.

Θεὸς γὰρ ὢν φύσει γέγονεν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός. τότε γὰρ τὴν ἀπόρρητον τοῦ Θεοῦ καὶ Πατρὸς φανερὰν ἡμῖν ἐποίει βουλήν· ταύτῃ τοι καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ “ μεγάλης “ βουλῆς Ἄγγελος.” ὀρθῶς οὖν Παῦλός φησιν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐν Υἱῷ λελαληκέναι πρὸς ἡμᾶς τὸν Θεὸν καὶ Πατέρα. ᾔδει γὰρ ὄντα Θεὸν τὸν Ἐμμανουὴλ, γεγονότα δὲ καὶ ἐν ἀνθρωπότητι μεθ’ ἡμῶν τὸν ἐκ Θεοῦ Λόγον, ἐπέγνω τὸν ἐλεύθερον ἐν τῇ τοῦ δούλου μορφῇ, ὡμολόγει τὸ πλήρωμα τοῦ δι’ ἡμᾶς ἑαυτὸν κενώσαντος, ἐθεώρει τῆς δόξης τὸ ὕψος τοῦ καθέντος ἑαυτὸν δἰ ἡμᾶς εἰς ταπείνωσιν, ὅστις καὶ ταύτης ἕνεκα τῆς αἰτίας κληρο-

121
νόμος πάντων τεθεῖσθαι λέγεται· καίτοι κατεξουσιάζων τῶν ὅλων καθὰ καὶ νοεῖται καὶ ἔστι Θεός· πάλιν γὰρ εἰς τὸν ἴδιον πλοῦτον ἀναφοιτᾷ καὶ μετὰ σαρκός. μεμένηκε γὰρ οὐδαμῶς ἐν τῇ κἀς ἡμᾶς πτωχείᾳ· οὐ δία τοῦτο γενόμενος σὰρξ, ἴνα πτωχὸς απομείνῃ μεθ’ ἡμῶν, τὸν ἴδιόν τε καὶ θεοπρεπῆ πλοῦτον ἀποβαλὼν, ἀλλ’ ἵνα μᾶλλον ἡμεῖς οἱ τῶν θείων χαρισμάτων νοσοῦντες τὴν ἔνδειαν, τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. καὶ γοῦν Υἱὸς ὣν φύσει καὶ συναΐδιος τῷ Πατρὶ, ὅτε διὰ τῆς ἁγίας παρθένου καὶ τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε δι’ ἡμᾶς, ὡς εἰς ἀρχὰς υἱότητος ἀνακομιζόμενος, ἔφασκε διὰ τοῦ Δαβίδ· “ Κύριος εἶπε πρός με, “ υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε·” τογάρτοι σήμερον καιροῦ τοῦ ἐνεστηκότος, καθ’ ὃν καὶ γέγονε σὰρξ, ποιεῖται τὴν δήλωσιν· ὑπάρχων δὲ φύσει καὶ τῶν ὅλων Κύριος. μεμαρτύρηκε γὰρ Ιωάννης περὶ αὐτοῦ, ὅτι εἰς τὰ ἴδια ἦλθεν, ἴδια λέγων αὐτοῦ τὸν κόσμον, ὡς εἰς δόξαν ἀσυνήθη τὴν τῆς βασιλείας καλούμενος ἔφασκεν· “ ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ·” δῆλον δὲ ὅτι τοῦ Θεοῦ καὶ Πατρός· ἠνέσχετο δὲ τῶν τοιούτων, ἵν ὡς ἄνθρωπος υἱοποιηθεὶς, καὶ τοι κατὰ φύσιν ὑπάρχων Θεὸς, ὁδοποιήσῃ δι’ ἑαυτοῦ τῇ ἀνθρώπου φύσει τῆς υἱοθεσίας τὴν μέθεξιν, καὶ καλέσῃ πρὸς βασιλείαν οὐρανῶν τοὺς ὑπὸ τῆς ἁμαρτίας τυραννουμενους.

Ὥσπερ γὰρ οἶά τινα κλῆρον ἐκ Πατρὸς εἰς ὅλον τὸ ἐξ αὐτοῦ διήκοντα γένος, ἃς ἐκ τῆς ἐν Ἀδὰμ παραβάσεως συμφορὰς ἐσχήκαμεν, ἀρᾷ καὶ θανάτῳ πεφορτισμένοι, οὕτω πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον γένος τὰ ἐν Χριστῷ διαδραμεῖται λαμπρά· δέχεται γὰρ ἡμῖν, οὐχ ἑαυτῷ δὴ πάντως ὁ μονογενὴς, πλήρης γάρ ἐστιν ὅτι καὶ φύσει Θεός· δεῖται δὲ ὅλως οὐδενὸς, καταπλουτίζει δὲ μᾶλλον αὐτὸς τοῖς ἄνωθεν ἀγαθοῖς τὴν σύμπασαν κτίσιν. τέθειται τοίνυν ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς, ἀνοσίως διηρπασμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ Θεὸς καὶ Πατήρ· “ αἴτησαι παρ’ ἐμοὶ, καὶ δώσω Τοι ἔθνη τὴν κληρονομίαν σου” καὶ ἕξης · οὗ πρὸς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν

122
φησὶν, “ οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς “ δέδωκας.” ἄθρει δὴ οὖν, ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἄνεισιν καὶ μετὰ σαρκός· εἰ γὰρ ἤσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατὰ τίνα δὴ τρόπον νοηθεῖεν ἂν τοῦ συμβασιλεύοντος αὐτῷ Λόγου ; τοιγάρτοι καὶ ἔφασκεν, “ ὅτι πάντα τὰ ἐμὰ, σά “ ἐστι, ἐστι, καὶ τὰ σὰ, ἐμά· καὶ δεδόξασμαι ἐν αὐτοῖς.” πῶς οὖν αἰτεῖν προστάσσεται, καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται καὶ τὰ πέρατα τῆς γῆς ; ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεῷ, διασώσαι θελήσας ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Πατὴρ, πέπομφεν εἰς τόνδε τὸν κόσμον τὸν μονογενῆ Θεὸν Λόγον, ἵνα γενόμενος σὰρξ, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς ὡς ἄνθρωπος, κηρύξῃ αἰχμαλώτοις μὲν ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν. οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμον διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσομεν τὴν οἰκονομίαν· ποῦ γὰρ ὅλως ἐπτώχευσεν, εἰ μὴ γέγονε καθ’ ἡμᾶς ; τουτέστιν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός· οὕτω φρονεῖν ἡμᾶς ἀναπείθων ὁ θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τὸ “ δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.” πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές ; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τέτοκεν ἡμῖν ἡ ἁγία παρθένος τὸν Ἐμμανουὴλ, πῶς δι’ αὐτοῦ τοὺς αἰῶνας πεποιῆσθαι φησι ; καὶ μάλα ὀρθῶς· ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου γεγενημένος, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων γεγενῆσθαι λέγεται σαρκικῶς ἐκ γυναικός· ἀδικήσει δὲ ὅλως οὐδὲν εἰς ἀρχαιότητα θεοπρεπῆ τὸν οὕτως ἔχοντα κατὰ φύσιν, τὸ νεώτερον τῆς οἰκονομίας, οὔτε μὴν τῆς ὑπάρξεως αὐτοῦ τὸ πρεσβύτατον τὴν οἰκείαν ἀπολέσει δόξαν. γέγραπται γὰρ ὅτι “ Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον “ ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.” ὅτι δὲ καὶ ἐν σαρκὶ πεφηνὼς προσμεμαρτύρηκεν ἑαυτῷ τὸ ὡς ἐν θείᾳ φύσει πρεσβύτατον, πιστώσεται λέγων πρὸς Ἰουδαίους, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔφη δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ Βαπτιστής a. “ ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, “ ὅτι πρῶτός μου ἦν·” πλουτεῖ γὰρ ἐν πᾶσι καὶ πρωτεύει Χριστός.

[*](a εὐαγγελιστὴς Cod.)
123

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· διὰ τί μὴ ἀντέθηκεν ἑαυτὸν ὁ Ἀπόστολος τοῖς προφήταις ; καὶ τοι γε πολὺ μείζων ἢν ἐκείνων, ὅσῳ καὶ μείζονα ἐνεπεπίστευτο. ἀλλ’ οὐ ποιεῖ τοῦτο· τι δή ποτε ; πρῶτον μὲν τὸ περὶ ἑαυτοῦ μεγάλα λαλεῖν παραιτούμενος, δεύτερον δὲ διὰ τὸ μηδέ πω τοὺς ἀκροατὰς εἶναι τελείους, καὶ τρίτον ἐπάραι μᾶλλον αὐτοὺς βουλόμενος, καὶ δεῖξαι πολλὴν οὖσαν νῦν τὴν ὑπεροχήν· ὡσανεὶ ἔλεγε, τι μέγα ὅτι προφήτας ἔπεμψε πρὸς τοὺς πατέρας ὑμῶν ; πρὸς γὰρ ἡμᾶς αὐτὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· καλῶς δὲ εἶπεν, “ ἐπ’ ἐσχάτων, ” καὶ τούτῳ αὐτῷ διανίστησι καὶ παρακάλει ἀπειρηκότας λοιπὸν, ὡσπερ καὶ ἀλλαχοῦ φησιν, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.” πάλιν καὶ ἕτερόν τι αἰνίττεται, ὅτι πολλοῦ χρόνου γενομένου ὅτε προσδοκία σωτηρίας οὐκ ἦν, τότε πλέον ἔσχομεν· καὶ θέα τί συνετῶς αὐτὸ εἴρηκεν· οὐ γὰρ εἶπεν ὁ Χριστὸς ἐλάλησεν, καί τοιγε αὐτὸς ἦν ὁ λαλήσας, ἀλλ’ ἐπειδὴ ἀσθενεῖς αὐτῶν ἦσαν αἱ ψυχαὶ, καὶ οὐδέπω ἀκούειν ἠδύναντο ἃ δεῖ περὶ Χριστοῦ, φησὶν, ὅτι δι’ αὐτοῦ ἐλάλησεν, ὃν ἔθηκε κληρονόμον πάντων, τῷ τοῦ κληρονόμου κέχρηται, δύο δηλῶν, καὶ τὸ τῆς υἱότητος γνήσιον, καὶ τὸ τῆς κυριότητος ἀνυπόστατον, “ κληρονόμον πάντων, ” τουτέστι τοῦ κόσμου παντὸς.

(Σευηριανοῦ.) Ὁ μακάριος δὲ Σευηριανὸς φησί· “πολυμε “ρῶς” μὲν κατὰ τὰς διαφορὰς τῶν χρόνων, ἐν αἷς ᾠκονομήθη τὰ περὶ ἡμῶν, οἷον ἐν τῇ τοῦ Ἀδὰμ γενέσει, ἐν τοῖς κατὰ τὸν κάϊν, ἐν τοῖς κατὰ τὸν Νῶε, ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ, ἐν τοῖς πρὸ νόμου, ἐν τοῖς μετὰ νόμον· πολλὰ γὰρ τὰ μέρη τῆς ὑπὲρ ἡμῶν τοῦ Θεοῦ οἰκήσεως. “ πολυτρόπως” δὲ ὅτι ἄλλη ἐδόθη ἐντολὴ τῷ Ἀδὰμ, ἄλλη τῷ Νῶε, ἑτέρα τῷ Ἀβραάμ· καὶ διὰ Μώσεως ἄλλη, καὶ διὰ τῶν προφητῶν διάφοροι. “ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ” ἀντὶ τοῦ δι’ Υἱοῦ· οὐ γὰρ ἐν αὐτῷ ὡς ἐν ὀργάνῳ, ἀλλὰ δι’ αὐτοῦ ὡς οἰκονομοῦντος σάρκα, ἱν ἐντεῦθεν ἀρξαμένη τῶν Ἰουδαίων ἡ ἀκοὴ, καὶ ὥσπερ δραξαμένη ψηλαφίᾳ τινὶ τοῦ λόγου οὕτως ἀναχθῇ εἰς τὴν προαιώνιον ὕπαρξιν. πρότερον γὰρ εἰρηκὼς “ ἐλάλησεν ἡμῖν ἐν “ Υἱῷ, ὃν καὶ κληρονόμον ἔθηκεν, ” ἀντὶ τοῦ ἐποίησεν, ἀνήγαγε τὸν λόγον εἰς τὴν προαιώνιον ὕπαρξιν· καὶ τοῦτο ποιεῖ συνεχῶς, πῆ μὲν ἀνιὼν εἰς τὴν θεολογίαν, πῆ δὲ κατιὼν εἰς τὴν ἐνανθρώπησιν.

124

Δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν.

(??) a. Ὁ αἰὼν φύσις μέν ἐστιν οὐδεμία ἐν ὑποστάσει τὸ ἔχουσα, διάστημα δέ τι νοεῖται εἶναι· ἀπό τινος οὖν ἐπινοούμενον ἀρχὴν τοῦ εἶναι ἔχοντος ἄχρι τῆς ἐκείνου τελευτῆς, ἢ ἑτέρου τινὸς ἀρχὴν εἰληφότος ὁμοίως· οὐ γὰρ ἐν ἰδίᾳ ὑποστάσει τὰ χρονικὰ νοοῦμεν διαστήματα, τοῖς δὲ ἀρχὴν τοῦ εἶναι εἰληφόσιν αὐτὰ συνεπινοοῦμεν ἐκείνοις τῆς τε ἀρχῆς αὐτοῦ καὶ τοῦ τέλους τὴν φαντασίαν δεχόμενοι, οὐχ ὥσπερ ἐπὶ τοῦ Θεοῦ λεγόντων, ὅτι ἦν μόνον, ὃς ἐπειδήπερ ἦν ἀεὶ, οὐ δυνατὸν ἡμᾶς αὐτοῦ συνόντα ἐπινοεῖν διαστήματα τῆς ζωῆς. τῷ τοίνυν εἰπεῖν τῶν αἰώνων ποιητὴν, οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἣ ἀίδιον, παντὸς ὑπερκείμενον διαστήματος, ἀπέραντον ἔχοντα τὴν οἰκείαν ὕπαρξιν. ὁ μὲν γὰρ ποιητὴς πρότερός ἐστι τῶν ποιηθέντων, τῷ δὲ ἀρχὴν ἔχοντι συνεπινοεῖσθαι διάστημα ἀνάγκη. ὥσπερ δὲ ὅταν λέγῃ ὁ μακάριος Δαυὶδ, “ ὁ “ ὑπάρχων πρὸ τῶν αἰώνων,” οὐ τοῦτο βούλεται εἰπεῖν, ὅτι τῶν οὐχ ὑφεστώτων προυπάρχει, ἀλλ’ ἵνα εἴπῃ ὅτι παντός ἐστι διαστήματος ἀνώτερος, ἀεὶ τὸ εἶναι ἔχων, οὕτως ὅταν λέγῃ, “ δι’ οὗ “ καὶ τοὺς αἰῶνας ἐποίησεν, ” οὐχὶ τῶν οὐχ ὑφεστώτων βούλεται αὐτὸν ποιητὴν εἰπεῖν, ἀλλ’ ἀεὶ ὄντα καὶ τῶν ἀρχὴν ἐσχηκότων αἴτιον ἁπάντων· “ ὡς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ “ τῆς ὑποστάσεως αὐτοῦ· καλῶς οὐκ εἶπε τοῦ Θεοῦ, ἀλλὰ “ τῆς “ δόξης,” τῷ καταπληκτικῷ τοῦ ὀνόματος οὐδὲ περιεργάζεσθαι τὰ τῆς φύσεως ἐκείνης ἐπιτρέπων ἡμῖν, ὡς ἃν μόνον δοξάζεσθαι ὀφειλούσης παρ’ ἡμῶν· τῇ μὲν παραβολῇ τοῦ ἀπαυγάσματος χρησάμενος, εἰς ὃ μάλιστα ἀναγκαῖον ἐνόμιζε, τῇ δὲ ἐπαγωγῇ τὸ ἀπεμφαῖνον τῆς παραβολῆς ἐκλύσας· ἀκριβῆ γὰρ, φησὶ, σώζει τὸν χαρακτῆρα τῆς φύσεως, ὥστε ὅπερ ἂν ἐκείνην νοήσῃς τὴν ὐπόστασιν, τοῦτο νόει καὶ ταύτην εἶναι, ἀκριβεῖς φέρουσαν ἐκείνης τοὺς χαρακτῆρας, τῷ κατὰ μηδὲν διαλλάττειν αὐτὴν ἐκείνης.

[*](a Incertum an Δομνῖνος.)[*](b Ad marg. ΓΕΝΝΑΔΙΟΥ. Δόξαν εὐφήμως κέκληκε τὸν Πατέρα, ἀπαύγασμα δὲ τὸν Υἱὸν, διδάσκων ἐκ παραδείγματος, ἐκ Πατρός τε αὐτὸν εἰναι καὶ συναΐδιον τῷ Πατρί· τοιοῦτον γὰρ τὸ ἀπαύγασμα ἐκ τοῦ τε ὂν, καὶ συνυπάρχον αὐτῷ· οὐκοῦν ἂν ἥλιον εἴποι τις ὑπό τε τοῦ οἰκείου πρεσβύτερον ἀπαυγάσματος. ἔφη δὲ αὐτὸ δίχα τῆς ὡς συλλαβῆς, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς.)
125

(Σευηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· παραστῆσαι τρανότερον τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγενῆσθαι τὸν Λόγον, τοῦ ἀπαυγάσματος ἐμνήσθη· τὸ γὰρ ἀπαύγασμα ἐκ τῆς οὐσίας ἐστὶν ἐκείνου, οὗ ἐστιν ἀπαύγασμα, καὶ διηνεκὲς καὶ ἐξ αὐτοῦ, καὶ οὐδέποτε ἄνευ ἐκείνου ἐπινοούμενον οὗ ἐστιν ἀπαύγασμα. ἀλλ’ ἐπειδὴ τὸ ἀπαύγασμα ἐλάττονα δείκνυσι τὴν φύσιν παρ’ ἐκεῖνο οὗ ἐστιν ἀπαύγασμα, καὶ οὐκ ἐν ἰδίᾳ ὑποστάσει, ἑτέρᾳ λέξει τοῦτο παρέστησεν εἰπὼν, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως· τὸ μὲν πρῶτον τεθεικὼς εἰς ἀπόδειξιν τοῦ ἐκ τῆς οὐσίας ἀμέτρως εἶναι· τὸ δὲ δεύτερον, ὅτι οὐκ ἀνυπόστατον. ὥσπερ γὰρ Ἰωάννης Λόγον ὀνομάσας ἐπήγαγε, “ πρὸς Θεὸν ἦν, καὶ Θεὸς ἦν, οὕτως καὶ Παῦλος ἀπαύγασμα εἰπὼν, προσέθηκε, “ καὶ χαρακτὴρ τῆς ὑποστάσεως.

(Χρυσοστόμου.) Ἔφη δὲ καὶ ὁ μακάριος Ἰωάννης· τοῦτο εὐλαβείας ἐκλαμβάνειν δεῖ καὶ τὰ ἄτοπα περικόπτειν· ἀπαύγασμα τῆς δόξης φησὶν, ὅτι ἐξ αὐτοῦ, ὅτι ἀπαθῶς, ὅτι οὐ μειωθέντος οὐδὲ ἐλαττωθέντος, ἐπειδή εἰσι τινες ἄτοπά τινα ἐκ τοῦ ὑποδείγματος ἐκλαμβάνοντες. τὸ γὰρ ἀπαύγασμα ἐνυπόστατον οὐκ ἔστιν, ἀλλ’ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. μὴ τοῦτο τοίνυν ἐκλάβῃς ἄνθρωπε, μηδὲ Μαρκέλλου καὶ Φωτεινοῦ νοσήσῃς τὴν νόσον· ἐγγύθεν γάρ σε θεραπεύει, ὥστε μὴ εἰς ἐκείνην ἐμπεσεῖν τὴν διάνοιαν· τι δὲ φησί; “καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·” οἷον, ὥσπερ ἐστὶν αὐτὸς ἐνυπόστατος, οὐδενὸς δεόμενος, οὕτω καὶ ὁ Υἱός. ἐνταῦθα γὰρ τὸ ἀπαράλλακτον δεικνὺς, τοῦτό φησι, καὶ τὸν ἰδιάζοντα χαρακτῆρα τοῦ πρωτοτύπου.

(Κυρίλλου.) Ὀ μακάριος δὲ Κύριλλος φησίν· ὥσπερ ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ’ ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Τιος, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων, καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ’ αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός· ἵδοι δ’ ἄν τις αὐτῷ τῆς τοῦ τεκόντος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος· Θεὸς γάρ ἐστιν ἀληθινὸς, ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτός· ζωή τε ὁμοίως ἐκ ζωῆς. ὑπερανέστηκε δὲ τὴν σύμπασαν κτίσιν, ὅσον ἃν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι

126
γὰρ ἀγένητος ἐξ ἀγενήτου, καὶ οὐ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εlναι παρενηνεγμένοις ἐναρίθμιος· “ ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ, καὶ Θεὸς " ἦν ὁ Λόγος.” πῶς οὖν ἄρα τὸ οὐκ ἦν ἀληθὲς ἔσται λεγόμενον ἐπ’ αὐτοῦ παρὰ τῶν ταῖς θείαις πολεμούντων γραφαῖς ; εἰ γάρ ἐστι γενητὸς κατ’ αὐτοὺς, συνυποκείσεται πάντως τοῖς ἄλλοις ἅπασι, καὶ τὸν τῆς δουλείας παραδέξεται ζυγόν· διοίσει δὲ κατ’ οὐδένα τρόπον τῶν ἑαυτοῦ γεγονότων· ἔστιν οὖν Θεὸς μᾶλλον ὡς ἐκ Θεοῦ· “ φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ· “ γέγονε μὲν γὰρ δι’ αὐτοῦ τὰ πάντα· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ἀνέχει δὲ πάλιν αὐτὸς τὰ πάντα πρὸς ἀκλόνητον διαμονήν.

(Χρτσοστόμου.) Ο μακάριος δὲ Ἰωάννης φησίν· ἐνταῦθα δίδωσιν αὐτῷ τὴν αὐθεντείαν, ἵνα ἐκ τούτου μὴ μόνον τὸν χαρακτῆρα τῆς ὑποστάσεως ἐκλάβωμεν, ἀλλὰ καὶ ἐκ τοῦ μετὰ αὐθεντείας ἅπαντα κυβερνᾷν. ὁρ́α τοίνυν ὅπως ὅπερ ἐστὶν ἴδιον τοῦ Πατρὸς, τοῦτο προσάπτει τῷ Υἱῷ· διὰ γὰρ τοῦτο οὐχ ἁπλῶς εἶπε, φέρων τὰ πάντα, ἀλλὰ “ τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.”

(Θεόδωροσ.) Θεόδωρος δέ φησι· τοῦτο ἔστιν, οὐ ποιητὴν μόνον εἰπεῖν τῶν ὄντων· ἀλλὰ γὰρ καὶ τῷ πολλῇ ποιεῖν αὐτὰ περιουσίᾳ τῆς δυνάμεως, ὡς ἃν ἐν τῇ φωνῇ αὐτοῦ πάντων ἀπηρτημένων· οὐ- ’δεν γὰρ διαλλάττει τοῦτο τοῦ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα, ἣ καὶ τῆς τοῦ μακαρίου Μωυσέως διηγήσεως, λέγοντος, " καὶ εἶπε, “ γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, γενηθήτω στερέωμα, καὶ ἐγένετο “στερέωμα·”

(Σετηριανοῦ.) Καὶ ὁ μακάριος δὲ Σευηριανὸς φησί· τοῦτό ἐστιν ὃ λέγει Ἱερεμίας, “ ἰσχυρὰ ἔργα λόγων αὐτοῦ.

(Κυρίλλου.) Καὶ ὁ μακάριος δὲ Κύριλλός φησι, Λόγος ὣν τοῦ Θεοῦ καὶ Πατρὸς παναλκὴς, αὐτὸς ε7πε, καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν· ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. ἐπειδὴ γὰρ τῶν εἰς τὸ ε-ι’ναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν, οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διὰ παντὸς δύνασθαι, ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας, φέρει τὰ πάντα αὐτὸς τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπό-

127
στατὸς, καὶ ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγενημένος, πανσθενὲς καὶ ἐνεργὸν τὸ ῥῆμα αὐτοῦ, καὶ πάντα εὐκόλως κατορθοῦν ἰσχῦον. ἐπάγει δὲ τούτοις,

Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς· τοσούτῳ κρείττων γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς, καὶ μὴν “ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ” μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν, δι’ ἧς καὶ σεσώσμεθα, καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ αιματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος, “ ἐν “ ᾦ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν “ τῶν παραπτωμάτων. ” γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός· “ ἐὰν περιπατῶμεν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν “ μετ’ αὐτοῦ, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθα- “ρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας·” αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· ὃς κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. πότε δέ ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων Ἀγγέλων, κληρονομῆσαι δὲ πή αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος, καί τοι Λόγος ὣν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς, καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἴδιᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας, ἵν οὕτως εἴπω, τοὺς πόνους· ὑπέμεινε γὰρ σταυρὸν, αἰσχύνης καταφρονήσας, ἀτιμίας τε καὶ ὕβρεας καὶ ἐμπτύσματα· ἀλλ’ ἵν ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ, αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι’ ἑαυτοῦ τῶ Θεῶ καὶ Πατρί. δι’ αὐτοῦ γὰρ τὴν προσαγωγὴν ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίαι παρθένου ληφθέν· ἀλλ’ οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν, καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν, καὶ ἦν αὐτοῦ τὰ

128
πάντα μεστὰ, καὶ ἠλάττωτο μὲν βραχὺ παρ’ Ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν Ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις. ἦν δὲ καὶ οὕτως ἔχων “ ὑπὲρ ἄνω πάσης “ ἀρχῆς ἐξουσίας τε καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζο- “μένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ” καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος· “ γινώσκετε γὰρ τὴν “ χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι πλούσιος ὢν ἐπτω- “χευσε δι᾿ ἡμᾶς, ἵν ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.”

(Ἰωάννου.) Ὁ μακάριος δὲ Ἰωάννης φησὶ, δύο τίθησιν τῆς κηδεμονίας αὐτοῦ τεκμήρια μέγιστα, τό τε καθαρίσαι ἡμᾶς τῶν ἁμαρτιῶν, καὶ τὸ δι’ ἑαυτοῦ τοῦτο ποιῆσαι. καὶ πολλαχοῦ ὁρᾷς αὐτὸν τούτῳ σεμνυνόμενον, οὐ μόνον ἐπὶ τῇ καταλλαγῇ τῇ πρὸς τὸν Θεὸν, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Υἱοῦ τοῦτο γεγενῆσθαι. εἰπὼν δὲ καθαρισμὸν δι’ ἑαυτοῦ ποιησάμενος, καὶ ἀναμνήσας τοῦ σταυροῦ, ταχέως τὸν περὶ τῆς ἀναστάσεως λόγον ἐπήγαγε, καὶ φησίν· “ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὐψηλοῖς·” ὥσπερ εἰπὼν ἐν δεξιᾷ οὐκ ἐσχημάτισεν ἑαυτὸν, ἀλλὰ τὸ ὁμοιότιμον ἔδειξε τὸ πρὸς τὸν Πατέρα, οὕτω ἐν ὑψηλοῖς εἰπὼν, οὐκ απεκλεισεν αὐτὸν ἐκεῖ, ἀλλὰ τὸ πάντων ἀναβεβηκὸς, τουτέστι πρὸς αὐτὸν ἔφθασε τὸν θρόνον τὸν πατρικόν. ὥσπερ οὖν ὁ Πατὴρ ἐν ὑψηλοῖς, οὕτω καὶ αὐτός· ἡ γὰρ συνεδρία οὐδὲν ἕτερον δείκνυσιν, ἢ τὸ ὁμότιμον. εἰ δὲ λέγουσιν ὅτι εἶπεν, “ Κάθου, ἐρώμεθα αυτοὺς, τί οὖν ἑστῶτι εἶπεν ; ἄλλως δὲ οὐκ εἶπεν ὅτι ἐκέλευσεν οὐδὲ προσέταξεν, ἀλλ’ ὅτι είπε δι’ οὐδὲν ἕτερον, ἀλλ’ ινα μὴ ἀγέννητον αὐτὸν νομίσῃς καὶ ἀναίτιον· ὅτι γὰρ διὰ τοῦτο εἴρηκε, δῆλον ἐκ τοῦ τόπου τῆς καθέδρας. εἰ γὰρ ἐλάττωσιν ἠθέλησε δηλῶσαι, οὐκ ἃν εἶπεν ἐκ δεξιῶν, ἀλλ’ ἐξ ἀριστερῶν.

τοσούτῳ κρείττω γενόμενος τῶν Ἀγγέλων, ὅσῳ διὰ φορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

Τοῦ Μακαρίου Ἀθαναδίου. Ἐπειδὴ καὶ προφῆται διηκόνησαν, καὶ δι’ Ἀγγέλων ὁ νόμος ἐλαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε τὸ “ τοσούτῳ κρείττων “ γενόμενος τῶν Ἀγγέλων,” δεῖξαι θέλων ὅτι ὅσον ὁ Υἱὸς διαφέρει ἀσυγκρίτοις ὑπεροχαῖς, τοσούτῳ καὶ τῆς διακονίας τῶν δούλων ἡ

129
τοῦ Υἱοῦ διακονία κρείττων γέγονε. τὰς διακονίας ἄρα διακρίνων ὁ Ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παρρησιάζεται πρὸς αὐτοὺς ταῦτα λέγων c.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης τὸ “ γενόμενος ἐνταῦθα ἀντὶ τοῦ ἀποδειχθείς· εἶτα καὶ πόθεν ἰσχυρίζεται ἀπὸ τοῦ ὀνόματος, ὅτι οἶδε τὸ υἱὸς ὄνομα τὴν γνησιότητα δηλοῦν· καὶ μὴν εἰ μὴ γνήσιος ἦν υἱὸς, γνήσιος δὲ οὐδὲν ἕτερον, ἀλλ’ ἣ ἐξ αὐτοῦ· πῶς ἀπὸ τούτου διισχυρίζεται ; εἰ γὰρ χάριτι ἔστιν υἱὸς, οὐ μόνον διαφορώτερος, ἀλλὰ καὶ ἐλάττων ἐστὶν Ἀγγέλων. πῶς ; ὅτι καὶ ἄνθρωποι δίκαιοι ἐκλήθησαν υἱοί· καὶ τὸ υἱὸς ὄνομα ἃν μὴ γνήσιον ᾖ, οὐκ ἰσχύει δεῖξαι τὸ διάφορον, καὶ δηλῶν ὅτι καὶ διαφορά τίς ἐστι κτισμάτων καὶ δημιουργοῦ, ἄκουσον τι φησι, “ τίνι γὰρ εἶπε “ ποτὲ τῶν ἀγγέλων, Υἱός μου εἶ’ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε ; “ καὶ πάλιν, ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱὸν.

Ὄτι οὐ λειτουργικὴ ἡ δόξα Χριστοῦ ἀλλὰ θεϊκὴ καὶ ποιητική. διὸ οὐκ ἐπὶ τοῦ παρόντος οἰωνὸς ἐν ᾧ οἱ λειτουργοὶ. ἀλλ’ ἐπὶ τῆς μελλούσης οἰκουμένης.

Κρυσοστόμου. Καὶ ταῦτα εἴρηται μὲν καὶ εἰς τὴν σάρκα, τὸ ἔσομαι ἀυτῶ, εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υιον· τί ’δε “ Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,” οὐδὲν ἕτερον δηλοῖ, ἣ ὅτι ἐξ οὑ ἐστιν ο Θεός ὥσπερ γὰρ ὣν λέγεται ἀπὸ τοῦ ἐνεστῶτος χρόνου· οὗτος γὰρ μάλιστα ἁρμόζει αὐτῷ, οὕτω καὶ τὸ σήμερον· ἐνταῦθα δέ μοι δοκεῖ εἰς τὴν σάρκα εἰρῆσθαι· ὅταν γὰρ αὐτῆς ἐπιλάβηται, πάντα λοιπὸν ἀδεῶς φθέγγεται· καὶ γὰρ ἡ σὰρξ κοινωνεῖ τῶν ὑψηλῶν, ὥσπερ καὶ ἡ θεότης τῶν ταπεινῶν· ὁ

c Ad marg. ΤΟΥ ΑΥΤΟΥ EN ΑΓΙΟΙΣ ΑΘΑΝΑΣΙΟΥ ΕΚ ΤΟΥ ΚΑTΑ ΑΠΟΛΛΙΝΑΡΙΟΥ ΛΟΓΟΥ. κάη λέγηται κρείττων γενόμενος τῶν Ἀγγέλων, οὐκ αὐτὸς ὁ ποιητὴς τῶν Ἀγγέλων Λόγος κρείττων γέγονεν, ὡς ἥττων ὢν ποτὲ, ἀλλ᾿ ἡ μορφὴ τοῦ δούλου, ἣν αὐτὸς ὁ Λόγος ἰδιοποιήσατο φυσικῇ γεννήσει, κρεῖττον ἀνατείλασα ἐκ τῆς τοῦ πρωτοπλάστου γεννήσεως. Τὸ οὖν κρείττων περὶ . . . . . . . . ὄνομα ὁ Θεὸς Λόγος ἀεὶ εἶχεν, . . . . . . . . οὐδὲ ὕστερον Ἀγγέλων κρείττων ἐγένετο, ὅτε καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποίησεν, ἀλλ᾿ ἀεὶ κρείττων ἦν καὶ ἀσύγκριτος. περὶ δὲ τοῦ κατὰ σῆκα τοῦτο εἴρηται.

ΘΕΟΔΩΡΗΤΟΥ. Πρωτοτοκς ὡς ἄνθρωπος, ὥσπερ μονγενὴς, ὡς Θεός· προσεκύνησαν δὲ αὐτὸν καὶ ὡς ἄνθρωπον οἱ ἄγγελοι.

130
γὰρ ἄνθρωπος γενέσθαι μὴ ἀπαξιώσας καὶ τὸ πρᾶγμα μὴ παραιτησαμενος, πὼς ἀν’ τὰ ῥήματα παρῃτήσατο ;

Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες Ἄγγελοι Θεοῦ.

Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τὴν παρουσίαν αὐτοῦ τὴν ἔνσαρκον πάροδον καλεῖ, οἷον, ὡς ὅταν λέγῃ, “ ἐξῆλθεν ὁ σπείρων τοῦ “ σπεῖραι,” καὶ πάλιν, “ ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω,” καὶ πολλαχοῦ ἴδοι τις ἄν· ὁ δὲ Παῦλος ἔσοδον καλεῖ λέγων, “ ὅταν “ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. τι δή ποτ’ οὖν τούτῳ τῷ λόγῳ κέχρηται, δῆλά ἐστι τὰ σημαινόμενα, καὶ κατὰ τι εἴρηται· ὁ μὲν γὰρ Χριστὸς πάροδον καλεῖ· εἰκότως, ἐπειδὴ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ ἔξω ἐστήκασιν, ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον εἰσάγει τούτους, ἀλλ’ αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἃν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν, ἐξελθὼν πρὸς ἡμᾶς, σάρκα ἀναλαβὼν δηλονότι, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καθαρίσας τῶν ἁμαρτημάτων καὶ καταλλάξας· διὰ τοῦτο πάροδον αὐτὴν καλεῖ· ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσιν

Deest folium.

. . . .κὸς, θαυμάζοντες ἔλεγον, “ τίς οὗτος ὁ παραγενόμενος ἐξ Εδωμ ; τουτέστιν ἐκ γῆς, ἐρύθημα ἱματίων ἐκ Βοσόρ·” ὅ ἐστι τῇ Ἑλλάδι φωνῇ, συνοχῆς ἣ θλίψεως, “ ἵνα τι σου ἐρυθρὰ “ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ ” προσεπυνθάνοντο δὲ κἀκεῖνο λέγοντες, τι αὗται αἱ πληγαὶ αἱ ἀνάμεσον τῶν χειρῶν σου ; ὁ δὲ πρὸς αὐτοὺς, ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῷ ἀγαπητῷ μου. καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἦν ἐξ ἀνάγκης αὐτῷ τοὺς τῶν ἥλων τύπους ἐνεῖκαι τε μετὰ τὴν ἀνάστας ἱν, καὶ σὺν αὐτοῖς ἀναβαίνειν εἰς τὸν οὐρανόν· ἐκεῖνο δὲ μᾶλλον εἰκότως περινοεῖν ἄξιον, ὥσπερ ἀπιστήσαντι τῷ Θωμᾷ τοὺς τύπους τῶν ἥλων καὶ αὐτὴν ἐπέδειξε τὴν πλευρὰν, ἵνα λοιπὸν ἀναπείσῃ λέγειν ἐξ

131
εὐμαθοῦς διανοίας “ ὁ Κύριός μου καὶ ὁ Θεός μου,” οὕτω καθάπερ ἐγῷμαι, τοῖς ἁγίοις Ἀγγέλοις ἐμφανῆ καθιστὰς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, μετὰ τῶν τοῦ πάθους σημείων ἐφαίνετο, ἐρυθρὰ γοῦν τὰ ἱμάτια φέρων, καὶ αὐτοὺς δὲ τοὺς τύπους τῶν ἥλων, ἵνα καὶ αὐτοὶ πιστεύσειαν ὡς φύσει τε καὶ ἀληθῶς ὑπάρχων Θεὸς, γέγονε καὶ υἱὸς ἀνθρώπου, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, καὶ καθεὶς ἑαυτὸν εἰς κένωσιν, ἵνα προσφορὰν καὶ θυσίαν ἑαυτὸν ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἀναθεὶς τῷ Θεῷ καὶ Πατρὶ, διασώσῃ τὴν ὑπ’ οὐρανόν· προσκυνεῖ τοιγαροῦν καὶ ἡ τῶν Ἀγγέλων ἁγία πληθὺς, οὐ παραιτουμένη τὴν προσκύνησιν, ὅτι πρωτότοκος ἦν καὶ ἐν πολλοῖς ἀδελφοῖς ἄνθρωπος, δεδιδαγμένη δὲ τὴν οἰκονομίαν καὶ τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐπιγινώσκουσα Υἱὸν, καὶ ὅτε γέγονε σάρξ.

(Δίδυμου.) Δίδυμος δέ φησιν· εἰ πᾶσα ἡ γενετὴ φύσις τῷ Χριστῷ, διὰ γὰρ τῆς τῶν Ἀγγέλων προσηγορίας τὴν ὑπέρτερον λογικὴν σημαίνει φύσιν· ὥσπερ καὶ ἐν τῷ “ τίνι γὰρ “ τῶν Ἀγγέλων εἴρηκε ποτὲ, κάθου ἐκ δεξιῶν μου· καὶ ὑπεράνω ταύτης ἐστὶν αὐτός· καὶ προσκυνεῖν ὁ λόγος τῶν γραφῶν κτίσματι ἀπεῖπεν, “ μὴ ἀναβλέψας” λέγων “ εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν “ ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον “ τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς·” ὡς δὲ τούτοις προσκυνεῖν κεκώλυται, οὕτω καὶ τοῖς ἄλλοις κτίσμασι, κἄν τινα ὑπεραναβεβηκότα τυγχάνῃ, ὡς καὶ ἔμπροσθεν εἴρηται, διαβεβαιοῦσθαι προσήκει, οὐ κτίσμα ἀλλὰ κτίστην εἶναι τὸν Χριστόν. εἰ δὲ δι’ ἡμᾶς ἥνωσεν ἑαυτῷ τὴν κτιστὴν σάρκα ἐψυχωμένην, ψυχῇ λογικῇ τε καὶ νοερᾷ, καὶ οὕτω δὲ προσκυνούμενος ὡς Θεὸς ὑπὸ πάσης τῆς κτίσεως· ἰδοὺ ἡ μεγίστη διαφορὰ, ὅτι οἱ μὲν κτιστοὶ, ὁ δὲ ἀκτιστος·“ πρὸς μὲν τοὺς Αγγέλους, φησιν, ὁ ποιῶν, πρὸς “ δὲ τὸν Υἱὸν, ὁ θρόνος σου, ὁ Θεός” ἰδοὺ βασιλείας σύμβολον, “ ῥάβδος εὐθύτητος” ἰδοὺ καὶ ἕτερον βασιλείας σύμβολον· εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα, “ ἠγάπησας δικαιοσύνην· διὰ τοῦτο ἔχρισέ σε “ ὁ Θεὸς, ὁ Θεός σου,” τουτέστι, Θεὲ, Θεός σου· ἐνταῦθα καὶ Ιουδαίους καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλεν καὶ Μαρκίωνα· Ἰουδαιους μὲν ... άνο. πρόσωπον δεικνὺς, Θεὸν καὶ Θεόν· τοὺς δὲ Παυ-

132
λου... τοῦ Σαμσατέως εἶπε τῆς αἰωνίου ὑπάρξεως, τουτέστι, δάι... λέγεσθαι καὶ τῆς ἀκτίστου οὐσίας πρὸς ἀντιδιαστολὴν τὴν τοῦ ἐποίησε, τὸ ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τέθεικε πρὸς δὲ Ἀρειανοὺς τοῦτο τε... τὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ γὰρ κτίσμα, δοῦλος· πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ταῦτα ἔστι πρόσωπα διῃρημένα κατὰ τὴν ὑπόστασιν ...... θὸς καὶ Μαρκιωνιστὰς, ὅτι θεότης οὐ χρίεται, ἀλλὰ ἀνθρωπότης.

Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει, ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

(Θεόδωροσ.) Θεόδωρός φησι· τὸ μὲν τῆς ὑπηρεσίας τὴν σημαίνει, τὸ δὲ τὸ τῆς λειτουργίας δυνατόν· ταῦτα δὲ αὐτοὺς ἐκεῖθεν γεγενῆσθαι εἰπὼν, παρέστησεν ὡς ἐκεῖθεν καὶ τὸ δύνασθαι ταῦτα ἔχουσι· διαστέλλεται δὲ πρὸς ποιῶν, τὸ Θεὸς καὶ θρόνος καὶ βασιλείας ῥάβδος, ἃ πάντα τῆς ἀνωτάτω τιμῆς τε καὶ ἀξίας σύμβολα· καὶ γὰρ τὸ Θεὸς τὴν ἀνωτάτω σημαίνει φύσιν, καὶ ὁ θρόνος καὶ ἡ ῥάβδος ἀπὸ τῶν ἀνθρωπίνων, καὶ τὸ ταύτης βέβαιον παρίστησιν· εἶτα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸ μὲν γὰρ “ ποιῶν” ἀπὸ καιροῦ εἶναι τὸ ἦρχθαι δείκνυσι τοὺς γεγονότας· τοῦτο δὲ τὸ τῆς βασιλείας ἀίδιον παρίστησιν.

(Σευηριανοῦ.) Ὁ μακάριος Σευηριανὸς φησὶν, ὥσπερ ἐπὶ ἀπαυγάσματος καὶ του χαρακτῆρος ἐμιμήσατο ’τον νοῦν Ἰωάννου, Λόγον ὀνομάσαντος, καὶ πρὸς Θεὸν εἶναι εἰπόντος οὕτω καὶ ἐνταῦθα μιμεῖται τὸν Ἰωάννην· ὥσπερ ἐκεῖνος εἶπεν· “ οὗτος ἦν ἐν ἀρχῇ, “ πάντα δι’ αὐτοῦ ἐγένετο,” ἀντὶ τοῦ οὗτος ἦν, ταῦτα οὐκ ἦν· οὕτω καὶ ὁ Παῦλος, περὶ μὲν τοὺς Ἀγγέλους, “ ὁ ποιῶν,” πρὸς δὲ τὸν Υἱὸν, “ ὁ θρόνος σου,” ἵνα δείξῃ τὸ μὲν ποιούμενον οὐκ ἦν, ὁ δὲ θρόνον ἔχων αἰώνιον, ἀεὶ πρὸς Πατέρα ἦν.

(Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης τὴν αὐτὴν ἔννοιαν τοῖς προλαβοῦσιν εἰπὼν, ἐπιφέρει, τινες εἰσιν οἱ μέτοχοι, ἀλλ’ ἣ οἱ ἄνθρωποι ; τουτέστι τὸ πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός· “ κατ’ ἀρχὰς σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας.” ἵνα μὴ “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ὡς

133
δῶρον αὐτῷ νομίσῃς ὕστερον προσδοθὲν, τοῦτο καὶ ἄνω προδιορθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων, καταρχὰς σὺ ἦς, τὴν γῆν ἐθεμελίωσας, οὐχὶ νῦν, ἀλλ’ ἄνωθεν.

(Κυρίλλου.) Ὁ δὲ μακάριος Κύριλλός φησιν· ὁ Δαυὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν κοινὴν ὥσπερ τινὰ ὑπὲρ πάσης τῆς ἀνθρωπότητος ἐξεφώνει λιτὴν, ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. δύναμις δὲ τοῦ Πατρὸς, ὁ Υἱὸς, δι’ οὗ ἐστερέωσε μὲν τοὺς οὐρανοὺς, καὶ τὴν γῆν τεθεμελίωκε, καὶ τὴν τοῦδε τοῦ παντὸς εἴργασται διακόσμησιν· καὶ πεποίηκε μὲν τὸν ἄνθρωπον κατ’ ἰδίαν εἰκόνα καὶ ὁμοίωσιν, φθορᾶς καὶ θανάτου κρείττονα, δικαιοσύνης ἐργάτην. ἐπειδὴ δὲ βεβασίλευκεν ὁ θάνατος διὰ τῆς ἁμαρτίας, καὶ ὑπενηνέγμεθα τῇ φθορᾷ, καὶ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, προενόησεν ἀναγκαίως τῶν ἑαυτοῦ κτισμάτων ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ηὐδόκησε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ καὶ ἀνακαινίσαι εἰς τὸ ἐν ἀρχαῖς. ὁ Δαυὶδ οὖν τὸ βαθὺ τῆς ἐνανθρωπήσεως διατρανοῖ μυστήριον, ἀναφωνῶν πρὸς τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν ἱν· “ ἠγάπησας “ δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους “ σου.” οἴονται δέ τινες οὐ τῷ μονογενεῖ πρέπειν τὰς τοίασδε φωνὰς, εἰρῆσθαι δὲ μᾶλλον ὡς πρὸς ἄνθρωπον ἁπλῶς, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγενημένον. ὐθλος δὲ τῷ οὕτω φρονοῦντι ὡς διὰ πολλῶν ἀποδέδεικται λόγων· οὐ γὰρ ἄνθρωπος ἡμῖν ἐγεννήθη κοινὸς ἣ τῆς πρὸς Θέον ἑνότητος ἐψιλωμένος, ἴνα τις λέγοι κατὰ τὸν ἐκείνων λόγον, προεγνωκέναι περὶ αὐτοῦ τὸν τῶν ὅλων Θεὸν, ὡς ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀνομίαν, ὡς ἀπὸ γνώμης ἰδίας τε καὶ μόνης· καί τοι τὴν τοῦ ψάλλοντος φωνὴν ἐφαρμόσωμεν ἃν εἰκότως ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ μονογενεῖ, καὶ ταῖς Ησαΐου περὶ αὐτοῦ προφητείαις, ἰσχνὸν ἐνιέντες τὸν νοῦν· ἔφη γὰρ ὧδε, “ ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ “ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι “ φάγεται, πρὶν ἣ γνῶναι αὐτὸν, ἣ προσελέσθαι πονηρά·” ἐκλέξεται τὸ ἀγαθὸν, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· ἠγάπησέ τε δικαιοσύ-

134
νῆν, καὶ ἐμίσησεν ἀδικίαν, ὡς ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· ἠγάπησέ τε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν τόχρημα (sic) ὑπάρχων καὶ δικαιοσύνη καὶ Θεός· οὔπω γὰρ ἔχον ὡς ἀπό γε τοῦ καιροῦ τὸ παιδίον τὸ εἰδέναι μὲν τὸ κατεψεγμένον, ἐπαινεῖν δὲ τὸ μὴ οὕτως ἔχον, πῶς ἃν ἠπείθησε πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν ; ἀλλ’ ἦν ὡς ἔφην Θεὸς ἐν σαρκὶ, τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀγαθῶν ἔξω φέρεσθαι μὴ δυνάμενος. καὶ οὐκ ἐπαινῶ μὲν ὃ βούλομαι λέγειν, ἐχέτω δὲ εἰ δοκεῖ κατὰ τὸν τῶν ἐμπλήκτων λόγον καὶ ἰδίαν ἀρετὴν ὁ καταμόνας τῇ κατὰ πρόσωπον ἑνώσει τετιμημένος· πλὴν ἐκεῖνο λεγόντων ἐρήσομαι· ἐκ ποίων ἄρα κατορθωμάτων τοσοῦτο ἔσται τις ; καί τοι κατὰ φύσιν ἄνθρωπος ὣν, ὡς καὶ αὐτῶν τῶν θείων ἀξιωθῆναι θρόνων, καὶ συνεδρεῦσαι μὲν τῷ Θεῷ καὶ Πατρί· χρηματίσαι δὲ καὶ Κύριος, ἐν ἴσῳ τῷ κατὰ φύσιν· καὶ Ἀγγέλους μὲν ἔχειν προσκυνητὰ,; λατρεύουσαν δὲ τὴν σύμπασαν d, καὶ τοι τῆς γραφῆς λεγούσης, “ Κύριον τὸ Θεόν σου προσκυνήσεις “ καὶ αὐτῷ μόνῳ λατρεύσεις,” καὶ πρόσφατον ἐν ἡμῖν οὐκ εώσης e εἶναι Θεόν. ἀλλ’ ἐπ’ ἐκεῖν’ ὅπου τάχα δραμοῦνται τὸ σύνηθες ἐπικούρημα· καὶ δὴ καὶ ἐροῦσιν, ὡς ἑνώσει τῇ πρὸς Θεὸν τὴν τῆς κατὰ φύσιν θεότητος περικείσεται δόξαν· ὡμολόγει τοίνυν ἀληθῆ τὴν ἕνωσιν, καὶ μὴ σοφίζου τὸ χρῆμα, διιστὰς μὲν τὰς φύσεις καὶ ἀνὰ μέρος ἑκάστην τιθεὶς, ἀσυναφῆ τε εἶναι θατέραν λέγων, καὶ μόνην ἡμῖν τῶν προσώπων τὴν ἕνωσιν οὐκ οἶδ’ ὅπως ἐξευρηκώς. εἰρῆσθαι τοίνυν διαβεβαιούμεθα πρὸς τὸν ἐκ Θεοῦ κατὰ φύσιν Υἱὸν, ὡς καθ’ ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον.

Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισεν σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος τὴν θείαν πεπάτηκεν ἐντολὴν, εἶτα νενόσηκεν ἀνθρώπου φύσις, τὸ πολὺ λίαν εὐπαρακόμιστον πρὸς ἁμαρτίας· διὰ τοῦτο κατὰ φύσιν ἄτρεπτος ὣν ὁ ἐκ Θεοῦ Λόγος, ἅγιός τε καὶ δίκαιος καὶ μισῶν τὴν ἀδικίαν, γέγονε κα ἡμᾶς, καὶ κεχρημάτικε δοῦλος, καὶ Θεὸν ἐπεγράψατο τὸν Πατέρα [*](d Verbum aliquod excidit fort. κτίσιν. e Sic.)

135
διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων· καὶ ἐξ αὐτοῦ κεχρίσθαι λέγεται διὰ τοῦ Ἁγίου Πνεύματος, οὐχ ἑαυτῷ δεχόμενος τοῦτο· καὶ γάρ ἐστι κατὰ φύσιν ἅγιος ὡς Θεὸς, ἀλλ’ οἷον δι’ ἑαυτοῦ προσάγων ἡμᾶς τῇ χάριτι, καὶ ἀξίους ἀποφαίνων τῆς παρὰ Πατρὸς εὐλογίας· καί τοι πάλαι προσκεκρουκότας διά τε τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ τὴν μετὰ τοῦτο καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν. τίαν. οὐ γὰρ· πρέσβυς, οὐκ Ἄγγελος· εἰ δὲ δή τις οἴεται τόν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ἰδίαν φύσιν δέχεσθαι τὸν ἁγιασμὸν, εἰς πλατὺ καὶ μέγα δυσφημιῶν ἀποδημήσει πέλαγος. εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πεπρᾶχθαι φαμὲν τὴν ἐνθάδε λεγομένην χρῖσιν ἤτοι ἁγιασμὸν, πῶς οὐκ ἀναγκαίως καὶ οὐχ ἑκόντας ὁμολογεῖν ὡς οὐκ ἃν εἴη κατὰ φύσιν ἅγιος, μᾶλλον δὲ οὐδὲ ἅγιος κατά γε τοὺς ἐν ἀρχῇ καὶ πρὸ τῆς χρίσεως χρόνους ἤγουν ἀπεράντους του, αἰῶνας καὶ πρὶν γενέσθαι καθ’ ἡμᾶς ἀμοιρήσας ἁγιασμοῦ ; καὶ εἰ τοῦτό ἐστιν ἀληθὲς, οὐκ ἦν ἁμαρτίας ἐλεύθερος.

Πῶς δὴ οὖν φησιν ὁ σοφώτατος Παῦλος τὸν Υἱὸν ἀπαύγασμά τε εἶναι τῆς δόξης τοῦ Πατρὸς, χαρακτῆρα δὲ ὁμοίως τῆς ὑποστάσεως αὐτοῦ· διαμορφοῖ γὰρ πάντως ὁ χαρακτὴρ ἐφ’ ἑαυτῷ τὸ ἀρχέτυπον· οὐκοῦν δὲ αὐτὸς ἅγιος ὁ Πατὴρ κατὰ φύσιν ; εἶτα τίς ὁ ἁγιάζων αὐτόν ; ἐρρῶσθαι δὴ οὖν τοῖς ἐκείνων εἰπόντες ἐμέτοις, ἅγιον κατὰ φύσιν ὑπάρχειν ὁμολογήσομεν τὸν Υἱὸν, καθάπερ ἀμέλει καὶ αὐτὸν τὸν Πατέρα, ἡγιᾶσθαι δὲ τότε κατὰ σάρκα φαμὲν, ὅτε κεκενῶσθαι λέγεται κεχρηματικὼς ἄνθρωπος, ᾧτ’ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ καὶ οὐ κατὰ φύσιν ἰδίαν ἔνεστιν ὁ ἁγιασμός. καὶ θαυμαστὸν οὐδὲν, εἰ τὰ τῆς ἀνθρωπότητος ἴδιᾳ Θεὸς ὣν ὁ Λόγος οἰκειοῦται φιλαγάθως τε ἅμα καὶ οἰκονομικῶς. ὁ γὰρ ὅλως τὴν κένωσιν ἐθελήσας παθεῖν, πῶς ἃν εἰκότως παραιτοῖτο τὰ αὐτῆς ; οὐκοῦν εἰ μὲ, νοοῖτο καθ’ ἑαυτὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἀπροσδεής ἐστι παντὸς ἀγαθοῦ, καὶ ἴδιον αὐτοῦ φαμεν τὸ Ἅγιον Πνεῦμα. ἐπειδὴ δὲ ὡς ἔφην γέγονε σὰρξ αὐτὸς τῷ ἰδίῳ πνεύματι τὸν αὐτοῦ καταχρίει ναόν· ἐνεργεῖ γὰρ ὁ Πατὴρ ἅπερ ἃν ἐργάζοιτο δι’ οὐδενὸς ἑτέρου πλὴν διὰ μόνου τοῦ Υἱοῦ ἐν Ἰσραήλ. οὐκοῦν λέγεται μὲν λαβεῖν τὸ πνεῦμα οἰκονομικῶς ὡς ἄνθρωπος. “ Ἰησοῦν τὸν ἀπὸ “ Ναζαρὲτ,” φησὶν, “ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ “ δυνάμει·” δίδωσι δὲ ὡς Θεὸς αὐτὸ τοῖς τοῦτο λαβεῖν ἀξίοις·

136
καὶ γοῦν τοῖς ἁγίοις Ἀποστόλοις ἐνεφύσησε, λέγων, “ λάβετε “ Πνεῦμα Ἅγιον,” προσεφώνει δὲ καὶ τοῖς Ἰουδαίων δήμοις ὁ θεσπέσιος Πέτρος περὶ αὐτοῦ, “ τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τήν τε “ ἐπαγγελίαν τοῦ Πνεύματος λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεε τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.

Ἀκούεις ἐν τούτοις καὶ μάλα σαφῶς ὑψῶσθαι τε αὐτὸν τῇ δεξιᾷ τοῦ Θεοῦ, λαβεῖν τε ἅμα καὶ δοῦναι τὸ Πνεῦμα· ὑψοῦται δὲ δηλονότι, ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς, αὐτὸς ὣν ἡ χεὶρ τοῦ Πατρὸς, δι’ ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται· ὑψοῦται τοίνυν δι’ ἑαυτοῦ, κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαρρήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκὼς ἐξέλθετε, κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός· κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ’ ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις Ἀποστόλοις “πορεύομαι πρὸς τὸν πατέρα μου “ καὶ πατέρα ὑμῶν, καὶ τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν. ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι’ αὐτοῦ πρὸς υἱοθεσίαν, κεχρημάτικεν ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις· δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ· ἀλλ’ ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρός ἐσμεν ἄνθρωποι, δηλονότι καὶ τὴν τοῦ τετιμηκότος οὐκ ἠγνοήκαμεν χάριν· οὕτως ὁ κατὰ φύσιν Υἱὸς καὶ Κύριος, κἂν ἐπέγνω διὰ τὴν σάρκα καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν Θεὸν ἑαυτοῦ τὸν Πατέρα, ἀλλ’ οὐκ ἔξω γέγονε τοῦ εἶναι ὁ ἐστιν, οὔτε μὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους ἡμεῖς ἀγνοήσομεν. πῶς δὲ ἄρα παρὰ τοὺς μετόχους αὐτοῦ κεχρῖσθαι λέγεται ; Φέρε λέγωμεν ὡς ἔνι. ἡμεῖς μὲν γὰρ κεχρίσμεθα τῷ Ἁγίῳ Πνεύματι, διωρισμένων δὲ φυσικῶς τῶν καθ’ ἡμᾶς, καὶ τοσοῦτον, ὅσον ἃν νοοῖτο θεότητος φύσις παντὸς γενητοῦ· ὁ δὲ δι’ ἡμᾶς γενόμενος ἄνθρωπος τοῦ Θεοῦ λόγος τῳ ιδιῳ πνεύματι καταχρίει τὸν ἑαυτοῦ ναὸν, οὐ μερικὴν ἐνέργειαν ἐντιθεὶς, οὔτε μὴν ἐν ἀρραβῶνος τάξει καθὰ καὶ ἡμῖν δωρούμενος, ἀναπιμπλὰς δὲ μᾶλλον ἁγιασμοῦ, καὶ τῆς ἑαυτοῦ δυνάμεως τε καὶ δόξης· τοιγάρτοι καὶ ἔφασκεν, “ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.” ὅτι δὲ

137
καί τοι κεχρίσθαι λεγόμενος παρὰ τοῦ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, οὐ πέπαυται τοῦ εἶναι ὃ ἦν τε καὶ ἔστι καὶ ἔσται διὰ παντὸς, τουτέστι, Θεὸς, αὐτὸς ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἐνδοιάζειν οὐκ ἐᾶ, κατὰ τοῦ αὐτοῦ προσώπου ἐντιθεὶς ἐφεξῆς,

Καὶ, σὺ κατ’ ἀρχὰς Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

Τοῦ Μακαρίου Ἀθανασίου. Οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεως, φησὶν, ἀλλ’ ἵνα ἀπὸ τοῦ τέλους τὴν ἀρχὴν τῶν γενητῶν δείξῃ. τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόλωνται διὰ τὴν χάριν τοῦ πεποιηκότος αὐτὰ, ὅμως ἐξ οὐκ ὄντων γέγονε, καὶ τὸ μὴ εἶναι ποτὲ αὐτὰ μαρτυρεῖται· διὰ τοῦτο γοῦν, ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ τοῦ Υἱοῦ, τὸ “ σὺ δὲ “ διαμένεις,” ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ.

Πάλιν ὁ μακάριος Κύριλλοσ· εἶτα τούτοις ἐπισυνάπτων εὐθὺς “ πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε, κάθου ἐκ δεξιῶν μου ἕως ἃν “ θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου·” καὶ οὐκ ἃν, οἶμαι, ὑπολάβοι τις σωφρονῶν, ἕτερον εἶναι τὸν σύνεδρον τῷ πατρὶ, παρὰ τὸν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένον, καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ἐμπεδοῖ λέγων ὁ Ἐμμανουὴλ τοῖς Ἰουδαίων καθηγηταῖς· “ τι ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τινος υἱός ἐστιν ; λέγουσιν “ αὐτῷ, τοῦ Δαβίδ·” εἶτα πρὸς αὐτοὺς ὁ Χριστός· “πῶς οὖν Δαβὶδ ἐν “ πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων, εἰπεν ὁ Κύριος τῷ Κυρίῳ μου, “ κάθου ἐκ δεξιῶν μου ” σύνες οὖν, ὅτι τὸν κεχρισμένον ὡς ἄνθρωπον παρὰ τοὺς μετόχους αὐτοῦ καὶ κύριον ὀνομάζει, καὶ κατ’ ἀρχὰς ἔφη, θεμελιῶσαι τε τὴν γῆν, καὶ αὐτοὺς εἰργάσθαι τοὺς οὐρανούς· ὑπάρχειν δὲ καὶ διαπαντός. ἀΐδιος γὰρ κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καί τοι τῶν δι’ αὐτοῦ γεγονότων οὐκ ἐχόντων οὐσιωδῶς τὸ ἄναρχον ἐν χρόνῳ· κέκληνται γὰρ εἰς τὸ εἶναι παρὰ Θεοῦ, ὃς καὶ μόνος ἔχειν εἴρηται τὴν ἀθανασίαν· ἄφθαρτον γὰρ καὶ

138
ἀνώλεθρον παρ’ αὐτὸν οὐδέν. προσεπάγει δὲ τούτοις σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς.

Πρὸς τίνα γὰρ εἶπε τῶν Ἀγγέλων, κάθου ἐκ δεξιῶν μου ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν ;

Εἰ γὰρ ὁ μὲν τοῖς τῆς θεότητος ἐνίδρυται θώκοις, τὸ δεσποτικὸν ἀξίωμα περικείμενος, κἂν εἰ γέγονεν υἱὸς Δαβὶδ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου· οἱ δὲ παρεστήκασιν ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων, τίνι τῶν ὄντων ἀσυμφανὴς ἡ μεταξὺ κειμένη διαφορὰ Χριστοῦ καὶ Ἀγγέλων ; ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεός· οἱ δὲ τὸ δουλοπρεπὲς ἔχουσι μέτρον, καὶ πρὸς εὐκλείας τῆς ἀνωτάτω λελόγισται παρ’ αὐτοῖς τὸ γνήσιον εἰς ὑπακόην. εἰ δὲ δή τις λέγοι, καὶ ποῖος ἡμᾶς ἀναπείσει τρόπος αὐτὸν οἴεσθαι τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, διὰ τῆς ἁγίας παρθένας γεγεννημένον, θεμελιῶσαί τε τὴν γῆν κατ’ ἀρχὰς, καὶ αὐτοὺς ἐγεῖραι τοὺς οὐρανούς ; ἀντακούσεται παρ’ ἡμῶν, ὡς εἴπερ ἕλοιτο τὴν τῆς ἀληθοῦς ἑνώσεως ἐννοῆσαι δύναμιν, οὐ τὴν ἐν μόνοις προσώποις καὶ κατὰ θέλησιν, ἤγουν εὐδοκίαν· ἴδια μὲν εὑρήσει γεγονότα διὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὰ ἀνθρώπινα, οὐκ ἀλλότρια δὲ τῆς ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄνθρωπος.

Τοῦ Μακαρίου Ἀθανασίου. Τὸ ἐκ δεξιῶν τοῦ Πατρὸς καθῆσθαι τὸν Υἱὸν, τὸ γνήσιον δηλοῖ τοῦ Θεοῦ. τήν τε γὰρ βασιλείαν τοῦ Πατρὸς βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ καθῆται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα, καὶ οὕτω εἷς Θεός ἐστιν. ἐκ δεξιῶν γοῦν καθήμενος ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα, ἀλλ’ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ, “ προωρώμην τὸν “ Κύριον ὅτι ἐκ δεξιῶν μου ἐστὶ διὰ παντος·” δείκνυται γὰρ πάλιν

139
καὶ ἐν τούτω, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Τἱῷ· δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐκ δεξιῶν ἐστιν ὁ Υἱὸς, καὶ καθημένου τοῦ Υἱοῦ, ἐκ δεξιῶν ὁ Πατήρ ἐστι τῷ Υἱῷ.

Θεόδωροσ δέ φησιν, εἰς τὸ “καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. “ ἐντεῦθεν συνιδεῖν ἐστιν ὅτι περὶ τῆς “ θείας φύσεως, ὅταν ἡμῖν ἡ παλαιὰ διαθήκη διαλέγηται, οὐ περὶ τοῦ Πατρὸς ἀφωρισμένως λέγει μόνου, ὥσπερ οἴονται οἱ αιρετικοί· τὸ “ ἐγώ εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ,” καὶ ὅσα τοιαῦτα λαμβάνειν ἐπ’ αὐτοῦ πειρώμενοι μόνου· τοὐναντίον δὲ ὅσα ἃν ὡς περὶ Θεοῦ λέγῃ τὴν ἀνωτάτω φύσιν ἐξηγουμένη, οὕτω φησὶν, ὡς ἃν καὶ Πατρὶ καὶ Υἱῷ διὰ τὴν τῆς φύσεως κοινωνίαν ὁμοίως ἁρμόττειν δυνάμενα. ἐπεὶ πῶς ὁ Ἀπόστολος τὴν δευτέραν εἵλκυσεν ἐπ’ αὐτοῦ μαρτυρίαν, οὐδὲν ἔχουσαν ὃ τῆς ἰδιότητος τοῦ προσώπου σημαντικὸν εἶναι ἠδύνατο, ὥσπερ οὖν καὶ ἀνωτέραν, ἣ οὐχὶ τὸ αὐτὸ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φαίνεται πεποιηκὼς, ἔνθα φησὶ, “γέγραπται γὰρ, ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει “πᾶν γόνυ;” οὐδὲ γὰρ ἐκείνην τὴν μαρτυρίαν εὕροι ἄν τις τοιοῦτό τι ἔχουσαν, ὃ τούτων ἀφωρισμένως ἐδήλου.

Σευτηριανὸσ δέ φησιν, οὐ μεταβολὴν λέγει φύσεως γινομένην, ἀλλὰ κατὰ σύγκρισιν, ὅτι εἰ χωρεῖ ταῦτα ἀπολέσθαι μᾶλλον, καὶ ὥσπερ ἀπόλλυται ὅσον πρὸς παράθεσιν τῆς τοῦ Υἱοῦ ἀϊδιότητος. καὶ γὰρ ὁ Κύριος προλέγων τὴν δευτέραν παρουσίαν, ἀστέρας μὲν πεσεῖσθαι λέγει, οὐκέτι δὲ ἥλιον ἣ σελήνην ἣ οὐρανόν. " πρὸς " τίνα δὲ τῶν Ἀγγέλων εἴρηκέ ποτε·” ἀφεὶς τὴν κτίσιν πᾶσαν, τὸ ταύτης ἀνώτερον λέγει τοὺς Ἀγγέλους· εἰ γὰρ πρὸς Ἀγγέλους διαφορὰ τῷ Υἱῷ, κατὰ τὸ τοὺς μὲν γενέσθαι, τὸν δὲ μὴ γενέσθαι, πόσῳ μᾶλλον πρὸς τὰ ἀόρατα πάντα. δεῖ δὲ ἐπισημήνασθαι, ὅτι διὰ τοῦ “ σὺ δὲ ὁ αὐτὸς εἶ,” καὶ τὸ προαιώνιον καὶ ἄτρεπτον τῆς φύσεως ἐδήλωσε, καὶ διὰ τοῦ φάναι, “ οὐχὶ πάντες εἰσὶ λειτουργικα πνεύματα εἰς διακονίαν, ἐδήλωσεν ὅτι ὁ Υἱὸς οὐκ ἐστι λειτουργικὸς, ἀλλὰ συνεργός.

Θεόδωροσ δέ φησι· τὸ μὲν λειτουργικὰ εἶναι πνεύματα, ἀπὸ τῆς προκειμένης εἰχε μαρτυρίας· ἐπισυνῆψε δὲ λοιπὸν αὐτὸς τὸ τῆς διακονίας εἶδος, λέγων, ὅτι [τοῖς] ὑπὲρ τῆς ἡμετέρας σωτηρίας

140
διακονούμενοι ἅπαντα πράττουσιν· οὐ γὰρ μικρὸν εἰς προσθήκην εἰδέναι τῆς διακονίας τὴν χρείαν.

Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν.

Διὰ τοῦτο, φησὶ, δεῖ τοῖς παρ’ αὐτοῦ λεχθεῖσι νέμειν τὴν σπουδὴν, φυλασσομένους μήποτε παρατροπήν τινα ἀπὸ τῶν κρειττόνων δεξώμεθα.

Τοῦ Μακαρίου Ἀθανασίου. Ἐπεὶ οὐκ ἔστι τῶν γενητῶν Λόγος, ἀλλὰ Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο, ὅσῳ κρείττων αὐτὸς καὶ τὰ δι’ αὐτοῦ κρείττονα καὶ παρηγγελμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων ἀν’ γένοιτο.

Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “ μή ποτε παραρρυῶμεν,” τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν, καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραρυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη. ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν παροιμιῶν, “ υἱὲ” γὰρ, φησὶ, “ μὴ παρα- “ ρυῆς.” καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δείκνυσι, καὶ τῆς ἀπωλείας τὸ χαλεπόν· τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν ἡ παραβολὴ “εἰ γὰρ “ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος·” καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω ποῦ φησι, ” διαταγεὶς δι’ Ἀγγέλων ἐν χειρὶ “ μεσίτου·” καὶ πάλιν " ἐλάβετε νόμον, εἰς διαταγὰς Ἀγγέλων, ” καὶ οὐκ ἐφυλάξατε·” καὶ πανταχοῦ δι’ Ἀγγέλων αὐτὸν, φησὶ, δεδόσθαι. τινὲς μέντοι Μωσέα φασιν αἰνίττεσθαι· ἀλλ’ οὐκ ἔχει λόγον· Ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι, καὶ ἐνταῦθα δὲ Ἀγγέλους τούτους φησὶ τοὺς ἐν οὐρανῷ· τί οὖν ἐστιν; ἤτοι τὴν δεκάλογον, φησὶ, λέγει· ἐκεῖ γὰρ Μώσης ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνατο, ἣ ὅτι παρῆσαν Ἄγγελοι τοῦ Θεοῦ διαπραττομένου, ἣ ὅτι περὶ τῶν ἐν τῇ παλαιᾷ λεγομένων καὶ γενομένων ἁπάντων ὡς Ἀγγέλων κοινωνησάντων τούτοις, ταῦτά φησι.

Τί δέ ἐστιν " ἐγένετο βέβαιος;” ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστὸς ἐν τῷ προσήκοντι καιρῷ, καὶ πάντα ἐξέβη τὰ λεχθέντα· ἣ ὅτι, φησὶν, ἐκράτησε, καὶ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἣ λόγον, φησὶ, τὰ προστάγματα· πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν

141
Ἄγγελοι παρὰ τοῦ Θεοῦ πεμπόμενοι, οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν κριτῶν, ἐπὶ τοῦ Σαμψών. διὰ γὰρ τοῦτο οὐκ εἶπε νόμος, ἀλλὰ λόγος· καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν μᾶλλον τὰ δι’ Ἀγγέλων οἰκονομηθέντα. τί οὑν ἐροῦμεν ; ὅτι παρῆσαν οἱ Ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ τέρατα, καὶ τὸ πῦρ, καὶ τὸν γνόφον ; πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ταῖς ἐκείνων ἀγριωτέραις ὑπενεχθήσονται δίκαις, οἱ αὐτὴν ἀτιμάσάντες τὴν ἀλήθειαν; τοῦτο δὲ ἑτέρωθί φησιν ὁ θεσπέσιος Παῦλος, " ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἣ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης “ κοινὸν ἡγησάμενος, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη;” ἀρχὴ τοιγαροῦν τῶν ἱερῶν κηρυγμάτων γέγονεν ἡμῖν ὁ Χριστός· τετήρηται γὰρ αὐτῷ δρᾶσαί τε ἅμα καὶ εἰπεῖν τὰ ὑπὲρ τὸν νόμον· γέγραπται γὰρ “ ὅτι ὁ νόμος διὰ Μώσεως ἐδόθη, ἡ “ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.” διάκονοι δὲ μετ’ αὐτὸν, οἱ θεσπέσιοι μαθηταί· καὶ οὐχ ἑαυτοῖς λαβόντες τὰς τιμὰς, κεκλημένοι δὲ μᾶλλον πη αὐτοῦ πρὸς ἀποστολήν· οἳ καὶ αὐτόπται τε καὶ ὑπηρέται τοῦ λόγου γεγόνασι, λελαλήκασι τε οὐκ ἀφ’ ἑαυτῶν, ἀλλ’ ἦν ἐν αὐτοῖς τὸ Πνεῦμα Χριστοῦ. καὶ γοῦν ὁ μὲν Παῦλος ἔφασκεν, “ εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοῖ λα- “ λοῦντος Χριστοῦ.” γεγράφασι δὲ καὶ τοῖς ἐξ ἐθνῶν οἱ μακάριοι μαθηταὶ, “ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι καὶ ἡμῖν·” ἔμπλεοι γὰρ ἦσαν τοῦ Ἄγ’ ἴου Πνεύματος, καὶ δι’ αὐτῶν ἄν τις ἴδοι, τῶν δι’ ἑκάστου κατωρθωμένων, ὡς ἔστιν ἡμῖν ἀληθὴς ὁ ἐπὶ τῷδε λόγος· τι γὰρ οὐ δεδράκασιν, ὃ παντὸς ἃν εἴη πέρα λόγου καὶ θαύματος ; οὐκοῦν ὅτι τέθεινται παρὰ Θεοῦ τοῦ πρὸς ἡμᾶς λόγου διάκονοι, καὶ μυστηρίων ταμίαι, καὶ τῆς ἐν πνεύματι λατρείας ἱερουργοὶ, μεμαρτύρηνται διὰ τοῦ Πνεύματος· ἐνήργηκε γὰρ ἐν ἑαυτοῖς ποικίλως, κατὰ τὸ αὐτῷ δοκοῦν ἐπιμερίζον τὴν χάριν.

Θεόδωροσ δέ φησιν· Ἔδειξε καὶ τοῖς πράγμασι τούτων πολὺ τὸ πρὸς ἐκεῖνα διάφορον, ἐκεῖ μὲν λόγον εἰπὼν, ἐνταῦθα δὲ σωτηρίαν· ἐπειδὴ γὰρ ἐκεῖνο νομίμων δόσις ἦν μόνον, ἐνταῦθα δὲ καὶ χάρις Πνεύματος, καὶ λύσις ἁμαρτημάτων, καὶ βασιλείας οὐρανῶν ἐπαγγελία, καὶ ἀθανασίας ὑπόσχεσις· ὅθεν καὶ δικαίως “τηλι-

142
“ καύτης” εἰπεν, τῇ προσθήκῃ τὸ μέγεθος αὐτῆς δεικνύς. κἀκεῖ μὲν διὰ τῶν Ἀγγέλων δοθεὶς, ἐνταῦθα δὲ διὰ τοῦ Κυρίου. καὶ ἐπειδὴ θαύματα παρ’ ἐκείνοις ἦν ὥστε μηδὲ κατὰ τοῦτο αὐτῶν ἠῶ. σθαι δοκεῖν, καλῶς ἐπήγαγε τὸ " συνεπιμαρτυροῦντος Θεοῦ ση- “μείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι,” κατὰ αὔξησιν αὐτὸ εἰπὼν, ὥστε κἂν τούτῳ φανῆναι τῆς χάριτος τὸ πλέον παρὰ τὸν νόμον. ἐκεῖ μὲν γὰρ πρὸς τὴν χρείαν ἐγίνετο μόνον, ἐνταῦθα δὲ καὶ τῶν ἀλλοτρίων πολλοὶ οἱ θεραπευόμενοι δι’ ἡμῶν, κἂν ὁποιαδήποτε πάθη κατέχειν αὐτοὺς συμβαίνοι· τοσαύτη παρ’ ἡμῖν ἡ τῶν θαυμάτων περιουσία· ἀνίστανται δὲ καὶ νεκροὶ, καὶ τιμωρούμεθα δέ τινας πολλάκις ἂν δέῃ, ἐπιτιμήσεσι μόναις τυφλοὺς ἐργαζόμενοι, θανάτους ἐπάγοντες τοῖς κακογνώμοσι· ἀντιπαραθεὶς οὖν τὴν διαφορὰν, καὶ δείξας τὴν ὑπεροχὴν τῷ ποικίλῳ καὶ πολυτρόπῳ, ἐπήγαγε τὸ μεῖζον, ὃ οὐκέτι τοῖς ἐν νόμῳ προσῆν, " καὶ Πνεύματος “ Ἁγίου μερισμοῖς.” τὸ γὰρ Πνεύματος ἕκαστον τῶν πιστευόντων μετέχειν, ἴδιον ἦν τῶν ἐν τῇ χάριτι· καὶ καλῶς ἐπὶ πᾶσιν ἐπήγαγε τὸ “ κατὰ τὴν αὐτοῦ θέλησιν,” τουτέστι τοῦ Θεοῦ βουληθέντος ἅπαξ, καὶ δοκιμάσαντος πολλῇ χρήσασθαι περὶ ἡμᾶς τῇ φιλοτιμίᾳ ὥστε καὶ ἀμετάθετον εἶναι τὴν περὶ ἡμᾶς χάριν αὐτοῦ, μηδεμίαν ἅπαξ τοῖς προτέροις ὁμοίως ὑφορωμένους τῶν ἅπαξ δοθέντων μεταβολήν.

Σευητιανὸσ δὲ τῷ ἁγίῳ Ἰωάννῃ ὁμοίως κατὰ μίαν ἐξήγησιν ἀκολουθήσας ἔφη, οὐ νόμον λέγει, ἀλλὰ τὸν πολλάκις δι’ Ἀγγέλων οἰκονομηθέντα " ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβε- “ βαιώθη·” τοῦτο ὅμοιόν ἐστι ἐκείνῳ τῷ ἐν τῆ πρὸς Γαλάτας Επιστολῇ, τὸ “ ἀνέβην κατὰ ἀποκάλυψιν καὶ ἀνεθέμην αὐτοῖς “ τὸ εὐαγγέλιον, μή πὼς εἰς κενὸν τρέχω ἢ ἔδραμον· ἐβεβαιώθη δὲ, “ οὐχ ἡμῶν δεηθέντων, ἀλλὰ τῶν ἄλλων πάντων πληροφορηθέντων, “ ὅτι ἃ κηρύσσω, καλῶς κηρύσσω.”

Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης εἰς τὸ “ ἥτις ἀρχὴν “ λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς “ ἡμᾶς ἐβεβαιώθη,” φησὶ, τουτέστι, παρ’ αὐτῆς τῆς πηγῆς ἔχει τὴν ἀρχήν· οὐκ Ἄγγελος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ’ αὐτὸς ὁ μονογενής. τί δέ ἐστιν “ ἐβε- “ βαιώθη;” ἐπιστεύθη, ἐξέβη, τουτέστιν οἱ παρὰ τοῦ Κυρίου

143
ἀκούσαντες, αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν· “καὶ Πνεύματος Ἁγίου “μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν.” τί οὖν ὅτι καὶ γόητες σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ f ἐκβάλλειν τὰ δαιμόνια ; ἀλλ’ οὐ τοιαῦτα ποιοῦσι σημεῖα· διὰ τοῦτο εἶπε “ποικίλαις δυνά- “ μεσι·” ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ’ ἀσθένεια, καὶ φαντασία καὶ διάκενα πράγματα· " κατὰ τὴν αὐτοῦ θέλησιν·” ἐνταῦθα καὶ ἄλλο αἰνίττεσθαι μοι δοκεῖ· εἰκὸς γὰρ μὴ εἶναι ἐκεῖ πολλοὺς, χαρίσματα ἔχοντας· ἐκλελοιπέναι γὰρ ταῦτα, ἅτε νωθρῶν αὐτῶν γενομένων· ἱν οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῆ τοῦ Θεοῦ βουλῆ· αὐτὸς οἶδε τίνι συμφέρει, καὶ οὕτως μερίζει τὴν χάριν.

Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.

Ἄρα μὴ περὶ ἑτέρας τινὸς διαλέγεται οἰκουμένης; οὐκέστιν, ἀλλὰ περὶ ταύτης· διὰ τοῦτο προσέθηκε " περὶ ἧς λαλοῦμεν,” ἵνα μὴ ἀφῇ τὸν νοῦν πλανηθέντα ἑτέραν τινὰ ἐπιζητεῖν· πῶς οὐν αὐτὴν μέλλουσαν καλεῖ, ὥσπερ καὶ ἑτέρωθι φησιν, “ὃς ἔστι τύπος “ τοῦ μέλλογrος,” περὶ τοῦ Ἀδὰμ καὶ τοῦ Χριστοῦ λέγων, ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, πρὸ τοῦ χρόνου τοῦ Ἀδὰμ μέλλοντα κατὰ σάρκα Χριστὸν καλῶν.

Διὰ τι μὴ τὸ ὄνομα τοῦ προφήτου εἶπεν, ἀλλ’ ἔκρυψεν αὐτό; καὶ ἐν ἑτέραις δὲ μαρτυρίαις τοῦτο ποιεῖ, δεικνὺς αὐτοὺς, οἶμαι, σφόδρα ἐμπείρους τῶν γραφῶν.

[*](f Suppl. ἔλεγον αὐτὸν ex Ed.)
144

Ὅτι ἐσαρκώθη κατὰ διάθεσιν καὶ συμπάθειαν καὶ οἰκειότητα τὴν πρὸς ἡμᾶς, ἐπὶ σωτηρίᾳ ἀνθρώπων τῇ ἐκ θανάτου, διὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως.

Τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν.

Σευηριανὸσ δέ φησι, τὸν μέλλοντα αἰῶνα λέγει, τελευταῖον ἐπήγαγε, ” νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ ὑποτεταγμένα τὰ πάντα, τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν " Ἰησοῦν.” ὥστε τὸ τι ἐστιν ὅτε μιμνήσκῃ αὐτοῦ, τῷ Ἰησοῦ προσήκειν φησὶ, τὰ γὰρ τῆς κοινῆς ἀνθρωπότητος αὐτῷ προσῆκε· ἀλλὰ ὡς αὐτὸς ὁ Υἱὸς λέγει, τὸ “ἐκ στόματος νηπίων καὶ θηλαζόντων “ κατηρτίσω αἶνον, ἕνεκεν τῶν ἐχθρῶν σου,” καὶ ” ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὐδεὶς δ ἃν εἴποι, τὸν ἀνθρωον οὗ ἐμνήσθη ὁ Θεὸς πεποιηκέναι τὸν ἐκ στόματος νηπίων καὶ θαλαζόντων καταρτισάμενον ἕνεκεν τῶν ἐχθρῶν σου, καὶ ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, οὗτος ἐμνήσθη τοῦ ἀνθρώπου, καὶ ἠλάττωσεν αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους· τίς δὲ ὁ ἄνθρωπος; Ἰησοῦς, διὰ τὸ πάθημα τοῦ θανάτου ἠλαττωμένος βραχύ τι παρ’ Ἀγγέλους.

Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ.

Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησί· τοῦτο καὶ εἰς τὴν κοινὴν ἀνθρωπότητα εἴρηται, ἀλλ’ ὅμως κυριώτερον ἁρμόσειεν ἃν τῷ Χριστῷ, κατὰ σάρκα.

(Δυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησιν· ἄνιθι, φησὶ, ἐννοίαις, εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου κατασκευὴν, καὶ τίνα γέγονε πρῶτον· πολυπραγμόνει δὲ, πῶς πεποιήμεθα παρὰ Θεοῦ, κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, τετιμήμεθα δὲ πλουσίως, ἄρχειν λαχόντες τῶν ἐπὶ τῆς γῆς, ἐπειδὴ δὲ ἡ τοῦ γένους ἀρχὴ, τουτέστιν Ἀδὰμ, τὴν θείαν λελύπηκεν ἐντολὴν, νενόσηκέ τε λοιπὸν ἡ ἀνθρώπου διάνοια τὸ λίαν εὐπάροιστον εἰς τὸ πλημμελὲς, ταύτῃ τοι γυμνοὶ δόξης καὶ ἀφθαρσίας καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν διετελοῦμεν ἐν κόσμῳ· σεσώσμεθα δὲ διὰ Χριστοῦ, καὶ τῇ πάρ αὐτοῦ χάριτι κεκτήμεθα τὰ πρὸς ἀνάληψιν τῶν πάλαι δεδωρημένων τῶν

145
τοιούτων διηγημάτων, ὁ τῶν προκειμένων λόγος εἰσκομίζει τὸ πλάτος. κατατέθηπε γὰρ ὁ θεσπέσιος Δαβὶδ τῆς ἐφ’ ἡμῖν ἡμερότητος τὴν ὑπερβολήν· “τί γάρ ἐστιν ἄνθρωπος,” φησὶν, “ ὅτι “ μιμνήσκῃ αὐτοῦ, ἣ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;” τὸ μικρὸν οὕτω καὶ εὐτελὲς καὶ ἀπὸ γῆς ζῶον. ἠλάττωσε γὰρ αὐτὸν βραχύ τι παρ’ Ἀγγέλους· ἡττήμεθα γὰρ ὡμολογουμένως τῆς τῶν ἁγίων Ἀγγέλων φύσεως καὶ δόξης· οὐκοῦν τιμῇ τε καὶ δόξῃ στεφανοῦν ἠξίωσε καὶ λαμπροὺς ἀπέδειξεν ὁ τῶν ὅλων Θεός· κεχειροτόνηκε γὰρ εἰς ἀρχὴν τῶν ἐπὶ τῆς γῆς, καὶ κατέστησεν αὐτὸν ἔπι τὰ ἔργα τῶν χείρων αὐτοῦ.

Καὶ τεθαύμακε μὲν εἰκότως τὰ ἐφ’ ἡμῖν ὁ μακάριος Δαβίδ· τεχνίτης δὲ λίαν ὑπάρχων εἰς ἐννοίας πνευματικὰς ὁ σοφώτατος Παῦλος, περιτρέπει μὲν ἀστεῖος εἰς ἐξήγησιν μυστικὴν τῶν εἰρημένων τὴν δύναμιν, οἰκουμένην δὲ μέλλουσαν ὀνομάζει τοῦ μετὰ τοῦτον αἰῶνος τὴν κατάστασιν, καὶ τὴν ἐσομένην κατὰ καιροὺς τῶν δοθέντων ἡμῖν ἐπανάληψιν, ἤγουν ἐκπλήρωσιν. διαπεπτώκαμεν γὰρ, ὡς ἔφην, τῆς χάριτος ἐν Ἀδάμ· εἴρηται μὲν γὰρ ὡς ἐκείνῳ καὶ πρώτῳ τῇ ἀνθρώπου φύσει, τὸ " αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυ- “ ριεύσατε αὐτῆζ́” “νῦν δὲ οὔπω,” φησὶν, “ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα.” οὐκοῦν τὸν τοῦ πράγματος καιρὸν ἕτερον ὄντα ζητήσωμεν, καθ’ ὃν ἔσται καὶ ἀληθὲς τὸ ἐφ’ ἡμῖν εἰρημένον παρὰ τοῦ ψεύδεσθαι μὴ εἰδότος Θεοῦ· ταύτῃ τοι φησὶ τὴν οἰκουμένην τὴν μέλλουσαν οὐκ Ἀγγέλοις μᾶλλον ὑποτετάχθαι πη αὐτοῦ· δεδωρῆσθαι δὲ τοῦτο τοῖς ἐπὶ τῆς γῆς.

Ὅτι δὲ περὶ τῆς μελλούσης ἡμῖν οὐκουμένης οἱ μυσταγωγοὶ διαλέγονται, πῶς ἃν ἐνδοιάσειέ τις ; ἀφιστάντες γὰρ τῶν ἐνεστηκότων, ζητεῖν ἀναπείθουσι τὰ ἐσόμενα, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπείγεσθαι δεῖν συμβουλεύουσι, καὶ τὴν τῶν ἁγίων ἐλπίδα διψῆν, καθ’ ἣν τὰ πάντα αὐτοῖς ὑποταχθήσεται, καὶ κάτα. κυριεύσουσι τῆς γῆς. καὶ αὐτὸς ὁ Σωτῆρ’ διεμέμνητο λέγων, “ μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν·” τίς ἀρά ἐστιν ὁ δι’ οὗ γέγονε παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τῶν καθ’ ἡμᾶς ἀνακεφαλαίωσις; δηλονότι Χριστὸς, ὃ καὶ ἡμᾶς ἀκόλουθον εἰπεῖν, ὡς διὰ τῆς τοῦ ψάλλοντος λύρας· “ Κύριος μερὶς τῆς ” κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν

146
“ τὴν κληρονομίαν μου ἐμοί·” δι’ αὐτοῦ γὰρ ἐσχήκαμεν τῶν ἐν ἀρχαῖς τῇ φύσει δεδωρημένων ἀγαθῶν τὴν ἐπανάληψιν αὐτὴν, καὶ τὸ βέβαιον εἰς κτῆσιν. ἀταλαίπωρον δὲ καὶ τοῦτο ἰδεῖν οὐχ ἑτέρως ἔχον, γεγραφότος περὶ αὐτοῦ τοῦ θεσπεσίου Παύλου, “ τὸν “ δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ “ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.

Ἀκούεις ὅπως ἐπάνω πάντων ὑπέρτατον τὸν σύνθρονον τῷ Πατρὶ τὸν παρὰ τῶν ἄνω πνευμάτων ἐν τάξει Θεοῦ προσκυνούμενον, ᾧτ’ χίλιαι μὲν χιλιάδες λειτουργοῦσιν Ἀγγέλων, παρεστήκασι δὲ καὶ μύριαι μυριάδες, καταβιβάζει πάλιν ὁ μυσταγωγὸς ἐν τοῖς καθ’ ἧμας, καὶ ’τον τῆς κενώσεως ἀφηγεῖται τρόπον, προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι’ αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττωμένον βραχύ τι παρ’ Ἀγγέλους αὐτὸν, ἵν ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, τὰ ὑπὲρ φύσιν ἰδίαν, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός “ συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπου- “ ρανίοις ἐν Χριστῷ.” συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ’ ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύσιν· ἔπει τίνα τρόπον ημεις τῃ τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ’ ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ’ ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. ἠλάττωται τοίνυν βραχὺ παρ’ Ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν, καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς· δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος, καί τοι τῆς δόξης Κύριος ὣν ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξά- σμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ, καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.

Χρυσοστόμου. Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ “βραχύ τι” αὐτῷ συναρμόσειε μᾶλλον τῳ τρεῖς ἡμέρας γενομένῳ μόνας, ἀλλ’ οὐχ ἡμῖν τοῖς ἐπιπολὺ φθειρομένοις. δείκνυσι δὲ ὅτι δόξα καὶ τιμὴ ὁ σταυρός ἐστιν· ὥσπερ οὖν καὶ ὁ Κύριος αὐτὸν καλεῖ λέγων, “ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.” εἰ οὖν ἐκεῖνος τὸ διὰ τοὺς ἀνθρώπους δόξαν καλεῖ, πολὺ μᾶλλον σὺ διὰ τὸν δεσπότην.

Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

κἀκεῖνος μὲν διὰ τὴν χάριν τοῦ Θεοῦ, φησὶ, τὴν εἰς ἡμᾶς ταῦτα ἔπαθεν, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάν-

147
τῶν παρέδωκεν αὐτόν· τίνος ἕνεκεν ; οὐκ ὤφειλε τοῦτο ἡμῖν, ἀλλὰ χάριτι πεποίηκε· καὶ πάλιν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ φησι, “ πολλῶ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ” ἑνὸς Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.”

Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

Οὐχὶ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης· αὐτὸς μὲν γὰρ ὑπὲρ πάντων ἀπέθανεν.

Ὠριγένηε. Μέγας ἐστιν ἀρχιερεὺς, οὐχ ὑπὲρ ἀνθρώπων ἀλλὰ καὶ παντὸς λογικοῦ τὴν ἅπαξ θυσίαν προσενεχθεῖσαν, ἑαυτὸν ἀνενεγκών· “χωρὶς γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου·’ ἣ ὥσπερ ἔν τισι κεῖται τοῖς πρὸς Ἑβραίους ἀντιγράφοις " χάριτι Θέο εἴ τε δὲ χωρὶς Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, οὐ μόνον ὑπὲρ ἀνθρώπων ἀπέθανεν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν λογικῶν, εἴ τε “ χάριτι Θεοῦ,” ὑπὲρ πάντων τῶν χωρὶς Θεοῦ ἀπέθανεν.

Τί δάι ; εἰ μὴ πάντες ἐπίστευσαν, αὐτὸς τὸ αὐτοῦ πεπλήρωκε· καὶ κυρίως εἷπε “ ὑπὲρ παντὸς γεύσηται θανάτου.” οὐκ εἶπεν ἀποθάνῃ· ὥσπερ γὰρ ὄντως γευσάμενος, οὕτω μικρὸν ἐν αὐτῷ ποιήσας διάστημα, εὐθέως ἀνέστη. τῷ μὲν οὖν εἰπεῖν διὰ τὸ πάθημα τοῦ θανάτου, τὸν ὄντως θάνατον ἐσήμανε, τῷ δὲ ὅτι Ἀγγέλων κρείττων, τὴν ἀνάστασιν ἐδήλωσε. καθάπερ γὰρ ἰατρὸς οὐκ ἔχων ἀνάγκην τῶν τῷ ἀρρώστῳ παρεσκευασμένων σιτίων ἀπογεύσασθαι, διὰ τὴν περὶ ἐκεῖνον κηδεμονίαν, πρότερος αὐτὸς ἀπογεύεται, ἵνα πείσῃ τὸν ἀρρωστοῦντα, θαρροῦντα κατατολμῆσαι τῆς βρώσεως· οὕτως ἐπειδὴ πάντες ἄνθρωποι τὸν θάνατον ἐδεδοίκεισαν, πείθων αὐτοὺς κατατολμᾷν τοῦ θανάτου, καὶ αὐτὸς ἐγεύσατο, τούτου οὐκ ἔχων ἀνάγκην “ ἔρχεται γὰρ ὁ τοῦ κόσμου τούτου ἄρχων,” φησὶ, " καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδὲν, ὥστε καὶ τὸ “ χάριτι καὶ τὸ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” τοῦτο συνίστησι.

Ἀλλὰ τούτοις ΘΕÓΔΩΡΟΣ ὁ Μοψουεστίας ἀντιφθεγγόμενός φησι· γελοιότατον δή τι πάσχουσι ἐνταῦθα, τὸ " χωρὶς Θεοῦ” ἐναλλάττοντες καὶ ποιοῦντες “ χάριτι Θεοῦ,” οὐ προσέχοντες τῇ ἀκολουθίᾳ τῆς γραφῆς, ἀλλ’ ἀπὸ τοῦ μὴ συνιέναι ὅτι ποτὲ ἔφη τὸ “ χωρὶς Θεοῦ” ἀδιαφόρως, ἐξαλείφοντες μὲν ἐκεῖνο, τιθέντες δὲ τὸ δοκοῦν αὐτοῖς εὔκολον εἶναι πρὸς κατανόησιν· τί γὰρ ἐνταῦθα προέκειτο τῷ Παύλῳ, ἵνα ἐπαγγέλῃ τὸ " χάριτι Θεοῦ;” τίς δὲ

148
αὐτὸν ἦγε πρὸς τοῦτο ἀκολουθία; οὐ γὰρ ἔθος αὐτῷ, “ χάριτι Θεοῦ” τιθέναι ἁπλῶς, ἀλλὰ πάντως ἀπό τινος ἀκολουθίας λόγου· ἣ γὰρ τὰ καθ’ ἑαυτὸν λέγων προστίθησι τοῦτο, ὡς τὸ " χάριτι Θεοῦ εἰμι ὅ εἰμι·” ὅταν πρόκειται αὐτῷ τὴν περὶ τοὺς ἀνθρώπους λέγειν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅτι ἅπαντα πεποίηκεν, οὐχ ἡμῶν ὄντων τοῦ τυχεῖν ἀξίων, οἷόν ἐστι τὸ “ τῇ γὰρ χάριτι “ ἐστὲ σεσωσμένοι,” ᾧ ἐπάγει, “καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται·” σαφῶς διὰ τούτων παριστῶν, ὅτι περὶ τῆς χάριτος διαλέγεται τοῦ Θεοῦ, ἣν περὶ πάντας ἔτυχε τοὺς ἀνθρώπους ἐπιδειξάμενος. ἐνταῦθα δὲ τὸ προκείμενον αὐτῷ, δηλονότι περὶ τοῦ Χριστοῦ διαλέγεται, οἷός τις ἐστι, καὶ τίνα τὴν πρὸς τοὺς Ἀγγέλους ἔχων διαφοράν· ἀφ’ ὧν ἐξηνέχθη εἰς τὸ εἰπεῖν, κατὰ τί ’δε αὐτῶν ἠλαττῶσθαι δοκεῖ, καὶ ὅτι διὰ τὸν θάνατον. τί οὖν ἔδει ἐνταῦθα τοῦ “ χάριτι Θεοῦ; οὐ γὰρ πρόκειται αὐτῷ τὴν περὶ ἡμᾶς ἀγαθότητα λέγειν αὐτοῦ.

τοῦτο δὲ μᾶλλον δείκνυσιν ἡ τῶν ἑξῆς ἀκολουθία. εἰπὼν γὰρ ὅτι “ χωρὶς Θεοῦ ἐγεύσατο τοῦ θανάτου,” οὐδὲν πρὸς τοῦτο παραβλαβείσης τῆς θεότητος· καὶ διὰ τοῦτο ἀπὸ τῆς οἰκείας φύσεως τὴν κατὰ βραχὺ τοῦτο ἐλάττωσιν ἐδέξατο· ὥστε φαίνεσθαι ἐντεῦθεν αὐτὸν καὶ τῆς τιμῆς μετέχοντα διὰ τὴν πρὸς ἕτερον συνάφειαν, ἐπειδήπερ ἀκόλουθον ἦν τοὺς ταῦτα ἀκούοντας περιττὴν ἐν τῷ τοῦ πάθους καιρῷ νομίζειν εἶναι τοῦ Θεοῦ Λόγου τὴν ἐνοίκησιν, οὐδὲν τοῖς προκειμένοις συμβαλλομένην, εἴπερ δὴ χωρὶς ἐκείνου τῆς πείρας ἐγεύσατο τοῦ θανάτου, ἐπάγει, “ ἔπρεπε γὰρ αὐτῷ, “δι᾿ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν “ ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων “ τελειῶσαι.”

Οὐκ ἀσυντελὴς δὲ ἦν οὐδὲ ἡ θεότης φησίν· ἔπρεπε γὰρ τὰ οἰκεῖα καὶ ἅπερ ἦν αὐτῇ πρέποντα· τὸ γάρ τοι τοῦ πάθους οὐδασυνέστησεν· μῶς αὐτῇ πρέπον ἦν· τοῦτο τὸ " ἔπρεπε,” σαφῶς τὸ “ χωρὶς Θεοῦ” ὡς γὰρ ἐκείνου οὐ πρέποντος τὸ πρέπον αὐτὸ φησι, δεικνὺς ὁμοῦ καὶ ἅπερ ἔπραττε τότε, τίνα δὲ ταῦτα ἦν. “ ἔπρεπε “ γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” δηλονότι τῷ Θεῷ Λόγῳ g λέγων, ἐπειδήπερ πολλοῖς τῆς υἱότητος μετέδωκεν, καὶ εἰς [*](g θεολόγῳ Cod.)

149
τὴν δόξαν ἤγαγε ταύτην, τὸν τῆς ἁπάντων σωτηρίας ἀρχηγὸν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Ἰησοῦν τὸν Χριστὸν, τὸν πη αὐτοῦ ληφθέντα ἄνθρωπον, διὰ τῶν παθημάτων τέλειον ἀποφῆναι, ὥστε φαίνεσθαι, καὶ τούτου τὴν φύσιν, κἀκείνου τὴν χάριν.

Ὁ μακάριος δὲ Ἰωάννης τὴν προγεγραμμένην ῥῆσιν οὕτως ἐξηγήσατο. Περὶ τοῦ Πατρὸς ἐνταῦθα λέγει. ὁρᾷς πῶς πάλιν τὸ “ δι’ οὗ” αὐτῷ ἁρμόζει· οὐκ ἃν τοῦτο ποιήσας, εἴγε ἐλαττώσεως ἦν, καὶ τῷ Υἱῷ προσῆκον μόνον. ὃ δὲ λέγει, τοῦτό ἐστιν· ἄξια, φησὶ τῆς φιλανθρωπίας αὐτοῦ πεποίηκε, τὸ τὸν πρωτότοκον λαμπρότερον ἀποδεῖξαι πάντων, καὶ ὥσπερ ἀθλητὴν γενναῖον καὶ τοὺς ἄλλους ὑπερέχοντα τοῖς ἑτέροις ὑπόδειγμα εἶναι τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν; τουτέστι τὸν αἴτιον τῆς σωτηρίας· ὁρᾷς ὅσον τὸ μέσον ; καὶ οὗτος Υἱὸς, καὶ ἡμεῖς υἱοί· ἀλλ’ ὁ μὲν σώζει, ἡμεῖς δὲ σωζόμεθα. εἰδες πῶς ἡμᾶς καὶ συνάγει καὶ διίστησιν; ἐνταῦθα συνήγαγε τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν· πάλιν διέστησε στῆσε διὰ παθημάτων τελειῶσαι. ἄρα τὰ παθήματα τελείωσις καὶ ἀίτα σωτηρίας.

(Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλος τῷ μακαρίῳ ἀκολουθήσας κατὰ τὸ “ ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου, φησὶ, τί τὸ “ἐγεύσατο” παντί τὼ σαφὲς ὥς γε οἰμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα, καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν, καὶ πεπάτηκεν εὐθὺς τοῦ θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ’ Ἀγγέλους ἡλαττῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος· οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν, ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι’ ἡμᾶς ἀνθρωπίνως· ἠνείχετο γὰρ καίτοι Θεὸς ὣν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκονομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ’ αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον. οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ· “Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, “καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.” ἔκστασις γὰρ ἀληθῶς καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ’ οὐκ ὁδ’ ὅπως τί ἐπ’ αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσι τινες, καὶ δὴ καὶ γεγράφασι, τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες. σκοπῶμεν τοίνυν τίς ὁ ἄνθρωπος περὶ οὗ

150
ἐκπλήττεται καὶ θαυμάζει, ὅτι δὴ ὁ μονογενὴς κατηξίωσεν αὐτοῦ μνησθῆναι τε καὶ ἐπισκοπὴν ποιήσασθαι· εἰτα τούτοις ἐπάγει, καὶ μάλα ἐναργῶς, ὡς οὐκ εἴρηται μὲν ἐπὶ παντὸς ἀνθρώπου, τὸ “ τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἣ Υἱὸς ἀνθρώπου ὅτι “ ἐπισκέπτῃ αὐτόν;” ἀλλὰ περὶ μόνου τοῦ Υἱοῦ· πειρῶνται δὲ τοὺς ἑαυτῶν λόγους ἐμπεδοῦν εἰς ἀλήθειαν, περιενεγκεῖν λέγοντες τὸν μακάριον Παῦλον εἰς τὸ ἑαυτοῦ πρόσωπον τὰ ἐν τῷ ψαλμῷ, διά τοι τὸ φάναι “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον “ βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ “ ἐστεφανωμένον·” εἶτα διϊστάντες τὰς φύσεις, ὁλότροπον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγενημένον ἄνθρωπον εἶναί φασιν ἰδικῶς, περὶ οὗ καὶ θαυμάζει, φησὶν ὁ Δαβὶδ, ὅτι καὶ μνήμη καὶ ἐπισκοπῆς ἠξίωται· ἠξίωται δὲ καὶ τῶν ὑπὲρ φύσιν ἰδίων, ὡς εὐεργετούμενος παρὰ τοῦ Θεοῦ Λόγου.

Ἠγνοήκασι δὲ ὡς ἔοικεν, ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ’ ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννοιῶν ἡ ἀπόδοσις ἐν κόσμῳ τῷ δέοντι προἰοῦσα φαίνοιτο, φέρε καὶ πρό γε τῶν ἄλλων τῆς ἐν τῷ παροσιθέντων h ψαλμῷ θεωρίας ἁψώμεθα. ᾔδει ὡς προφήτης ὁ θεσπέσιος Δαβὶδ, ὅτι κατὰ τὴν ἀψευδῆ τε καὶ θείαν ὑπόσχεσιν ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα γενήσεται· πλὴν οὐκ ἠγνόηκεν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ἐν τοῖς καθ’ ἡμᾶς ἑαυτὸν καθήσει κατὰ καιρόν. διαλέγεται οὖν ἐν τῷ ὀγδόῳ ψαλμῷ, καὶ τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, ὡς πρὸς ἄνθρωπον ἅμα καὶ Θεὸν ἕνα τὸν ἐξ ἀμφοῖν ἐπιγινώσκων Θεὸν, ταύτῃ τοι φησί· “ Κύριος ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου “ ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπεια σου ὑπεράνω τῶν “ ὐρανῶν·” ποῦ γὰρ ὅλως, ἢ παρὰ τίσι Χριστὸς οὐ τεθαύμαστο; ἣ πῶς οὐκ ἐπήρθη καὶ ὑπεράνω τῶν οὐρανῶν ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ τὸ τῆς δόξης περιφανές; εἴπερ ἐστὶν ἀληθὲς, “ ὅτι ἐν " τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ “ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, “ ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.”

Ὅτι γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Λόγῳ καὶ ἑνωθέντι [*](h An leg. πάροιθεν νοηθέντι.)

151
σαρκὶ τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος μελῳδὸς, ἐκδείξειεν ἃν εὐκόλως τὰ ἐφ’ ἑξῆς· ἔφη γὰρ “ ὅτι ἐκ στόματος νηπίων θηλαζόντων “ κατηρτίσω αἶνον.” ἐπειδὴ γὰρ τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, τεθαύμασται μὲν παρὰ πάντων· εὑρὼν δὲ ὀνάριον ἐκάθισεν ἐπ’ αὐτῶ· ὅτε καὶ παῖδες λαβόντες τὰ βάια τῶν φοινίκων, ταῖς καθηκούσαις αὐτὸν καταγεραίροντες εὐφημίαις ἔφασκον, “ὠσαννὰ “τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἐπιτιμώντων δὲ αὐτοῖς τῶν ἄλλων, ἔφασκεν ὁ Χριστὸς, “ οὐκ “ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω “ αἶνον;” ἐνηνθρωπηκότα δὴ οὖν τὸν Υἱὸν μονονουχὶ καὶ ἐποχούμενον τῷ πώλω βλέπων, κατατέθηπεν εἰκότως, ἐκεῖνο διενθυμούμενος, ὅτι πρὸς τοσοῦτο σμικροπρεπείας ἑαυτὸν ὁρᾶται καθεὶς, καί τοι κατὰ φύσιν ὑπάρχων Θεός· εἶτα τοῦ κεκενῶσθαι τὴν ἀφορμὴν οὐχ ἑτέραν ὁρῶν ὁ μακάριος Δαβὶδ, πλὴν ὅτι μόνους ἡμᾶς οὓς ἦν ἀναγκαῖον καὶ φθορᾶς ἐξελέσθαι καὶ ἁμαρτίας, καὶ τυραννικῶν ἁρπάσαι χειρῶν, τῶν τοῦ διαβόλου φημὶ, τοῦ παντὸς ἀξιοιοθαύμαστος i, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· ταύτῃ τοι φησί· “ Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἣ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;” τίς γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς Θεόν; καὶ τι τοῦτο λέγω; τι τὸ γόος τὸ ἀνθρώπινον; μοίρα τε ὅση καταλογισθεῖεν ἃν οἱ ἐπὶ γῆς, ὡς πρό γε φημὶ τὰ τῶν ἁγίων Ἀγγέλων τάγματα; ἀλλ’ εἰ καὶ μηδενὶ ὅλως ὁ ἄνθρωπος φύσει τε καὶ ἀριθμῷ, οὐχ ὑπερεῖδεν ἡμᾶς ὁ δημιουργὸς, ἐμνήσθη γὰρ καὶ ἡμῶν καὶ ἐπισκοπῆσαι ἐπηξίωσεν ὡς διολωλότων· ὁ καὶ ἐν ἀρχαῖς τοῦ παραγαγεῖν εἰς ὕπαρξιν, βραχὺ μὲν ἡμᾶς ἑ ἐλαττώσας παρὰ τοὺς Ἀγγέλους, στεφανώσας δὲ τιμῇ τε καὶ δόξῃ, καὶ καταστήσας μὲν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, πάντα δὲ ὑποτάξας ὑπὸ πόδα; ἡμῶν. καὶ τῆς μὲν ὅλης ᾠδῆς ὁ σκοπὸς ἐν τούτοις· φιλοσοφεῖ δὲ λίαν ὁ θεσπέσιος Παῦλος, καὶ περιΐστησιν εὐτέχνως νενοσηκότα τὰ καθ’ ἡμᾶς εἰς καινότητα διὰ Χριστοῦ· “ καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ, καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, “ γέγονε δὲ πάντα καινά·” τοῦτο φησὶ καὶ δι’ ἑνὸς τῶν προφητῶν τὸ Πνεῦμα τὸ Ἅγιον· “ θάρσει Σιῶν· μὴ παρείσθωσαν αἱ χεῖρές [*](i An ἀξιοῖ θαύματος?)
152
“ σου· Κύριος ὁ Θεὸς σοῦ ἐν σοὶ δυνατῶς σῶσαι σε, καὶ ἀνακαι- “ νιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ.”

Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς πάλαι δεδωρημένης· διὰ τοῦτό φησι· “ νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ “ πάντα ὑποτεταγμένα,” καὶ οὐ δή που φρονοῦμεν, ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν αὐτὸν, ἀλλ’ ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων ἄνθρωπον, σεσυλῆσθαι φησιν αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τι δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως ἀφηγήσηται τρόπον, καὶ οἱά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους πτωχείαν, ἵνα δείξῃ πάλιν τὸν δι’ οὗ πεπλουτίσμεθα. προσεπάγει γὰρ εὐθὺς, “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττωμένον βλέ- “ πομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστε- “ φανωμένον.” Θεὸς γὰρ ὢν φύσει, καθὰ πλειστάκις εἰρήκαμεν. ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ κεχρημάτικε μεθ’ ἡμῶν ὡς ἄνθρωπος, βραχὺ παρ’ Ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ, καὶ μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος, καὶ τοι τῆς δόξης Κύριος ὤν.

Εἰ δὲ δή τις λέγοι μνήμης καὶ ἐπισκοπῆς ἠξιῶσθαι παρὰ τοῦ Θεοῦ Λόγου τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον, εὐεργετῆσθαι τε αὐτὸν καὶ ἠξιῶσθαι τιμῆς ὑπὲρ ἰδίαν φύσιν, κατακομιεῖ μὲν ὥσπερ εἰς γῆν τοῦ μυστηρίου τὴν δόξαν· πλεῖστον δὲ ὅσον ὀφλήσει γέλωτα. ποῦ γὰρ, εἰπέ μοι ψιλὸς ἄνθρωπος ὁ Χριστός; πότε δὲ δίχα τοῦ ἑνωθέντος αὐτῷ νοεῖται Λόγου ; ἔστι γὰρ ἐκ μήτρας Ἐμμανουήλ, καὶ οὐ γέγονε τοῦτο κατὰ καιρούς. πῶς οὖν αὐτὸν ἐπισκοπῆς τε καὶ μνήμης ἠξιῶσθαί φασι παρὰ τοῦ Θεοῦ Λόγου ; εἶτα διιστάντες τε καὶ διορίζοντες ὁλοτρόπως ἁλοῖεν ἂν καὶ ἀνὰ μέρος, ἡμῖν γυμνὸν τοῦ ἑνωθέντος Λόγου δεικνύντες ἕτερον Χριστὸν καὶ υἱόν· ἕτερον γὰρ ἀνάγκη νοεῖσθαι τὸν ἐπισκοπῆς αὐτὸν καὶ μνήμης ἠξιωκότα, παρὰ τὸν ᾧ ταῦτα δέδοται παρ’ αὐτοῦ· πῶς οὖν ἔτι " Κύριος εἷς, μία τε πίστις καὶ ἓν τὸ βάπτι- “ σμα;” εἰ γὰρ καὶ πολλή τις τῶν φύσεων ἡ διαφορὰ, ἀλλ’ ὁ γε τῆς ἑνώσεως τρόπος ἕνα τὸν ἐξ ἀμφοῖν ἔδειξεν Υἱόν. οὐκοῦν εἰ

153
μνήμης ἠξιῶσθαί φαμεν αὐτὸν παρὰ τοῦ Θεοῦ Λόγου, ψυχικοὶ δὴ πάντως ἐσμὲν πνεῦμα μὴ ἔχοντες καθὰ γέγραπται· διορίζομεν γὰρ εἰς δύο τὸν ἕνα. εἰ δὲ ἦν ἐν ἀρχαῖς ὅπερ ἐστὶ, καὶ ἐξ αὐτῆς μήτρας Ἐμμανουήλ, εἰ τὸν τῆς ἑνώσεως μὴ παραδεξόμεθα τρόπον, ἑαυτοῦ δὴ πάντως ὁ λόγος διαμεμνήσεται, ἑαυτὸν ἠξίωσε τῆς ἐπισκοπῆς, ἑαυτὸν εὐεργετήσας ὁρᾶται, καὶ πολλὴν ἡμῖν ἐν τούτοις τὴν ἀτοπίαν εἰσκομιεῖ τῶν ἐννοιῶν ἡ δύναμις· οὐ γὰρ ἀλλότριον τοῦ λόγου τὸ σῶμα αὐτοῦ, ἄλλως τε, τίς ἄρα ἐστὶν ὁ κεκενῶσθαι λεγόμενος παρὰ τῆς ἁγίας γραφῆς;

Εἰ μὲν οὖν τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἀνὰ μέρος ἡμῖν ἱστάντες, αὐτὸν ὑπομεῖναι φασι τὴν κένωσιν, πῶς ἐκενώθη δεδοξασμένος, εἴπερ ἐστὶ καθ’ ἡμᾶς ἀνθρώπῳ τιμὴ καὶ δόξα τὸ ἐπισκοπῆς ἀξιοῦσθαι καὶ μνήμης, ἑνώσεως τε τυχεῖν τῆς πρὸς Θεόν· εἰ δ΄ ἐπ’ αὐτοῦ λέγοιεν πεπρᾶχθαι τὴν κένωσιν τοῦ μονογενοῦς, κεκένωται τι παθών· ᾧ γὰρ τὸ παθεῖν συμβέβηκε, πρέποι ἃν μᾶλλον καὶ τὰ τῆς κενώσεως χρήματα. σεσώσμεθα τοίνυν δι’ ἑαυτῶν, εἴπερ ἐστὶν ἄνθρωπος καθ’ ἡμᾶς οὐχ ἑνωθεὶς καθ’ ὑπό. στάσιν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, καθάπερ αὐτοί φασιν, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος. πῶς οὖν Θεὸς ὁ Χριστὸς, εἰ καὶ αὐτὸς μεθ᾿ ἡμῶν ἠξίωται μνήμης τῆς παρὰ Θεοῦ, καὶ γέγονεν εἷς τῶν εὐεργετουμένων; καὶ τοι πρόσειμεν ὡς Θεῷ προσευχόμενοι, καὶ τῶν ἄνωθεν ἀγαθῶν αἰτούμενοι τὴν χορηγίαν, ὡς ὅλῃ τῇ κτίσει διανέμοντα θεοπρεπῶς τὰ αἰτήματα.

τεχνίτης τοίνυν ὑπάρχων ὁ Παῦλος τῆς μυσταγωγίας ὡς ἔφη, δέχεται μὲν ἔσθ’ ὅτε εἰς θεωρίαν πνευματικὴν τὰ ἐκ τῆς θεοπνεύστου γραφῆς· χωρήσας δὲ κατὰ μόνων τῶν ὅτι μάλιστα τῷ λόγῳ χρησίμων, σιωπᾷ τὰ ἕτερα, πρέπειν αὐτὰ μᾶλλον ἐκείνοις εἰδὼς περὶ ὣν καὶ γέγραπται, οἱον φέρε εἰπεῖν ἔφη που περὶ τῆς Εὔας καὶ τοῦ Ἀδὰμ τὸ περὶ αὐτῶν γεγραμμένον, " διὰ τοῦτο καταλεί- “ ψεῖ ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ “ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· προσεπάγει τούτοις αὐτὸς τὸ “ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν, “ πλὴν καὶ ὑμεῖς οἱ καθένα τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾶτε, ὡς τὰ ἑαυτῶν σώματα.” ἄθρει δὴ καὶ ἐν τούτοις, ὡς οὐκ ἀπίθανον μὲν

154
τῆς εἰκόνος τὸ σχῆμα, πλὴν ἀνόσιον κομιδῆ τῆς Ἀδὰμ παρατροπῆς τὰ ἐγκλήματα περιθεῖναι Χριστῷ, κἂν εἰ γέγονεν ἐκεῖνος προανατύπωσις ὥσπερ τι καὶ μέρος τῆς ἐπ’ αὐτῷ θεωρίας· ἀλλ’ οὐδὲ ἐκεῖνο οἶμαι σοφὸν ἣ καὶ ἀληθὲς εἰπεῖν, ὡς ἠξίωται κατὰ πρόγνωσιν τὴν ἐν Θεῷ νοουμένην ἐπισκοπῆς καὶ μνήμης, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος ἄνθρωπος ἰδικῶς, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον.

Ὅτι μὲν γὰρ προέγνωστο τῷ Θεῷ καὶ Πατρὶ, καὶ μὴν καὶ αὐτῷ τῷ Υἱῷ τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, ἐνδοιάσειεν ἃν οὐδεὶς, καὶ ἐξ αὐτοῦ τοῦ εἰκότος καὶ τοῦ τῆ θεότητι πρέποντος ἀναπεπεισμένος. τί γὰρ ἄποπτον αὐτῇ; τί δαὶ τῶν ἐσόμενον οὐκ ᾔδει καὶ πρὶν ἑσπέρας k ἐλθεῖν; προσεμπεδοῖ δὲ ἡμᾶς καὶ ὁ μακάριος Παῦλος αὐτὸ τοῦτο γράφων ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ, κἀν τῇ δευτέρᾳ πρὸς Τιμόθεον ὁμοίως, " προωρίσμεθα γὰρ ἡμεῖς “ δι’ αὐτοῦ τοῦ Χριστοῦ πρὸς υἱοθεσίαν·” καὶ γέγονεν ἡμῖν πρωτότοκος, ἵν᾿ ἡμῖν ἀνθρωπίνως συντάττηται, καὶ τοι Θεὸς ὣν φύσει καὶ Υἱὸς ἀληθῶς. οὐχ εὑρήσομεν δὲ κατὰ πρόγνωσιν ἄνθρωπον αὐτὸν ὠνομασμένον ἁπλῶς, γυμνὸν δὴ λέγω, καὶ δίχα τοῦ ἑνωθέντος αὐτῷ καθ’ ὑπόστασιν Λόγου, καὶ οὐ μνήμης αὐτὸν ἣ ἑπισκοπῆς ὡς ἕνα τῶν καθ’ ἡμᾶς ἠξιῶσθαι φαμεν· ἐκεῖνο δὲ μᾶλλον περινοήσωμεν εὐσεβῶς· ἐθελήσας γὰρ ὁ ἐκ Θεοῦ Λάγος ἐν εὐδοκίᾳ Πατρὸς ἄνθρωπος γενέσθαι καθ’ ἡμᾶς, " ὅπως χάριτι Θεοῦ ὑπὲρ “ παντὸς γεύσηται θανάτου,” ἴδιον ἐποιήσατο σῶμα τὸ τοῖς θανάτου δεσμοῖς ὑποκείμενον, ἵνα καὶ ὑπὲρ πάντων εἰς ὀσμὴν εὐωδίας ἑαυτὸν ἀναθεὶς, διὰ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον.

Φασί δὲ καὶ τοῦτο καὶ διατείνεσθαι τεθαρρήκασιν, ὅτι δὴ πάλιν ὁ ἐκ Θεοῦ Λόγος, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον τετελείωκε διὰ παθημάτων, ὡς τῆς σωτηρίας ἡμῶν ἀρχηγόν· ψευδοεῆ που πάντως ἀποφαίνοντες τὸν προφήτην λέγοντα, " οὐ πρέσβυς, οὐκ Ἄγγελος, ἀλλ’ “ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς. ” ποῦ γὰρ ἔτι σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος, εἰ δι’ ἑνὸς τῶν καθ’ ἡμᾶς, καὶ ἐν ὁμοδούλῳ σεσώσμεθα; ἑνώσει μὲν γὰρ τῇ καθ’ ὑπόστασιν ἐν Χριστῷ τὸ ἀνθρώ- [*](k Leg. ἐς πέρας.)

155
πίνον τῇ τῆς ἀληθοῦς κυριότητος στεφανοῦται τιμῇ. καθήκετο γάρ ἐν τῇ τοῦ δούλου μορφῇ, καί τοι κατὰ φύσιν ἐλεύθερος ὣν ὁ ἐκ Θεοῦ Λόγος, ἵνα δοξάσῃ τὸ δοῦλον, καὶ τῆς ἐνούσης εὐγενείας αὐτῷ τὴν λαμπρότητα προξενήσῃ τῇ φύσει. εἰ δὲ δή τις ἀποστήσει ἐκ τῆς πρὸς Θεὸν ἑνώσεως ἀληθοῦς τὸ ἀνθρώπινον, ἕψεται δὴ πάντως οὐκ ἐν κυριότητι ποθὲν, ἀλλ’ ἐν τοῖς τῆς δουλείας αὐτὸ καταθήσεται μέτροις.

Ὅτε τοίνυν σέσωκεν ἡμᾶς αὐτὸς ὁ Κύριος κατὰ τὰς γραφὰς, τί παραιτοῦνται τὸν σεσωκότα τῆς ὅτι μάλιστα πρεπούσης εὐκλείας αὐτῷ; παύσασθε διορίζοντες τοῦ Λόγου τὸ ἀνθρώπινον, ἵνα μὴ κοινὸν ἄνθρωπον σωτῆρα καὶ λυτρωτὴν τῶν βίων κηρύττητε. ἀλλὰ ναὶ, φασὶ, τετελείωκε τὸν ἄνθρωπον διὰ παθημάτων ὁ Λόγος· αὐτὸς γάρ ἐστιν ὁ δι’ οὗ τὰ πάντα, καὶ πρέποι ἃν μᾶλλον ἐπ’ αὐτοῦ νοεῖσθαι τὰς τοῦ Παύλου φωνάς· τι δαὶ, εἰπέ μοι, τὸ δι’ οὗ τῷ πατρὶ προσνέμοντες ἀδικήσομεν ; καὶ τοι γεγραφότος Παύλου, " πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ·” καὶ πάλιν, “ ἄρα οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱὸς καὶ κλη- " ρονόμος διὰ Θεοῦ.”

Ὅτι δὲ καὶ αὐτὸς ὁ μυσταγωγὸς ἐπ’ αὐτοῦ τέθεικε τοῦ Πατρὸς τὸ " ἔπρεπε γὰρ αὐτῷ δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα,” καὶ τὰ τούτοις ἐφεξῆς, ἐξ αὐτῆς εἰσόμεθα τῆς τῶν γεγραμμένων ἀκολουθίας· ἔφη γὰρ ὡδί· “ τὸν δὲ βραχύ τι παρ’ Ἀγγέλους ἠλαττω- " μένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξη καὶ “ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου· εἶτα Θεὸν ὀνομάσας τὸν Πατέρα, καὶ τὴν αὐτοῦ μνήμην εἰσκεκομικὼς, προσεπάγει πάλιν, “ ἔπρεπε γὰρ αὐτὸν δι’ “ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα.” . . . . . “ ἐξ αὐτοῦ γὰρ καὶ “ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα” κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἴσως ἐκεῖνο φαῖεν ἄν· οὐ γάρ ἐστι Θεὸς ὁ Υἱός; πῶς οὖν τὸν Πατέρα φῄς σημαίνεσθαι μόνον, διά γε τοῦ Θεὸν ὠνομάσθαι, παρά γε τοῦ μακαρίου Παύλου; καὶ πρός γε τοῦτο ἐροῦμεν τόσον δὲ τουτὶ, καὶ μάλα ὀρθῶς· οὐ γάρ ἐστι Θεὸς ὁ Πατήρ ; εἶτα, πῶς ἄνω τιθεὶς τὸ Θεὸς ὄνομα πάντη τε καὶ πάντως τῶ Υἱῷ; ἀλλ’ ὅτι μὲν τὸ δι’ οὗ πρέποι ἃν οὐχὶ μόνῳ τῷ Υἱῷ, τέθειται δὲ πλειστάκις καὶ ἐπ’ αὐτοῦ τοῦ Πατρὸς ἀποχρώντως ἡμῖν ἀποδέδεικται·

156
πλὴν ἐκεῖνο φάμεν· ἔθος τῷ μακαρίῳ Παύλῳ διαμνημονεύοντι τοῦ Υἱοῦ, τῇ τοῦ Θεοῦ κλήσει τὸν Πατέρα δηλοῦν ὅτε σιωπᾷ τὸ Πατήρ. ἐπιστέλλει γοῦν Κορινθίοις, Ἐφεσίοις, Κολοσσαεῦσι, “ Παῦλος Ἀπόστολος Ἰησοῦ Χριστοῦ, διὰ θελήματος Θεοῦ·” καὶ μὴν καὶ Γαλάταις, “ ὅτε εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ “ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα “ εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην “σαρκὶ καὶ αιματι.”

Ὅτε τοίνυν ἐστὶ τὸ κωλῦον οὐδὲν τῆ τοῦ Θεοῦ κλήσει κατονομάζεσθαι τὸν Πατέρα, Θεοῦ κατὰ φύσιν ὑπάρχοντος καὶ αὐτοῦ τοῦ Υἱοῦ· τί μὴ μᾶλλον παρὰ τοῦ Πατρὸς τετελειῶσθαι φαμεν διὰ παθημάτων τὸν Υἱόν; ἐνηνθρώπησε γὰρ αὐτὸς, καὶ μορφὴν δούλου λαβὼν πέπονθεν ὑπὲρ ἡμῶν σαρκὶ κατὰ τὰς γραφάς· καί τοι κατὰ φύσιν ἰδίαν ὑπομεμενηκὼς τῶν παθημάτων οὐδὲν, καθ’ ὃ καὶ Θεὸς νοεῖται, καὶ ἔστι Λόγος τοῦ Πατρός. ταύτης ἕνεκεν τῆς αἰτίας σαρκὶ πεπονθέναι φαμὲν τὸν ἐπέκεινα τοῦ παθεῖν· ἔφη γάρ που καὶ ὁ μακάριος Πέτρος, “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν " σαρκί.” καὶ ἐπειδὴ ὁ πάσης ὁμοῦ τῆς κτίσεως κατὰ φύσιν ἰδίαν ἐξῃρημένος ὡς Θεὸς κεκενῶσθαι λέγεται, καὶ κατέβη πρὸς ἀνθρωπότητα, ταύτῃ τοι καὶ πολλοῖς ἀδελφοῖς συντέτακται, καὶ ὁ μόνον ἔχων τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς Υἱὸν, πολλῶν ἠξίωσε γενέσθαι Πατήρ. ἀλλ’ ἐξῄρηται θεικῶς τοῖς ἄλλοις Χριστὸς Ἰησοῦς, εἰ καὶ ἀνθρωπίνως αὐτοῖς συντάττοιτο, οὕτω γὰρ ἔσονται “ καὶ ὁ ἁγιάζων “ καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες·” ἕνα γὰρ ἐσχήκαμεν σὺν αὐτῷ τὸν Πατέρα, ὃς εἰ καὶ γέγονεν ἡμῶν φιλανθρωπίᾳ τε καἰ χάριτι πατὴρ, ἀλλ’ οὖν ἐστιν ἰδικῶς καὶ μόνου Πατὴρ Ἰησοῦ Χριστοῦ, τουτέστι σαρκὸς γεγονότος τοῦ Λόγου κατὰ τὰς γραφάς. ἐπειδὴ δὲ, ὡς ἔφην, ἕνα Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς αὐτός τε καὶ ἡμεῖς ἐσχήκαμεν, “ οὐκ ἐπαισχύνεται ἡμᾶς ἀδελφοὺς ἀποκαλεῖν, λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου·” καί τοι πῶς ἐναργὲς, ὡς εἴπερ ἦν ἀληθῶς μέχρι τῆς ἀνθρωπότητος μόνης τῆς Χριστοῦ δόξης τὸ μέτρον, οὐκ ἃν ἐπαισχύνθη καλεῖν ἀδελφοὺς, οἱς τοῦτο καὶ μόνη προὐξένησεν ἃν ἡ φύσις, καὶ οὐ διδόντος αὐτοῦ; ὡς γὰρ ὁ προφήτης φησί· “ Θεὸς εἷς ἔκτισεν ἡμᾶς, καὶ Πατὴρ “ εἰς πάντων ἡμῶν,” ἔχοι ἃν τὸν εἰκότα λόγον τὸ ἐπαισχύνεσθαι

157
καλεῖν ἀδελφοὺς τοὺς ἐν μέτροις ὄντας τοῖς οἰκητικοῖς, τὸν ἐκ Θεοῦ κατὰ φύσιν ἐλεύθερον· τοὺς ἐκ γῆς, τὸν ἄνωθεν· τοὺς ἐκ τοῦ κόσμου, τὸν μὴ ὄντα ἐκ τοῦ κόσμου τούτου, κατὰ τὴν αὐτοῦ φωνήν τοὺς ἐν ἁμαρτίαις ὄντας, τὸν ἀνιέντα πλημμελήματα· τοὺς ἀγιασμοῦ δεομένους, τὸν ἁγιάζειν ἰσχύοντα· τοὺς ὑπὸ θάνατον καὶ φθορὰν, τὸν “ ἐν ᾧτ’ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν.” ἐπειδὴ δὲ κεκένωκεν ἑαυτὸν, οὐκ ἐπαισχύνεται λέγων, “ ἀπαγγελῶ τὸ ὄνομά “ σου τοῖς ἀδελφοῖς μου·” καὶ πάλιν· “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ “μοι ἔδωκεν ὁ Θεός.” γεγόναμεν γὰρ υἱοὶ Θεοῦ, καὶ ἐσμὲν ὑπὸ χεῖρα τοῦ πάντων ἡμῶν Σωτῆρος.

(Χρυσοστόμου.) Καὶ ὁ μακάριος δὲ Ἰωάννης φησί· ὁρᾷς δείκνυσι πάλιν τὴν ὑπεροχήν; τὸ γὰρ εἰπεῖν “ οὐκ ἐπαισχύνεται,” δείκνυσιν οὐ τῆς τοῦ πράγματος φύσεως, ἀλλὰ τῆς φιλοστοργίας αὐτοῦ, μὴ ἐπαισχυνομένου τὸ ταπεινὸν τῆς ταπεινοφροσύνης τῆς πολλῆς· εἰ γὰρ καὶ ἐξ ἑνὸς, ἀλλ’ ὁ μὲν ἁγιάζει, ἡμεῖς δὲ ἁγιαζόμεθα· πάλιν δὲ τὸ μέσον, καὶ ὁ μὲν ἐκ τοῦ Πατρὸς ὡς Υἱὸς γνήσιος, τουτέστιν, ἐκ τῆς οὐσίας, ἡμεῖς δὲ ὡς κτίσμα.

Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κρότος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῃμ ἔνοχοι ἦσαν δουλείας.

(Κυρίλλου.) Ὁ μακάριος Κύριλλος φησὶν, ἀναγκαῖον οἶμαι πρό γε τῶν ἄλλων πολυπραγμονῆσαι λεπτῶς, περὶ ποίων αὐτῷ παιδίων ὁ λόγος, ἃ δὴ σαρκός τε καὶ αἵματος κεκοινωνηκέναι φησὶ, καὶ τίς ὁ παραπλησίως μετεσχηκὼς τῶν αὐτῶν· ὅτε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καί τοι Θεὸς καὶ Κύριος ὣν κατὰ φύσιν, καὶ σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ, καθῆκεν αὐτὸν εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον, συντέτακται δὲ διὰ τοῦτο καὶ ὡς ἀδελφὸς τοῖς κεκλημένοις διὰ πίστεως εἰς υἱοθεσίαν Θεοῦ· τότε δὴ τότε τῆς οἰκονομίας τὸ εὐτεχνἐς εὑ μάλα τετηρηκὼς, ἔφασκε περὶ ἡμῶν, ποτὲ μὲν, “ ὅτι ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς

158
“μου,” ποτὲ δὲ, “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ “ Θεός.”

Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν, καί τοι πάλαι μερίδες ἀλωπέκων ὄντες, καθά φησιν ὁ Δαβίδ· ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι ταῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ’ αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός· καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, “ οὓς δέδωκάς μοι “ ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν “ ἣν δέδωκάς μοι, αὐτοῖς.” καί τοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων, χάριτι μεθ’ ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ, διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν, δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν· κατεσφράγισε γὰρ τῷ ἰδίῳ πνεύματι πρὸς υἱοθεσίαν, καὶ ἐν αὐτῷ κράξομεν, ἀββᾶ ὁ πατήρ. οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ, κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τέ ἐσμεν καὶ σαρκὶ, καὶ ἐν φθαρτοῖς καὶ γηίνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας, καὶ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ζωὴ κατὰ φύσιν ὑπάρχων, μετέσχε τῶν αὐτῶν, καὶ οὐ καθ’ ἕτερον τρόπον, ἀλλὰ παραπλησίως, ἵνα καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου.

Ἐπειδὴ γὰρ οὐχ ἑτέρως ἦν δύνασθαι τὸ θανάτῳ καὶ φθορᾷ καὶ ἁμαρτίᾳ κατεσχημένον ἀνακομίζεσθαι πρὸς τὸ ἐν ἀρχαῖς πλὴν ὅτι διὰ μόνου Χριστοῦ, τῆς ἐνανθρωπήσεως τὸ μυστήριον ὡς ἐν καιρῷ καθήκοντι πληροῦσθαι λοιπὸν παρεκάλει λέγων ὁ μακάριος Δαβὶδ, “ ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν “ θλίψεσι;” ταύτῃ τοι Ἐμμανουὴλ κέκληται· οὐ γὰρ ἀφέστηκεν ἔτι μακρόθεν, ἀλλὰ δὴ γέγονεν ἐγγύτερον μεθ’ ἡμῶν, ἄνθρωπος πεφηνὼς ὁ τοῦ Θεοῦ Λόγος. παραπλησίως γὰρ ἡμῖν μετέσχεν αἵματος καὶ σαρκὸς, ἐπειδὴ θανάτῳ καὶ φθορᾷ κεκράτηται τὸ ἐπὶ γῆς γένος, τουτέστιν ὁ ἄνθρωπος· καὶ τῷ Θεῷ τῷ πάντων ἐδόκει διὰ πολλὴν ἡμερότητα καὶ φιλανθρωπίαν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, ἵνα λοιπὸν ἀτονήσῃ θάνατος, καὶ ὡς ἐν πρώτῳ τῷ Χριστῷ παραχωρῶν εὑρίσκηται τῷ νικᾷν τοῖς ἐπιγείοις σώμασιν.

159

Οὕτω γὰρ οὕτω εἰς ἅπαν ἡμῶν τὸ γένος ἡ τῆς ἀφθαρσίας δύναμις κατευρύνεται, καὶ πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ ἐπειδὴ δι’ ἀνθρώπου θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν. ἔδει γὰρ, ἔδει τὸ πεπονθὸς θεραπεύεσθαι καὶ διὰ τῆς τῷ θανάτῳ τυραννουμένης σαρκὸς καταργεῖσθαι θάνατον· ὥσπερ γὰρ ἐν Ἀδὰμ προσκρούσασα διὰ τὴν παράβασιν πέπτωκεν ὑπὸ θάνατον, οὕτως ἐπειδὴ γέγονεν εὐδόκιμος ἐν Χριστῷ διὰ τὴν ὑπακοὴν, τῶν τοῦ θανάτου βρόχων ἐξήρτηται καὶ τῶν ἐκείνου δειμάτων, ὡς ἐπ’ αὐτοῖς ἀνασκιρτῶντας ἡμᾶς ἐκεῖνο βοᾷν, “ ποῦ σοι, θάνατε, τὸ νῖκος, “ ποῦ σου, ᾅδη τὸ κέντρον;” ζωὴ γὰρ ὑπάρχων οὐσιωδῶς ὁ μονογενὴς γενῆς τοῦ Θεοῦ Λόγος, ἥνωσεν ἑαυτὸν τῇ γηΐνῃ καὶ ἀποθνησκούσῃ σαρκὶ, ἵνα καὶ αὐτῇ καθάπερ τι τῶν ἀτιθάσσων θηρίων ἐπιδραμὼν ὁ θάνατος ἀτονήσῃ λοιπὸν ἡττώμενοι· οὐ γὰρ ἦν δύνασθαι παραχωρεῖν τῷ θανάτῳ τὴν ζωήν.

Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.

Εἰ μὴ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἥνωσε δὲ μᾶλλον ἑαυτοῦ τὸ ἀνθρώπου πρόσωπον, καθὰ δοκεῖ τοῖς διορίζουσι, ὡς ἐν εὐδοκίᾳ μόνῃ καὶ τῇ κατὰ θέλησιν ῥοπῇ, πῶς ὁμοίωται κατὰ πάντα τοῖς ἀδελφοῖς, μᾶλλον δὲ, πῶς ἃν ὅλως νοοῖτο καὶ ἀδελφὸς, ο παντὸς ἐπέκεινα γενητοῦ, καὶ ασυγκριτοις ὑπεροχαῖς, ταῖς κάτα φύσιν λέγω, τὴν κτίσιν ὑπερκείμενος ; πῶς κεκοινώνηκεν αἱματος καὶ σαρκὸς, εἰ μὴ γέγονεν ἴδια ταῦτα αὐτοῦ καθὰ καὶ ἡμῶν; εἷς οὺν ἄρα ἐστιν Υἱὸς καὶ κύριος ἑνώσει τῇ καθ’ ὑπόστασιν, συνενεχθέντος τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον σαρκός τε καὶ αἵματος κεκοινωνηκότος, ὁμοιωθέντος τε κατὰ πάντα τοῖς ἀδελφοῖς.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησίν· εἰς τὸ “ ὅσοι “ φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας·” ἣ τοῦτο λέγει, ὅτι ὁ τὸν θάνατον δεδοικὼς δοῦλός ἐστι, καὶ πάντα ὑφίσταται ὑπὲρ τοῦ μὴ ἀποθανεῖν· ἣ ἐκεῖνο, ὅτι δοῦλοι πάντες ἦσαν τοῦ θανάτου, καὶ τῷ μηδέ πω αὐτὸν λελύσθαι ἐκρατοῦντο· ἣ ὅτι φόβῳ διηνεκεῖ συνέζων οἱ ἄνθρωποι, ἀεὶ ἀποτεθνήξεσθαι προσσοκωντες.

160

Οὐ γὰρ δή που Ἀγγέλων Ἀγγέλων ἐπιλαμβάνεται.

τὴν πολλὴν ἐνταῦθα φιλανθρωπίαν ὁ Παῦλος δεῖξαι βουλόμενος, καὶ τὴν ἀγάπην ἣν περὶ τὸ γένος ἔσχε τὸ ἀνθρώπινον, μετὰ τὸ εἰπεῖν, " ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, " καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν,” ἐπεξέρχεται πλέον τούτῳ τῷ χωρίῳ· μὴ γὰρ ἁπλῶς προσχῇς τῷ ῥηθέντι, μηδὲ ψιλόν τι μόνον τοῦτο εἶναι νομίσῃς τῷ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβεῖν, Ἀγγέλοις τοῦτο οὐκ ἐχαρίσατο· “ οὐ γὰρ δή που Ἀγγέλων, φησὶν, " ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ,” οὐκ Ἀγγένου φύσιν ἀνεδέξατο, φησὶν, ἀλλ’ ἀνθρώπου. τί δέ ἐστιν “ ἐπιλαμβάνεται;” οὐκ ἐκείνης, φησὶν, ἐδράξατο τῆς φύσεως τῆς τῶν Ἀγγέλων, ἀλλὰ τῆς ἡμετέρας. διὰ τι δὲ οὐκ εἶπεν ἔλαβεν, ἀλλὰ ταύτῃ τῇ λέξει ἐχρήσατο τῇ " ἐπιλαμβάνεται;” ἀπὸ μεταφορᾶς τῶν διωκόντων τοὺς ἀποστρεφομένους, καὶ πάντα ποιεῖν ὥστε καταλαβεῖν φεύγοντας καὶ ἐπιλαβέσθαι ἀποπηδώντων· φεύγουσαν γὰρ ἀπ’ αὐτοῦ τὴν ἀνθρωπίνην φύσιν, καὶ πόρρω φεύγουσαν, ἦμεν γὰρ μακρὰν, καταδιώξας κατέλαβεν· ἔδειξε ὅτι φιλανθρωπίᾳ μόνῃ καὶ ἀγάπῃ καὶ κηδεμονίᾳ τοῦτο πεποίηκεν.

Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.

Ἐτέχθη, φησὶν, ἐτράφη, ηὐξήθη, ἔπαθε πάντα ἅπερ ἐχρῆν, τέλος ἀπέθανε· τοῦτό ἐστι κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. ἐπειδὴ πολλὰ διελέχθη περὶ τῆς μεγαλότητος αὐτοῦ καὶ τῆς ἄνω δόξης, λοιπὸν τὸν περὶ τῆς οἰκονομίας λόγον κινεῖ, μονονουχὶ λέγων, ὁ οὕτω μέγας, ὁ ὣν ἀπαύγασμα τῆς δόξης, ὁ ὣν χαρακτὴρ τῆς ὑποστάσεως, ὁ τοὺς αἰῶνας πεποιηκὼς, ὁ ἐν δεξιᾷ τοῦ πατρὸς κα. θήμενος, οὗτος ἠθέλησεν ἀδελφὸς ἡμῶν ἐν ἅπασι γενέσθαι· καὶ διὰ τοῦτο Ἀγγέλους ἀφῆκε καὶ τὰς ἄλλας δυνάμεις, καὶ πρὸς ἡμᾶς κατῆλθε καὶ ἡμῶν ἐπελάβετο, καὶ μυρία εἰργάσατο ἀγαθά· θάνατον ἔλυσε, τὸν διάβολον τῆς τυραννίδος ἐξέβαλεν, ἡμᾶς δουλείας ἀπήλλαξεν, οὐ τῇ ἀδελφότητι δὲ μόνον τετίμηκεν, ἀλλὰ καὶ ἑτέροις μυρίοις.

Ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὸ πρὸς τὸν Θεόν.

Διὰ τοῦτο γὰρ, φησὶ, τὴν σάρκα ἔλαβε τὴν ἡμετέραν, ἐπειδὴ

161
καὶ ἀρχιερεὺς ἡμῶν γενέσθαι ἠθέλησε πρὸς τὸν Πατέρα διὰ φιλανθρωπίαν μόνον, ἵνα ἐλεήσῃ ἡμᾶς· οὐδὲ γάρ ἐστιν ἄλλη τις αἰτία τῆς οἰκονομίας, ἣ αὕτη μόνη· εἶδε γὰρ χαμαὶ ἐρριμμένους, ἀπολλυμένους, ὑπὸ τοῦ θανάτου τυραννουμένους, καὶ ἠλέησε. τί ἐστι " πιστός;” ἀληθὴς, δυνάμενος· ἀρχιερέως γάρ ἐστι πιστοῦ, τοὺς ὧν ἐστιν ἀρχιερεὺς, δύνασθαι ἀπαλλάξαι τῶν ἁμαρτημάτων. ἱν οὖν προσενέγκῃ θυσίαν δυναμένην ἡμᾶς καθαρίσαι, διὰ τοῦτο γέγονεν ἄνθρωπος· ἐπήγαγεν οὖν τὰ πρὸς τὸν Θεὸν, τουτέστι τῶν πρὸς Θεὸν ἕνεκεν. ἐκπεπολεμωμένοι ἦμεν, φησὶ, τῷ Θεῷ, κατεγνωσμένοι, ἠτιμωμένοι· οὐδεὶς ἦν ὁ προσοίσων ὑπὲρ ἡμῶν θυσίαν· εἶδεν ἡμᾶς ἐν τούτοις ὄντας καὶ ἠλέησεν, οὐ καταστήσας ἡμῖν ἀρχιερέα, ἀλλ’ αὐτὸς γενόμενος ἀρχιερεύς πῶς πιστὸς, ἐπήγαγεν,

Εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Πἀλιν ταπεινὸν τοῦτο καὶ εὐτελὲς καὶ ἀνάξιον Θεοῦ· “ ἐν ᾧ γὰρ " πέπονθε, φησὶν, “αὐτὸς,” περὶ τοῦ σαρκωθέντος ἐνταῦθά φησι, καὶ πρὸς πληροφορίαν τῶν ἀκουόντων εἴρηται, καὶ διὰ τὴν αὐτῶν ἀσθένειαν, τουτέστι δι’ αὐτῆς τῆς πείρας ὧν ἐπάθομεν ἦλθεν· οὐκ ἀγνοεῖ τὰ πάθη τὰ ἡμέτερα, οὐχ ὡς Θεὸς μόνον οἶδεν, ἀλλὰ καὶ ὡς ἄνθρωπος ἔγνω διὰ τῆς πείρας ἧς ἐπειράθη, ἔπαθε πολλὰ, οἶδε συμπάσχειν· καί τοι γε ἀπαθὴς ὁ Θεὸς ἐστίν· ἀλλὰ τὰ τῆς σαρκώσεως πάθη ἐνταῦθα διηγεῖται· ὡσανεὶ ἔλεγεν, καὶ αὐτὴ ἡ σὰρξ ἡ τοῦ Κυρίου, πολλὰ δεινὰ ἔπαθεν· οἶδε τί ἐστι πειρασμὸς τῶν παθόντων οὐχ ἧττον ἡμῶν· καὶ γὰρ καὶ αὐτὸς ἔπαθεν· τι οὖν ἐστι τὸ “δύναται τοῖς πειραζόμενος βοηθῆσαι;” ὡς ἃν εἴ τις εἶπε, μετὰ πολλῆς προθυμίας ὀρέξαι χεῖρα συμπαθὴς ἔσται “ εἰς” τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· καὶ διὰ τι μὴ εἶπε τῆς οἰκουμένης, ἀλλὰ “ τοῦ λαοῦ;” τὰς γὰρ πάντων ἁμαρτίας ἀνήνεγκεν, ὅτι τέως περὶ αὐτῶν ἦν ὁ λόγος αὐτῷ, ἐπεὶ καὶ ὁ Ἄγγελος πρὸς τὸν Ἰωσὴφ ἔλεγεν, " αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· τοῦτο γὰρ καὶ πρῶτον ἔδει γενέσθαι, καὶ διὰ τοῦτο ἦλθεν, ὥστε τούτους σῶσαι, καὶ τότε διὰ τούτων ἐκείνους, εἰ καὶ τοὐναντίον γέγονε· τοῦτο γὰρ καὶ οἱ Ἀπόστολοι ἄνωθεν ἔλεγον, “ὑμῖν ἀναστήσας τὸν

162
“ παῖδα αὐτοῦ, ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς,” καὶ πάλιν, “ ὑμῖν ὁ λόγος τῆς σωτηρίας ἀπεστάλη.” τὴν εὐγένειαν δείκνυσιν ἐνταῦθα τὴν Ἰουδαϊκὴν λέγων ” εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας του λαοῦ, τέως οὐτῶ φησιν ὅτι γὰρ αὐτὸς ἐστιν ο τὰς αμαρτίας πάντων ἀφιεὶς, ἐδήλωσε καὶ τῷ παραλυτικῷ, εἰπὼν, “ἀφέ- “ωνταί σου αἱ ἁμαρτίαι,” καὶ ἐν τῷ βαπτίσματι, φησὶ γὰρ πρὸς τοὺς μαθητάς· ” πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, “ βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ “ τοῦ Ἁγίου Πνεύματος.” ὅταν δὲ τῆς σαρκὸς ἐπιλάβηται ὁ Παῦλος, πάντα λοιπὸν τὰ ταπεινὰ φθέγγεται, οὐδὲν δεδοικώς.

τριὰς, μονὰς, ἐλέησον.

τῶν εἰς τὴν πρὸς Ἑρβαίους Ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος α'.

ΤΟΜΟΣ Β΄.

Οτι πιστευτέον Χριστῷ ὡς Μωσεῖ ἐπίστευσαν, καθ’ ὑπεροχὴν δὲ τὴν τοῦ Θεοῦ πρὸς ἄνθρωπον.

Ὅθεν ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστὸν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· μέλλων προτιθέναι τοῦ Μωϋσέως κατὰ σύγκρισιν, εἰς τὸν τῆς ἀρχιερωσύνης νόμον τὸν λόγον ἦγ’ ἄγεν, οὐ γὰρ μικρὰν περὶ Μωϋσέως δόξαν εἶχον ἅπαντες, καὶ προκαταβάλλεται ἤδη τὰ σπέρματα τῆς ὑπεροχῆς. ἄρχεται μὲν οὖν ἀπὸ τῆς σαρκὸς, ἄνεισι δὲ εἰς τὴν θεότητα, ἔνθα οὐκέτι σύγκρισις ἦν, ἤρξατο ἀπὸ τῆς σαρκὸς

163
τέως τὸ ἴσον τιθέναι, καὶ φησιν, " ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ “ αὐτοῦ,” καὶ οὐ παρὰ τὴν ἀρχὴν δείκνυσι τὴν ὑπεροχὴν, ἵνα μὴ ἀποπηδήσῃ ὁ ἀκροατὴς, καὶ εὐθέως ἐμφράξῃ τὰς ἀκοάς. εἰ γὰρ καὶ πιστοὶ ἦσαν, ἀλλ’ ὅμως ἔτι πολὺ τὴν αἰδῶ, φησὶ, τῷ ποιήσαντι αὐτόν· τί ποιήσαντι; Ἀπόστολον καὶ ἀρχιερέα· οὐδὲν ἐνταῦθα περὶ οὐσίας φησὶν, οὐδὲ περὶ τῆς θεότητος, ἀλλὰ τέως περὶ ἀξιωμάτων ἀνθρωπίνων, “ ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ, τουτέστι, ἐν τῶ λαὼ, ἐν τῶ ἱερῶ· ἐνταῦθα δὲ τὸ ἐν οἴκω αὐτοῦ φησιν, ὡς ἃν εἴποι τις περὶ τῶν ἐν τῇ οἰκίᾳ, καθάπερ τις ἐπίτροπος καὶ οἰκονόμος οἰκίας, οὕτως ἦν ὁ Μωϋσῆς τῷ λαῷ. ὅτι γὰρ οἶκον ἐνταῦθα τὸν λαὸν, φησὶν, ἐπήγαγεν, “ οὗ ὁ οἰκός ἐσμεν ἠμεῖς.” τι ἐστι “πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν;” τουτέστιν εὐνοικὸν προϊσάμενον τῶν αὐτοῦ, οὐκ ἐῶντα φθείρεσθαι ἁπλῶς. Ἀπόστολον δὲ αὐτὸν καλεῖ διὰ τὸ ἀπεστάλθαι, “ καὶ ἀρχιερέα τῆς ὁμολογίας “ ἡμῶν,” τουτέστι τῆς πίστεως· καὶ αὐτὸς γὰρ λαὸν ἐγκεχείρισται, καθάπερ ἐκεῖνος προστασίαν λαοῦ, ἀλλὰ μείζονα καὶ ἐπὶ μείζοσιν.

(Κυρίλλου.) Ὁ μακάριος δὲ Κύριλλός φησι· Μωϋσῆς μὲν ὁ θεσπέσιος διὰ τύπου καὶ σκιᾶς ἐνῆκεν εἰς θεογνωσίαν τὸν Ἰσραὴλ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης παρέδειξε τὴν ὁδόν· ἀλλ’ ἦν ἰσχνό- φωνος καὶ βραδύγλωσσος· διὰ τοῦτο γνωστὸς ἦν τοτηνικάδε τοῖς κατὰ μόνην τὴν Ἰουδαίαν ὁ τῶν ὅλων Θεὸς, καὶ ἀπὸ Δὰν καὶ ἕως Βιρσαβεὲ, καὶ ποταμοῦ καὶ θαλάσσης· ὅροι γὰρ οὗτοι τῆς Ἰουδαίων γῆς· μέγα τε ἦν καὶ γνωριμώτατον τὸ ὄνομα αὐτοῦ. καὶ τοῦτο ἰδὼν ὁ προφήτης Δαβὶδ, ψάλλει που καὶ φησι πρὸς αὐτὸν περὶ τῶν ἐξ Ἰσραὴλ, " ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες “ ἔθνη καὶ κατεφύτευσας αὐτήν·” προσεπάγει δὲ τούτοις, ποταμῷ Εὐφράτῃ, καὶ μὴν καὶ θαλάσσῃ τῇ πρὸς νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίαν, “ ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, “ καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς.” συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μώσεως ὁρᾶται κήρυγμα· προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα, καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς, τὰ πρόσκαιρα καὶ εὐμάραντα. γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· “ δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ,” καὶ “ ἔστιν ἀδύνατον αἷμα τράγων καὶ ταύρων ἀφαιρεῖν ἁμαρτίας.”

164

Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ, καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς, βεβοήθηκε τοῖς πειραζομένοις.

Κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως, καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὣν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ μονογενὴς αὐτοῦ Λόγος· ἵν ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν, καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν, καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις, “ ἐν ᾧτ’ πέπον- “ θεν αὐτὸς πειρασθεὶς,” “ τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν,” κατὰ τὸ γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις “ τὸ πειρασθεὶς,” ἀντὶ τοῦ πεπονθὼς, ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα, πάντας ἡμᾶς ἠλευθέρου, καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν· οὐκοῦν “ βεβοήθηκε τοῖς πειραζομένοις,” εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, ἵν οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.

Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ιουδαίων, “ καὶ ὑμᾶς ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς “ τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν “ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι “ ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, “ εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ “ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε.”

165
σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν.

Ὅθεν, ἀδελφοὶ, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν· πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς ἐν τῷ οἴκῳ αὐτοῦ.

Ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι’ αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μώσεως ἐδίδου νόμος, ἀλλ’ ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται, καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος, καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι, “ καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν “ καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου·” καὶ πάλιν, “ ὁ πρῶτος ἄνθρωπος “ ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἐξ οὐρανοῦ· οἷος ὁ χοικὸς, τοιοῦτοι “ καὶ οἱ χοικοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.” γεγόναμεν τοίνυν ἐπουράνιοι· μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν ἐν οὐρανοῖς τὸ πολίτευμα· “ οὐ γὰρ τοῖς ἀρχαίοις ἐν “ ἴσῳ προσεληλύθαμεν ἡμεῖς, ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ “ ζόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ, καὶ φωνῇ ῥημάτων· “ προσεληλύθαμεν δὲ μᾶλλον Σιῶν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος “ Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν Ἀγγέλων, πανηγύρει καὶ “ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ " Θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, καὶ διαθή- “ κἠς νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ, κρεῖττον λα- “ λοῦντι παρὰ τὸ βελ.” τὸ μὲν γὰρ αἷμα τοῦ Ἅβελ κατεκεκράτει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου· λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα, τὸ τίμιον αἷμα· μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον, καὶ ῥεραντίσμεθα δι’ αὐτοῦ πρὸς δικαίωσιν.

Κατανοήσωμεν τοίνυν τὸν Ἀπόστολον καὶ καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν.

166

Ἀρχιερέα δηλονότι καὶ Ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ πατρὸς, ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι’ αὑτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι’ εὐσέβειαν καὶ ὑπακοὴν τινὸς πρὸς Θεόν.

Συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων, “ εἰς τοῦτο γὰρ καὶ ἐκλήθητε, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ “ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς “ ἴχνεσιν αὐτοῦ.” καὶ αὐτὸς δέ φησιν ὁ Σωτῆρ’· “ εἰ τις θέλει “ ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν “ αὑτοῦ, καὶ ἀκολουθείτω μοι.” τῷ γε μὴν ὠνομᾶσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ· θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἄν· καὶ ἐπ’ αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός. γέγραπται γοῦν ὅτι “ Θεὸς πιστὸς, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος. ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν, ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, “ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν.” καὶ μὴν ὁ Παῦλος “ πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ “ Υἱοῦ αὐτοῦ·” τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τὸ “πιστὸς,” ἣ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν, ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν ; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ, καὶ ἐνανθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς, ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν.

Θεοδώρητοσ. Πάλιν ἀρχιερέα καὶ Ἀπόστολον αὐτὸν ὡς ἄνθρωπον κέκληκεν· εἰ γὰρ ὡς Θεὸς ἀρχιερεύς ἐστι, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦτο ἂν ἦν, ὅτι δὲ καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν μετὰ τὴν ἐνανθρώπησιν γέγονε ἐν τῇ πρὸς Γαλάτας ἔδειξεν, “ ἐξαπέστειλε γάρ’ φησὶν, “ ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ “ γυναικός.” ἔφη γοῦν “ ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ “ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός “ με· τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ “ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλ’ ἀναστήσω αὐτὸ τῇ “ ἐσχάτῃ ἡμέρᾳ.” δεδέμεθα γὰρ ὡς Σωτήρι’ καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι’ Υἱοῦ, πᾶν ὅτι ἃν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς, ὅτι καὶ δύναμις

167
αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ο Ι ἰὸς, “ ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ “ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτὰ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, “ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατὴρ μὲ ἀπέστειλε·” ψάλλει δέ που καὶ ὁ Δαβίδ· “ ἔντειλαι, ὁ Θεὴ, τῇ δυνάμει σου, δυνάμωσον ὁ “ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν.”

Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἣ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος, καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μώσεως δοθέντα νόμον ἱερουργοῦν τῷ Θεῷ, ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες, ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο, κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων, ἀλλ’ ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος, “ Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν “ μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ “ χειροποιήτου, τουτέστιν, οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι’ αἵματος “ τράγων καὶ μόσχων· διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ “ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος.”

τὴν σάρκα ἐκείνην λέγει μείζονα καὶ τελειοτέραν σκηνὴν, κἀς ὃ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “ οὓ γὰρ ἐκ μέτρου διδῶσιν ὁ Θεὸς τὸ Πνεῦμα,” τελειοτέρας δὲ ὡσείτε καὶ ἀλήπτου οὔσης καὶ μείζονος κατορθούσης, τουτέστι, φησὶν, “ οὐ ταύτης τῆς κτίσεως·” ἰδοῦ πῶς μείζονος, οὐ γὰρ ἄνθρωπος αὐτὴν κατεσκεύασεν, οὐδὲ ταύτης τῆς κτίσεως ἐστιν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλ’ ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ, διὰ τῆς μείζονος σκηνῆς, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος καὶ εἰσερχομένην εἰς τὰ ἅγια τῶν ἁγίων, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ. τίνος οὖν ἕνεκεν τοῦτο ποιεῖ κἄ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός ὥσπερ γὰρ

168
ἀποτειχίζει τὰ ἅγια καταπέτασμα, καὶ ἡ σὰρξ κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ὡς ἔχουσα τὴν θεότητα.

Ἐπράττετο μὲν γὰρ δι’ αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω πολλοῦ γε καὶ δεῖ. σέσωκε γὰρ τὴν ἐπουράνιον αἵματι τῷ ἰδίῳ, καὶ οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἱερεὺς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας· “ καὶ γὰρ ἦν ἀδύνατον αἷμα “ ταύρων καὶ τράγων ἀφαιρεῖν ἅμαρτ’ ” ὅθεν καὶ δευτέρας διαθήκης ἐξετέθη τύπος, οὐκ ἐχούσης ἐφ’ ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ, γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν· καὶ τούτου μάρτυς γένοιτ’ ἃν ἡμῖν οὐ ψευδοέπης ὁ μακάριος Παῦλος· ἔφη γὰρ πάλιν περὶ αὐτοῦ, “ διὸ εἰσορχόμενος εἰς τὸν κόσμον, λέγει, “ θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· “ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον, ἰδοὺ “ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται ῥάπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι, ὁ “ Θεὸς, τὸ θέλημά σου.” τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος ; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγεται ; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος;

Κυρίλλου. Ἐκβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τυπικῶς δὲ μᾶλλον, ἀλλὰ φυσικῶς, ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου, καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρός· ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀνάλλαγμα γένηται, τεθνεὼς σαρκὶ κατὰ τὰς γραφὰς· γέγονε γὰρ διὰ τοῦτο καινῆς διαθήκης μέσ’ ἴτης, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας. ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος· προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς, καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ

169
ὁμούσιον τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς, οὐχ ὡς ἑτέρῳ μᾶλλον αὐτὴν ἱερούργει καὶ προὔχοντι τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσι,, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ’ ἃν εἰκότως· δεδικαιώμεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ, καὶ μεμένηκε Λόγος, καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός.

Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν, καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος, “ ὡς γέγονε μὲν Ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, “ πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν, καθὰ καὶ Μωϋσῆς “ ἐν τῷ οἴκῳ αὐτοῦ· πλείονός γε μὴν δόξης αὐτὸς ἠξίωται παρὰ “ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας “ αὐτόν.” καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγόν· ὑποτρέχει γὰρ εὐμηχάνως τὸν Ἰσραὴλ, οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον, καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ, καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται· πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέ- σθαι Χριστὸν Ἀπόστολον καὶ ἀρχιερέα, καὶ πρός γε τούτῳ, πιστόν· καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μώσης· εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μώσεως ὄνομα, καὶ τοὺς ἐπαίνους τοὺς ἐπ’ αὐτῷ προκαταθεὶς, τῷ λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν, “ καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν.”

Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων, καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων, καὶ αὐτοῦ δὲ δηλονότι Μώσεως, στεφανοῖ δὲ διὰ τῶν τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γὰρ ἔστιν ἀληθὲς, ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ’ οὐσίαν τῶ ποιητῆ, πῶς ἃν ἐνδοιάσειέ τις, ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν ; ἐπιτήρει δὲ ὅτι τὸν Ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας γίας ἡμῶν, ἡμῶν, αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν,

170
καθὰ καὶ αὐτὸς ἢν ὁ ἱεροφάντης Μωσῆς· ” πλείονός γε μὴν ἠξιῶ- “ σθαι δόξης παρ’ ἐκεῖνον, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ “ κατασκευάσας αὐτόν.” προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα καταδεικνὺς τὸν Ἰησοῦν· “ πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ “ δὲ τὰ πάντα κατασκευάσας Θεός·” οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ’ ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ κατ’ αὐτὸν, ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέσεως.

Ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος μονογενὴς Υἱὸς, ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρωπος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ, καὶ εἰ γέγονε σὰρξ, τὸ πρὸ παντὸς εἶναι χρόνου, καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν, ὅτι τῶν ὅλων ἐστι γενεσιουργός· “ εἷς γὰρ Θεὸς ὁ “ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ “ τὰ πάντα,” καὶ πάλιν “Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ “αὐτὸς, αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·” πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἃν εἴη, καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως, καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἀβραὰμ πρὸς τὸν Ἰσραὴλ, λέγων· “ Ἀβραὰμ ὁ “ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ “ εἶδεν καὶ ἐχάρη.” οἱ δὲ κὰγ οὐδένα τρόπον τὸ ἐπ’ αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ’ ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον, “ “πεντή- “ κοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;” ὁ δὲ πρὸς αὐτούς· “ Ἀμὴν, λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.” ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἀβραὰμ καὶ Μώσεως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργός· ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημά- τῶν προυφεστάναι λέγειν ’τον ποιήτην καὶ τῶν κατ’ εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλλος. οὐκοῦν ἀσυγκρίτως τὸ Μώσεως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν, ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ’ ἕτερον δὲ τρόπον πειρᾶται πληροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων

171
λόγος· “ ἦν μὲν γὰρ,” φησὶν, “ ὁ Μώσης πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ “ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς “δὲ ὡς Υἰὸς ἐπὶ τὸν οἰκον αὐτοῦ, οὑ ὁ οίκος ἐσμὲν ἡμεῖς.”

Ἄθρει δὴ οὖν, ὅπως τῷ μὲν μακαρίῳ Μωϋσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν, τῷ γνησιότητος τρόπῳ κοσμούμενον· εἰναι γάρ φησιν ἐν τῷ οἴκῳ πιστὸν, “ εἰς μαρτύριον τῶν λαληθησομένων,” τουτέστιν εἰς διακονίαν τῶν παρὰ Θεοῦ λόγω Χριστὸν δὲ οὐχ οὕτως. εἰ γὰρ ὡς ἐν οἴκῳ πιστὸν οἰκέτην, ἀλλ’ ὡς Υἱὸν καὶ δεσπότην ἐπὶ τὸν οἶκον τοῦ Πατρὸς, τουτέστιν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι. πεπαιδαγώγηκε μὲν γὰρ ὁ Μώσης διὰ τῆς τοῦ νόμου σκιᾶς τοὺς ἀρχαιοτέρους, καὶ τὰ τῆς οἰκετικῆς γνησιότητος ἐκομίζετο γέρα, Θεοῦ λέγοντος πρὸς αὐτόν· “σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ πολὺ δὲ λίαν ἐν ἀμείνοσιν ἐπὶ Χριστοῦ. κεκάθικε γὰρ ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, καὶ κατῴκησεν ὡς Υἱὸς καὶ Κύριος ἐν τῷ οἴκῳ τοῦ Πατρὸς αὐτοῦ. ἐναυλίζεται γὰρ ἡμῶν ὡς Θεὸς διὰ τοῦ ἰδίου Πνεύματος, καί τοι τοῦ πανσόφου Μώσεως ἐν οὐδενὶ κατοικήσαντος, οὐ γὰρ μέτοχοι γεγόναμεν Μώσεως, ἀλλ’ οὐδὲ ἑτέρου τινὸς τῶν ἁγίων· μετεσχήκαμεν δὲ τοῦ Χριστοῦ, διά τε τοῦ Πνεύματος καὶ τῆς εὐλογίας τῆς μυστικῆς. καί τοι γὰρ Θεοῦ λέγοντος δι’ ἑνὸς τῶν ἁγίων προφητῶν, “ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός ἐνεστηκότος ἤδη καιροῦ καθ’ ὃν ἔδει τοῦτο πληροῦν, κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστὸς κατὰ τὴν ἀρχαίαν ὑπόσχεσιν, ἵν ἡμᾶς ἀποφήνῃ ναοὺς Θεοῦ ζῶντος, τουτέστιν αὐτοῦ, καὶ συνάψῃ δι’ αὐτοῦ τῷ Θεῷ καὶ Πατρί· καὶ γοῦν ἔφη τοῖς ἁγίοις Ἀποστόλοις, “ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε, ὅτι ἐγὼ ἐν τῷ “ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν·” “ ὁ γὰρ κολλώ- “ μένος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι,” κατὰ τὸ γεγραμμένον. παρατιθέμενος δὲ καὶ ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ, πάλι, οὕτω φησίν· “ οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ πάντων τῶν πι “στευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, “καθὼς σὺ Πατὴρ ἐν ἐμοἱ, κάγὼ έν σοί· ίνα καὶ αὐτοὶ ἐν “ ἡμῖν ἓν ὠσιν· ἴνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας, “ κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν,

172
“ καθὼς καὶ ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι “τετελειωμένοι εἰς ἕν.”

Οὐκοῦν ἐν Χριστῷ τὸ τῆς ἑνώσεως ἀγαθὸν τῆς πρὸς Θεὸν καὶ Πατέρα κεκερδήκαμεν, καὶ μένει πάντως ἐν ἡμῖν, τὸ οὕτω λαμπρὸν καὶ περιφανὲς ἀγλάισμα τετηρηκόσι τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος, καὶ πρός γε τούτοις πιστεύουσιν, οὐχ ὅτι παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς ἕτερός ἐστιν ἰδικῶς τε καὶ ἀνὰ μέρος Υἱὸς, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγενημένος ναός· ἀλλ’ ὅτι “γέ- “ γονε” μὲν κατὰ τὰς γραφὰς “ σὰρξ ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν οὐ πέπαυται δὲ τοῦ εἶναι Θεὸς, ἀλλ’ ἔστιν Υἱὸς εἰς, καὶ Κύριος εἱς, Ἰησοῦς ὁ Χριστός.

Τοῦ μακαρίου Ἀθανασίου. Ποιητὴς γὰρ ὣν καὶ δημιουργὸς, ὕστερον γεγένηται ἀρχιερεὺς, ἐνδυσάμενος σῶμα τὸ γενητὸν και ποιητὸν, ὅπερ καὶ προσενεγκεῖν ὑπὲρ ἡμῶν δύναται· διὸ καὶ λέγεται πεποιῆσθαι. πότε γὰρ πεποίηται, ἣ πότε Ἀπόστολος γέγονεν, εἰ μὴ ὅτε παραπλησίως ἡμῖν μετέσχεν αἵματος καὶ σαρκός· ταύτην γὰρ προσενέγκας τὴν σάρκα δι’ ἑαυτοῦ, ἀρχιερεὺς ὠνομάσθη, καὶ γέγονεν ἐλεήμων καὶ πιστός· ἐλεήμων μὲν, ὅτι ὑπὲρ ἡμῶν προσενέγκας ἠλέησεν ἡμᾶς· πιστὸς δὲ, ὅτι οὐ πίστεως μετέχων, οὐδ’ ἔστιν 1 ἀπιστεύων ὥσπερ ἡμεῖς, ἀλλὰ πιστεύεσθαι ὀφείλων περὶ ὧν ἃν λέγῃ καὶ ποιῇ, καὶ ὅτι πιστὴν θυσίαν προσφέρει τὴν μένουσαν καὶ μὴ διαπίπτουσαν. αἱ μὲν γὰρ κατὰ νόμον προσφερόμενοαι οὐκ εἶχον τὸ πιστὸν, καθ’ ἡμέραν παρεχόμεναι, καὶ δεόμεναι πάλιν καθαρμοῦ· ἡ δὲ τοῦ Σωτῆρος θυσία, ἅπαξ γενομένη, τετελείωκε τὸ πᾶν, καὶ πιστὴ γέγονε, μένουσα διὰ παντός· καὶ ἡ μὲν κατὰ νόμον ἱερατεία, καὶ θανάτῳ παρήμειβε τοὺς προτέρους· ὁ δὲ κύριος καὶ ἀπαράβατον καὶ ἀδιάδοχον ἔχων τὴν ἀρχιερωσύνην, πιστὸς γέγονεν ἀρχιερεὺς, παραμένων ἀεὶ, καὶ τῇ ἐπαγγελίᾳ πιστὸς γινόμενος, εἰς τὸ ὑπακούειν καὶ μὴ πλανᾷν τοὺς προσερχομένους· καὶ ὁ μὲν Μώσης θεράπων, ὁ δὲ Χριστὸς Υἱός· καὶ ὁ μὲν πιστὸς εἰς τὸν οἶκον, οὗτος δὲ ἐπὶ τὸν οἶκον, ὡς αὐτὸς αὐτὸν κατασκευάσας, καὶ Κύριος αὐτοῦ καὶ δημιουργὸς τυγχάνων, καὶ ὡς Θεὸς ἁγιάζων αὐτόν. ὁ μὲν γὰρ Μώσης ἄνθρωπος ὣν φύσει, πιστὸς ἐγένετο, πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ Θεῷ· [*](1 Leg. ἔτι.)

173
ὁ Λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, ἀλλὰ Θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς, καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὐπ’ αὐτοῦ.

Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῆ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πάτερες ὑμῶν, ἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου τεσσαρά- κοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνη, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Σοφωτάτην ἐν τούτοις ποιεῖται τὴν ἐπίπληξιν τοῖς Ἐβραίων δήμοις, εἰς ἀνάμνησιν αὐτοὺς ἄγων τῶν τοῖς πατράσι συμεβηκότων κατὰ τὴν ἔρημον. ἐκλετυτρωμένίι γὰρ τῆς Αἰγυπτίων πλεο- νεξίας, ὀψὲ καὶ μόλις τὸν τῆς ἀσυνήθους δουλείας ἀπολυσάμενοι ζυγὸν, κέκληνται πρὸς γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην· εἶτα πλείστων τε ὅσων αὐτοῖς καὶ μὴν καὶ ἀξιαγάστων ἐπιδειχθέντων σημείων, παροτρύνοντες οὐ διαλελοίπασιν ὃν διὰ πάσης ἐπεικείας, καὶ τῆς εἰς ἅπαν ὁτιοῦν εὐπειθείας θεραπεύειν ἐχρῆν. ἐπειδὴ ἧκον πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς ἀεὶ προσδοκηθείσης αὐτοῖς χώρας τε καὶ γῆς, προσκεκρούκασιν ἀπιστήσαντες· μὴ γὰρ μὴ δύνασθαι διασώσειν αὐτοὺς τὸν τῶν δυνάμεων Κύριον παραφρονοῦντες ἔφασκον, ἀπολεῖσθαι δὲ καὶ οὐκ εἰς μακρὰν διὰ χειρὸς τῶν κατοικούντων ἐν αὐτὴ, καὶ δὴ καθίσαντες ἔκλαιον, καὶ ύπονοστῆσαι πάλιν εἰς τὴν τῶν πλεονεκτησάντων ἐβουλεύοντο γῆν. τί οὖν πρὸς ταῦτα Θεός ; “ προσώχθισα τῇ γενεᾷ ταύτῃ, ’ φησὶ, “ καὶ ε7πον, ἀεὶ πλανῶνται τῆ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς “ ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν “ κατάπαυσίν μου.” εὐθέως οὖν ὁ Παῦλος παρενεγκὼν εἰς δεαμα τὰ τοῖς ἀρχαίοις συμβεβηκότα διά γε τὸ ἀπιστεῖν ἑλέσθαι Θεῷ, “ Bλέπετε,” φησὶν, “ ἀδελφοί· μή ποτε ἔσται ἔν τινι “ ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ “ ζῶντος.” ἡ μὲν οὖν ἀπιστία δίκης τε ὁμοῦ καὶ ὀλέθρου προμνή-

174
στρια γένοιτ’ ἄν· καὶ μάλα εἰκότως τοῖς ἀγαπῶσιν αὐτήν· τὸ δὲ δὴ προσήκασθαι μὲν τὴν πίστιν τὴν εἰς Χριστὸν, μὴ μὴν ἔτι καὶ ὑγιῶς τοῦτο δρᾷν, φαίην ἂν ἔγωγε, τοῖς τῆς ἀπιστίας αἰτιώμασιν, ἀδελφὴν ὥσπερ τινὰ τὴν φαυλότητα νοσεῖν.

(Εὐσεβίου.) Εὐσέβιός φησιν, ἅπαξ ποτὲ, φησὶν, ἐσκληρύνατε τὰς καρδίας ὑμῶν ἀκούσαντες αὐτοῦ τῆς φωνῆς ἐπὶ τῆς ἐρήμου· ὁρᾶτε οὖν μὴ καὶ δεύτερον αὐτὸ πράξητε, ἐὰν αὖθις,, αὐτοῦ τῆς φωνῆς ἀκούσητε ἐν ἀνθρώποις γενομένου. τὸ δὲ “ σήμερον” εἰς πάντα τὸν ἐνεστηκότα αἰῶνα ἀναφέρει· ἑκάστη γὰρ ἡμέρα τοῦ αἰῶνος σημαίνεται διὰ τοῦ σήμερον. “ διὸ προσώχθισα τῇ γενεᾷ “ ἐκείνῃ,” τούτου, φησὶν, ἕνεκα, τὴν γενεὰν ἐκείνην ἐβδελυξάμην, τὸ κοῦφον αὐτῶν καὶ εὐρίπιστον τῆς γνώμης ἰδών.

Καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

Οἱ δὲ οὐδὲ ταῖς ἀπειλαῖς προσέχειν ἠθέλησαν, οὐδὲ μεταμελείᾳ λῦσαι τὴν ἀπειλὴν ἐβουλήθησαν· οὗ δὴ χάριν τῆς τοῖς πατράσιν ἐπηγγελμένης οὐκ ἀπέλαυσαν γῆς. τὴν γὰρ γῆν ἐκείνην κατάπαυσιν αὐτοῦ προσηγόρευσε, κατὰ δὲ τοὺς ἅλλους ἑρμηνευτὰς ἀνάπαυσιν. ἐπειδὴ γὰρ ἐν τῇ ἐρήμῳ τὰς μεταβάσεις ὡς ὁδοιποροῦντες ἐποιοῦντο συχνὰς, τῆς σκηνῆς ἡγουμένης ἐν ἡ κατοικεῖν ὁ Θεὸς ἐνομίζετο, ἐν δὲ τῇ γῇ τῆς ἐπαγγελίας καὶ αὐτοὶ τῆς ὁδοιπορίας ἐπαύσαντο, καὶ ἡ σκηνὴ τοῖς ἀφιερωθεῖσιν ἐνεπάγη χωρίοις, εἰκότως κατάπαυσιν ἐκάλεσε τῆς ἐπαγγελίας τὴν γῆν· ὁδοὺς δὲ Θεοῦ, τὰς οἰκονομίας ἐκάλεσε. τὰ αὐτὰ δὲ καὶ ἡμᾶς διαδέξεται, εἰ τῆς τοῦ Θεοῦ φωνῆς εἰσέτι καὶ νῦν κατὰ τὴν σήμερον ἡμέραν ἀνακαλουμένης ἡμᾶς ἀκούοντες σκληρύνοιμεν τὰς ἑαυτῶν καρδίας· διαλήψεται γὰρ ἡμᾶς ὀργὴ Θεοῦ, καὶ ἀποπεσούμεθα τῆς παρ’ αὐτῷ καὶ σὺν αὐτῷ ἀναπαύσεως, ἥτις γενήσεται μέτα τὴν ἔξοδον τοῦ παρόντος βίου· τότε γὰρ τὸ ἀληθινὸν σάββατον ἡμᾶς διαδέξεται, ἐν ᾧ ἀληθινῷ σαββάτῳ αὐτὸς ὁ Θεοῦ Λόγος ἀναπαύσεται ἐν ἡμῖν, τοῖς διὰ πράξεων ἀγαθῶν τὴν ἀρετὴν κατορθώσασιν.

(Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης εἰς τὸ ” “ λέγει τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ

175
“ἀκούσητε,” λέγει, περὶ ἐλπίδος ἢν αὐτῷ ὁ λόγος, ὅτι χρὴ ἐλπίἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται πάντως τοῖς ἐνταῦθα πονήσασι μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις· τοῦτο οὖν ἀπὸ τοῦ προφήτου δείκνυσιν, “ ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς “ τὴν κατάπαυσίν μου.” τρεῖς φησὶ καταπαύσεις εἶναι, μίαν τὴν τοῦ σου, ἐν ῃτ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, δευτέρα, τὴν τῆς Παλαιστ ίνης, εἰς ἣν εἰσελθόντες οἱ Ἰουδαῖοι ἔμελλον ἀναπαύεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην τὴν ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀνεπαύοντο ὄντως τῶν πόνων καὶ τῶν μόχθων. τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται· καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος, τῶν τριῶν ἐμνημόνευσεν ; ἵνα δείξῃ τὸν προφήτην περὶ ταύτῆς λέγοντα· περὶ μὲν γὰρ τῆς πρώτης οὐκ εἶπε, φησὶ, πῶς πάλαι γεγενημένης, ἀλλ’ οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· οὐ γὰρ εἰσελεύσονται, φησὶν, εἰς τὴν κατάπαυσίν μου· εἰς δὲ τὴν Παλαιστίνην, καὶ εἰσῆλθον καὶ ἀνεπαύσαντο. λείπεται δὴ τὴν τρίτην ταύτην εἶναι λοιπόν.

βλέπετε μή τότε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος.

Ἀπὸ γὰρ σκληρότητος ἡ ἀπιστία γίνεται· καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσὶν, οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἶκον τῷ λόγῳ τοῦ Θεοῦ. εἰκὸς γὰρ ἀπιστεῖν αὐτοὺς, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γινομένων. ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανἶς ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. εἰ γὰρ οἱ πατέρες ὑμῶν, φησὶν, ἐπειδὴ οὐκ ἤλπισαν, ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον, πολλῷ μᾶλλον ὑμεῖς.

Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται.

Σευηριανοῦ. Ὠσπερ μίαν ἡμέραν τὸν παρόντα αἰῶνα εἰσάγει· μέτοχοι γὰρ Χριστοῦ γεγ όναμεν, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν.

(Θεοδώροσ.) Θεόδωρος φησιν· οὐδὲ γὰρ νῦν, φησὶ, συμβου-

176
λεύειν προσῆκεν ὑμῖν, ὅπως ἃν ἀποστάντες τῶν χειρόνων ἐπὶ τὸ κρεῖττον ῥέψητε διὰ τῆς ἐπὶ τὸν Χριστὸν πίστεως. πρὸς γὰρ ἤ δὴ πεπιστευκότας ὁ λόγος μοι γίνεται, ὥστε τὰ αὐτὰ παραινεῖν ὑμῖν προσῆκεν, ὅπως ἂν ἐπιμένητε τοῖς δόξασιν ἅπαξ· τοῦτο οὖν λέγει, ὅτι οἱ πιστεύσαντες καὶ τοῦ Πνεύματος μετειληφότες, μέτοχοι τῆς ὑποστάσεως τοῦ Χριστοῦ γεγόναμεν, ὥσπερ τινὰ φυσικὴν τὴν πρὸς αὐτὸν κοινωνίαν δεξάμενοι· λείπει δὴ λοιπὸν τὸ τὴν ἀρχὴν ταύτην ἐν ἀκεραίῳ διαφυλάξαι γνώμῃ.

τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μώσεως· τίσιν δὲ προσώχθισεν τεσσαράκοντα ἔτη ; οὐχὶ τοῖς ἁμαρτήσασιν ; ὧν τὰ κῶλα ἔπεσον ἐν τῆ ἐρήμῳ, καὶ τὰ ἑξῆς.

Θεοδώρου. βούλεται δεῖξαι, ὅτι πάντες οἱ διὰ Μώσεως ἐξελθόντες ἀπώλοντο δι’ ἀπιστίαν, ὥστε ἐκ παραλλήλου μειζόνως φοβῆσαι τούτους πρὸς οὓς ἐποιεῖτο τὸν λόγον, οὔτε τῇ ἀκολουθίᾳ τῶν ἑξῆς, τοῦ τίσιν δὲ προσώχθισε ; καὶ τίσι δὲ ὤμοσεν ; άναγινωσκομένων μὲν κατ’ ἐρώτησιν, τὴν αὐτὴν δὲ ἀπαιτούντων ἀνταπόδοσιν· οὔτε ἐκεῖνο, ὅτι τινὲς δὲ ἀκούσαντες παρεπίκραναν τότε, λέγεσθαι κατ’ αὐτὴν ἠδύναντο τὴν διάνοιαν, εἴπερ δὴ ὀλίγοι ἀπὸ πολλῶν τοῦτο ὑπομεμενηκότες ἤσαν· λέγομεν γὰρ ἐπὶ τῶν πραττομένων, ὅτι τίνες ἐποίησαν τόδε μέρος, ἀπὸ πλήθους ἀποτεμνόμενοι, ὅταν ἐλάττονας εἰναι τοὺς πεποιηκότας συμβαίνῃ τῶν οὐ πεποιηκότων· ἐνταῦθα δὲ δύο μόνοι, Ἰησοῦς καὶ Χαλέβ· ὥστε οὐδὲ ἀκολουθίαν εἶχε τινὰ τὸ λέγειν, τίνας εἶναι τοὺς παραπικραίνοντας, δύο μόνων ἀπὸ τοσούτου πλήθους ὄντων, οὐδὲν λυμαίνεσθαι τῇ ἀποφάσει τῶν δύο νομίσας τὸν ἀριθμόν.

Προτροπὴ σπουδάσαι εἰς τὴν προδηλουμένην κατάπαυσιν.

Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῆ τις ἐξ ὑμῶν ὑστερηκέναι.

(Φεόδωροσ.) Προσῆκεν φοβεῖσθαι, φησὶν, ὅπως ἃν μὴ αὐτοὶ

177
τῆς εἰς τὴν κατάπαυσιν εἰσόδου τὴν ἐπαγγελίαν δεξάμενοι ὑστερήσωμεν μοχθηρίᾳ γνώμης· μηδὲ γάρ τις οἰέσθω ἀρκεῖν αὐτῷ τὴν ἐπαγγελίαν τιῶν μελλόντων, ὥσπερ οὐδὲ ἐκείνοις· οὐ γὰρ ἦσαν κατὰ τὴν πίστιν τοῖς ἐπαγγελθεῖσι συνημμένοι, ὅθεν οὕτως ἀναγνωστέον, ” μὴ συγκεκερασμένους τῇ πίστει τοῖς ἀκουσθεῖσιν,” ἵνα εἴπῃ ταῖς πρὸς αὐτοὺς γεγενημέναις ἐπαγγελίαις τοῦ Θεοῦ διὰ Μώσεως.

Διὸ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν.

Χρυσοσόμου. Ὁ μακάριος Ἰωάννης φησι· τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ γένηται, “ ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτη τῆς ἁμαρτίας·” ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ; ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ὅταν ψυχὴ εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ, καταφρονήσασα δὲ οὐδὲ πιστεύειν ἀνέχεται ὥστε ἀπαλλάξαι φόβου αὐτήν· ” μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ·” μετέχομεν αὐτοῦ, φησὶν, ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτὸς, εἴπερ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς, συγκληρονόμοι καὶ σύσσωμοι, ἓν σῶμά ἐσμεν ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ· “ ἐάν περ “ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχω- “ μεν·” “ τίς ἐστιν ἀρχὴ τῆς ὑποστάσεως ; τὴν πίστιν δι’ ἧς " ὑπέστημεν καὶ οὐσιώμεθα καὶ γεγενήμεθα, ὡς ἄν τις εἴποι, εἰτα “ ἐπάγει,” ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ καθυπέρβατόν ἐστιν ἐν τῷ λέγεσθαι, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν.

Φοβηθῶμεν οὖν μή ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, τὸ γὰρ σήμερον ἀεί ἐστιν· ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκουῆς ἐκείνους, μὴ συγκεκερασμένους τῆ πίστει τοῖς ἀκούσασιν.

Πῶς οὐκ ὠφέλησεν ; εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσι

178
τοῦτο αὐτὸ, δι’ ὧν φησι, “ τίνες γὰρ ἀκούσαντες παρεπίκραναν, “ ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως· τίσιν “ δὲ προσώχθισε μ΄ ἔτη· οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα “ ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσιν δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν “ κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; καὶ βλέπομεν ὅτι “ οὐκ ἠδυνήθησαν ἀνελθεῖν διὰ ἀπιστίαν.” εἰπὼν πάλιν τὴν μαρτυρίαν, καὶ τὴν ἐρώτησιν ἐπάγει, ὅπερ ποιεῖ τὸν λόγον σαφῆ· “ εἶπε γάρ’ φησὶ, " σήμερον ἐὰν τῆς φωνῆς ἀκούσητε, μὴ σκλη- “ ρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ·” τίνων μέμνηται, φησὶ, σκληρυνθέντων, τίνων δὲ ἀπειθησάντων· οὐ τῶν Ιουδαίων; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ’ οὐδὲν ὄφελος αὐτοῖς γέγονε· μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε, ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ’ οὐδὲν ἀπώναντο, ἐπεὶ μηδὲ ἐπίστευσαν. οἱ οὖν περὶ Χαλὲβ καὶ Ἰησοῦν ἐπειδὴ μὴ συνεφώνησαν τοῖς ἀπιστήσασι, διέφυγον τὴν κατ’ ἐκείνων ἐξενεχθεῖσαν τιμωρίαν· καὶ ὅρα τί θαυμαστῶς· οὐκ εἰπεν οὐ συνήνεσαν, ἀλλ’ οὐ συνεκράθησαν, τουτέστιν, ἀστασιάστως διέστησαν τῶν πάντων, μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι· εἰσελευσόμεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες· πόθεν τοῦτο δῆλον, ἐπήγαγε, καθὼς εἴρηκεν, “ ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰσελεύσονται εἰς τὴν κατά- “ παῦσίν μου,” καὶ τοιούτων ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων· καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δῆλόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι. τί οὖν σπουδάζει δεῖξαι τέως ; ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὐ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν οὐρανῶν. τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. ὅτι γὰρ τοῦτο λέγει, φησὶν, " εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτως· “ καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ἀπὸ πάντων “ τῶν ἔργων αὐτοῦ,” καὶ ἐν τούτῳ πάλιν, “ εἰσελεύσονται εἰς τὴν “ κατάπαυσίν μου” ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατά- παυσιν.

Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐχ εἰσῆλθον δι’ ἀπείθειαν·

179
πάλιν τινὰ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται.

Τί δέ ἐστιν ὅ φησιν; ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν, πάντως ἐκεῖνοι οὐκ εἰσῆλθον· ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν, πόθεν τοῦτο δῆλον, μετὰ τοσαῦτα ὄη φησὶ, λέγει πάλιν ὁ Δαβὶδ, “ σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ “ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· εἰ γὰρ αὐτοὺς “ Ἰησοῦς κατέπαυσεν, οὐκ ἃν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα “ ἡμέρας·” δῆλον δὲ ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς ταῦτά φησι.

Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ.

Οὐ γὰρ ἃν εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσι· πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην οἰκοῦντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις; καὶ καλῶς συνεπέρανε τὸν λόγον· οὐ γὰρ εἶπε κατάπαυσις, ἀλλὰ σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα καὶ ᾧτ’ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν· ὥσπερ γὰρ ἐν τῷ σαββατισμῷ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον, οὕτω καὶ τότε· ἀλλ’ αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ τί; “ ὃ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός ἐπειδὴ πέρι ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἢν, καὶ τοῦτο ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται, εἰς τοῦτο τὸν λόγον κατέκλεισε· τὸ δὲ σήμερον ὥστε μηδέποτε ἀπελπίζειν ἑαυτούς· “ παρακαλεῖτε, φησὶν, ἑαυτοὺς “ καθ᾿ ἑκάστην ἡμέραν,” τουτέστι κἂν ᾖ τις ἡμαρτηκὼς, ἕως ἃν ᾖ τὸ σήμερον ἐλπίδας ἔχει· εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσονται μόνον, ἐπάγει καὶ κόλασιν, εἴπων,

Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος

180
ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας.

Ἐνταῦθα περὶ τῆς κολάσεως διαλέγεται, εἰς τὰ κρυπτὰ αὐτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν· οὐ κῶλα ἐστὶ πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει καὶ τιμωρίᾳ.

(Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀληθινῆς καταπαύσεως τὸ ἔργον, τὸ μὴ πάλιν ἐπὶ τὰ παλαιὰ ἀνατρέχειν, μεταβολὴν ὑπομένοντας καὶ μετάθεσιν· ὥσπερ γὰρ ὁ Θεὸς λέγεται πεπαῦσθαι τοῦ ποιεῖν τὸν κόσμον, ἅπαξ αὐτοῦ τῆ κατασκευῇ τέλος δεδωκὼς, οὕτως προσῆκε καὶ τὸν εἰς κατάπαυσιν εἰσιόντα, μὴ παλινδρομεῖν ἐπὶ τὰ παλαιὰ, πόνους ὑφορώμενον τοὺς τῆς ἀρετῆς παράβασιν νομίμων m. τούτοις γὰρ ἀκολουθεῖν ἀνάγκη τὴν μεταβολὴν, καὶ τὴν ἀπὸ τῆς καταστάσεως μετάστασιν· τὸ δὲ σήμερον, φησὶν, οὔτε ἀόριστόν ἐστιν, οὔτε μὴν ἐπὶ τοῦ ἐκτὸς ἡμέρας διαστήματος λέγεσθαι δύναται, ὡς ἃν ἐφ’ ἑκάστης ἡμέρας τοῦ σήμερον ἁρμόττοντος. τοῦτο δὲ οὐ τῆς ἀποστολικῆς σαφηνείας ἕνεκεν μόνον ἐπισημήνασθαι δίκαιον ᾠήθην, ἀλλὰ καὶ τῶν βουλομένων ἐπὶ τῆς γεννήσεως τῆς τοῦ μονογενοῦς θεότητος λαμβάνειν τὸ “ ἐγὼ “ σήμερον γεγέννηκά σε·” οἳ τὸ σήμερον ἀόριστον εἶναι ἀποφαίνονται, οὐδὲ τοῦτο ἐννοοῦντες, ὅτι τὸ σήμερον λέγεσθαι οὐκ ἃν δύναιτο μὴ οὔσης ἡμέρας· ὅτι γὰρ οὐδὲ ἀόριστον λέγοιτο ἃν τὸ σήμερον, σαφῶς ὁ Ἀπόστολος ἐδήλωσεν εἰπὼν, " πάλιν, τινὰ “ ὁρίζει ἡμέραν ἐν Δαβὶδ λέγων, εἰ δὲ καὶ ἑτέρωθι παρακαλεῖτε “ ἑαυτοὺς, ἔφη καθ’ ἑκάστην ἡμέραν ἄχρις οὗ τὸ σήμερον καλεῖ- “ ται,” πρῶτον μὲν ἔδειξεν ὅτι οὐκ ἔξω τῶν ἡμερῶν τὸ σήμερον λέγοιτο, τῷ εἰπεῖν καθεκάστην ἡμέραν, καὶ οὕτως ἐπαγαγεῖν τὸ “ ἄχρις οὗ τὸ σήμερον καλεῖτα·” ἔπειτα οὐδὲ οὕτω φαίνεται περὶ τοῦ σήμερον ὡς ἂν ἀορίστου διαλεγόμενος, οὐ δυναμένου μὲν τοῖς παρεληλυθόσι, δυναμένου δὲ καὶ τοῖς μέλλουσιν ἁρμόττειν· τι γάρ φησι ; καθ’ ἑκάστην ἡμέραν τὸ σήμερον λέγεσθαι πρὸς ἡμᾶς νομίσαντες, οὕτως ἐπιμελεῖσθαι τοῦ μένειν ἐπὶ τῆς πίστεως· ὡς [*](m Hæc corrupta sunt.)

181
γὰρ τοῦ σήμερον τὴν παροῦσαν σημαίνοντος ἡμέραν, οὕτως αὐτοῖς συνεβούλευσε, καταχρησάμενος τῇ σημασίᾳ μᾶλλον πρὸς τὸ τῆς παραινέσεως ὠφέλιμον.

(Σευγριανόσ.) Σευηριανὸς δέ φησι, μερισμὸν ψυχῆς καὶ πνεύματος λέγει, ὅταν ἡ μὲν ψυχὴ προσπάσχει τῷ σώματι, τοῦ δὲ Ἁγίου νεύματος ἡ χάρις ἀνθέλκει πρὸς τὰ οὐράνια.

Τὸ φοβερὸν τῆς κρίσεως παρὰ τῷ λόγῳ τῷ διὰ πάντων, καὶ τὸν χρηστὸν τῆς χόριτος τῆς ἱερατικῆς πόμ’ τῷ ὁμοιοπαθήσαντι ἡμῖν ἀνθρωπίνως.

Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυ- σιν, ἵνα μὴ ἐν τῷ αὐτῶν τις ὑποδείγματι πέση τῆς ἀπι- στίας,–(ἕως) — πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος.

Χρυσοστόμου. Ὁ μακάριος Ἰωάννης φησι, δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς, ἵνα μὴ ὁμοίως ἐκπέσωμεν· ὅτι γὰρ ἐκπεσούμεθα, τὸ ὑπόδειγμα δηλοῖ, καὶ ἵνα μὴ ἀκούων ἐν τῷ αὐτῷ τὴν αὐτὴν ετͅναι νομίσῃς τιμωρίαν, ἄκουσον τι ἐπάγει· “ ζῶν γὰρ ὁ λόγος τοῦ “ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστο- “ μον” καὶ τὰ ἑξῆς· δείκνυσιν ἐνταῦθα, ὅτι κἀκεῖνα αὐτὸς εἰργάσατο ὁ τοῦ Θεοῦ λόγος, καὶ ζῇ, καὶ οὐκ ἐσβέσθη· μὴ τοίνυν ἐπειδὴ λόγον ἤκουσας ἁπλῶς νομίσῃς· μαχαίρας γάρ ἐστι τομώτερος· ὅρα τὴν συγκατάβασιν, καὶ ἐντεῦθεν σκόπει τίνος ἕνεκεν ἐδεήθησαν οἱ προφῆται εἰπεῖν, μάχαιραν καὶ ῥομφαίαν καὶ τόξον· “ ἐὰν μὴ “ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον “ αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·” εἰ γὰρ νῦν μετὰ τοσοῦτον χρόνον καὶ τελείωσιν, οὐ δύναται τῷ τοῦ λόγου ὀνόματι καταπλῆξαι μόνον, ἀλλὰ δεῖται τούτων τῶν ῥημάτων ἵνα δείξῃ τὴν ὑπεροχὴν τὴν ἐκ τῆς συγκρίσεως, πολλῷ μᾶλλον τότε, “ διἰκνού- “ μένος, ’ φησὶν, “ ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος.” τί ἐστὶ τοῦτο ; φοβερόν τι ᾐνίξατο, ἣ ὅτι τὸ πνεῦμα διαιρεῖ ἀπὸ τῆς ψυχῆς, ἢ ὅτι καὶ αὐτῶν τῶν ἀσωμάτων διικνεῖται, οὐ καθὼς ἢ μάχαιρα μόνον τῶν σωμάτων. δείκνυσιν ἐνταῦθα ὅτι καὶ ψυχὴ κολά-

182
ζεται, καὶ ὅτι τὰ ἐνδότατα διερευνᾶται καὶ τὰ ἐγκάρδια κρίνει· ἐκεῖ γὰρ διαβαίνει καὶ κολάζων καὶ ἐξετάζων, καὶ τί λέγω περὶ ἀνθρώπων, φησὶ, κἂν γὰρ Ἀγγέλους εἴπῃς, κἂν Ἀρχαγγέλους, κἂν τὰ Χερουβὶμ, κἂν τὰ Σεραφὶμ, κἂν οἱανδήποτε κτίσιν, πάντα ἐκκαλύπτεται τῷ ὀφθαλμῷ ἐκείνῳ· πάντα δῆλά ἐστι καὶ φανερά· “ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς “ ὃν ἡμῖν ὁ λόγος.” τί ἐστι τετραχηλισμένα; ἀπὸ μεταφορᾶς τῶν δερμάτων τῶν ἀπὸ τῶν ἱερείων ἐξελκομένων. ὥσπερ ἐκεῖνα, ἐπειδὰν σφάξας τις ἀπὸ τῆς σαρκὸς καθελκύσῃ τὸ δέρμα, πάντα τὰ ἔνδον ἐκκαλύπτεται, καὶ δῆλα ποιεῖ τοῖς ἡμετέροις ὀφθαλμοῖς, οὕτω καὶ τῷ Θεῷ δῆλα πρόκειται πάντα.’ τί ἐστιν ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας ; ὡς ἄν τις εἴποι, διὰ τι οὐκ ἴδιον ἐκεῖνος τὴν γῆν ἔλαβεν ἀρραβῶνα τῆς τοῦ Θεοῦ δυνάμεως; δέον πιστεῦσαι, τῷ φόβῳ πλέον ἐνδόντες, καὶ μηδὲν μέγα περὶ τοῦ Θεοῦ φαντασθέντες, ἢ καὶ ὀλιγοψυχήσαντες, οὕτως ἀπώλοντο. ἔστι δὲ καὶ ἕτερόν τι εἰπεῖν, οἷον ὅτι πλέον ἀνύσαντες τῆς ὁδοῦ, ὅτε πρὸς αὐταῖς ταῖς θύραις ἐγένοντο, πρὸς αὐτῷ τῷ λιμένι κατεποντίσθησαν· τοῦτο δὲ καὶ περὶ ὑμῶν δέδοικα, φησὶν, ὅτι γὰρ καὶ οὗτοι πολλὰ ἔπαθον, ὕστερον αὐτοῖς μαρτυρεῖ λέγων, “ ἀναμνή- “ σθητε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν “ ὑπεμείνατε παθημάτων·” μηδεὶς οὖν πρὸς τὸ τέλος ἀπαγορεύων καταπιπτέτω· ἱκανοὶ γὰρ, φησὶν, οἱ πρόγονοι παιδεῦσαι ἡμᾶς, μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μὴ τὰ αὐτὰ παθεῖν, ἅπερ ἔπαθον· τοῦτό ἐστιν, “ ἐν τῷ αὐτῷ ὑποδείγματι τῆς ἀπειθείας,” ὃ καὶ πρὸς τῷ τέλει λέγει, “ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γό- “ νατα ἀνωρθώσατε·” εἶτα, ἵνα μὴ ἀκούσας ἐν τῷ αὐτῷ ὑποδείγματι, τὸν αὐτὸν θάνατον ὑπολάβῃς, ὅνπερ κἀκεῖνοι ὑπέμειναν, ὅρα τι φησι, “ ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ἐνεργὴς, καὶ τομώ- “ τερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον·” πάσης γὰρ μαχαίρας χαλεπώτερον εἰς τὰς τούτων ἐμπίπτει ψυχὰς ὁ λόγος, πληγὰς ἐργαζόμενος χαλεπάς· καὶ καιρίας δίδωσι στομάς. εἶτα περὶ Υἱοῦ διαλέγεται, “ πρὸς ὃν ἡμῖν ὁ λόγος·” αὐτῷ, φησὶν, ἔχομεν εὐθύνας δοῦναι τῶν πεπραγμένων· πῶς οὖν ἵνα μὴ πέσωμεν, μηδὲ ὀλιγοψυχήσωμεν, ἱκανὰ μὲν κἀκεῖνά φησι παιδεῦσαι.

183

Ἔχομεν δὲ ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανούς· Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ· κρατῶμεν τῆς ὁμολογίας.

Ὅτι γὰρ διὰ τοῦτο προσέθηκεν, ἐπήγαγεν, “ οὐ γὰρ ἔχομεν " ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν· ἡμῶν·” διὰ τοῦτο ἀνωτέρω ἔλεγεν, " ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, δύναται “ τοῖς πειραζομένοις βοηθῆσαι·” πάντων γὰρ ἔλαβε τῶν ἀνθρωπίνων πεῖραν· εἶπεν ἐκεῖ, οὐκ ἔστι κτίσις ἀφανὴς, τὴν θεότητα αἰνιττόμενος· εἶτα ἐπειδὴ τῆς θεότητος ἐπελάβετο, συγκαταβατικώτερον πάλιν διαλέγεται λέγων· " ἔχοντες οὖν ἀρχιερέα μέ- “γαν διεληλυθότα τοὺς οὐρανοὺς,” καὶ μείζονα δείκνυσι τὴν κηδεμονίαν, καὶ ὅτι ὡς ὑπὲρ οἰκείων προιστᾶται, καὶ οὐ θέλει αὐτοὺς ἐκπεσεῖν· Μωϋσῆς μὲν γὰρ, φησὶν, οὐκ εἰσῆλθεν εἰς τὴν κατάπαυσιν, αὐτὸς δὲ εἰσῆλθεν· ἀλλ’ οὐ τὸ πᾶν τῷ ἱερεῖ δίδωσι, ἀλλὰ καὶ τὰ πη ἡμῶν ζητεῖ, λέγω δὴ τὴν ὁμολογίαν· ποίαν; ὅτι ἀνάστασίς ἐστιν, ὅτι ἀντίδοσις, ὅτι μυρία ἀγαθὰ, ὅτι ὁ Χριστὸς Θεός ἐστιν, ὅτι ἡ πίστις ὀρθή· ταῦτα ὁμολογήσωμεν, ταῦτα κατέχωμεν. ὅτι γὰρ ταῦτα ἀληθῆ, δῆλον ἐκ τοῦ τὸν ἱερέα ἔνδον εἶναι, συμπαθῆσαι δυνάμενον ταῖς ἀσθενείαις ἡμῶν· οὐκέτι, φησὶν, ἀγνοῶν τὰ ἡμέτερα, ὡς πολλοὶ τῶν ἀρχιερέων, οἳ τοὺς ἐν θλίψεσιν οὐκ ἴσασιν, οὐδὲ ὅτι ποτέ ἐστι θλίψις· ἐπὶ γὰρ ἀνθρώπων ἀδύνατον εἰδέναι τὴν κάκωσιν τοῦ κακουμένου, τὸν μὴ πεῖραν λαβόντα, καὶ διὰ τῶν αἰσθητῶν ἐλθόντα· πάντα ὑπέστη ὁ ἀρχιερεὺς ὁ ἡμέτερος, ἵνα δύνηται συμπαθεῖν.

Πεπειραμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.

Τουτέστιν, ἐδιώχθη, ἐνεπτύσθη, κατηγορήθη, ἐσκώφθη, ἐσυκοφαντήθη, ἀπηλάθη, τὸ τέλος ἐσταυρώθη " καθ’ ὁμοιότητα χωρὶς “ ἁμαρτίας.” ἐνταῦθα καὶ ἄλλο αἰνίττεται, ὅτι δυνατὸν χωρὶς ἁμαρτίας καὶ ἐν θλίψεσιν ὄντα διενεγκεῖν, ὥστε καὶ ὅταν λέγῃ, “ ἐν ὁμοιώματι σαρκὸς,” οὐ τοῦτό φησιν, ὅτι ὁμοίωμα σαρκὸς, ἀλλ’ ὅτι σάρκα ἀνέλαβε. διὰ τί οὖν εἶπεν ὁμοιώματι ; ὅτι περὶ ἁμαρτωλοῦ σαρκὸς ἔλεγεν· ὁμοία γὰρ ἦν τῇ σαρκὶ τῇ ἡμετέρᾳ,

184
τῆ μὲν γὰρ φύσει ἡ αὐτὴ ἦν ἡμῖν· τῇ δὲ ἁμαρτίᾳ οὐκέτι ἡ αὐτή.

Προσερχώαεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος αὐτοῦ, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.

Θρόνον φησὶ τὸν βασιλικὸν, περὶ οὗ φησιν, “ εἶπεν ὁ Κύριος “ τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου.” τί ἐστι “ προσερχόμεθα “ μετὰ παρρησίας ;“ ὅτι ἀναμάρτητον ἔχομεν ἱερέα καταγωνιζό- καταγωνιζόμενον τὴν οἰκουμένην· εἰ καὶ ἡμεῖς ὑπὸ ἁμαρτίας ἐσμὲν, ἀλλ’ αὐτὸς ἀναμάρτητος. πῶς προσερχόμεθα μετὰ παρρησίας ; θρόνος γὰρ χάριτός ἐστιν, οὐ θρόνος κρίσεως, νῦν διὰ τοῦτο “ μετὰ παρ- “ ρησίας, ἵνα λάβωμεν ἔλεον,” καὶ οἷον ζητοῦμεν· φιλοτιμία γὰρ τὸ πρᾶγμα, δωρεὰ βασιλική· καὶ “ χάριν εὕρωμεν εἰς εὔκαιρον “ βοήθειαν·” ἂν μὲν γὰρ νῦν προσέλθῃ, φησὶ, λήψῃ χάριν καὶ ἔλεον· εὐκαίρως γὰρ προσέρχῃ, ἃν δὲ τότε προσέλθῃς, οὐκέτι· οὐ γὰρ ἔστι τότε θρόνος χάριτος, ἕως ὅτε κάθηται χαριζόμενος ὁ βασιλεύς· ὅταν δὲ ἡ συντέλεια, τότε ἐγείρεται εἰς κρίσιν· “προσερ- “ χώμεθα δὲ μετὰ παρρησίας,” πάλιν μὴ ἔχοντες συνειδὸς πονηρὸν, μὴ διστάζοντες· οὐ γὰρ δύναται μετὰ παρρησίας ὁ τοιοῦτος προσελθεῖν· διὰ τοῦτο λέγει, “ καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ “ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι·” ἵνα δὲ μὴ ἀκούων ἀρχιερέα, νομίσῃς αὐτὸν ἑστάναι, εὐθέως αὐτὸν ἐπὶ τὸν θρόνον ἀνάγει, ὁ δὲ ἱερεὺς οὐ κάθηται, ἀλλ’ ἕστηκεν. ὁρᾷς ὅτι τὸ γενέσθαι ἀρχιερέα οὐχὶ φύσεως ἐστιν, ἀλλὰ συγκαταβάσεως καὶ κενώσεως.

Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν· ἵνα προσ- φέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐ- τὸς περίκειται ἀσθένειαν καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ἁμαρτίων.

Θέλει δεῖξαι λοιπὸν, ὅτι πολλῶ βελτίων ἡ διαθήκη αὕτη τῆς παλαιᾶς· ποιεῖ οτυν τοῦτο, πόρρωθεν προκαταβάλλων τοὺς λο-

185
γισμούς. ἐπειδὴ γὰρ οὐδὲν ἦν σωματικὸν, οὐδὲ φανταστικὸν, οἷον, οὐ ναὸς, οὐχ ἅγια ἁγίων, οὐχ ἱερεὺς τοσαύτην ἔγρω. σκευήν· οὐ γὰρ παρατηρήσεις νομικά, ἀλλ’ ὑψηλότερα καὶ τελειότερα πάντα, καὶ τὸ πᾶν ἐν τοῖς πνευματικοῖς· οὐχ οὕτω δὲ τὰ πνευματικὰ τοὺς ἀσθενεστέρους ὑπήγετο ὡς τὰ σωματικὰ, τοῦτον ὅλον ἀνακινεῖ τὸν λόγον· καὶ θέα τὴν σύνεσιν, ἀπὸ τοῦ ἱερέως πρώτου ποιεῖται τὴν ἀρχὴν, καὶ ἀπ’ αὐτοῦ πρώτου δείκνυσι τὴν διαφοράν. διὰ τοῦτο ὁρίζεται πρῶτον τι ἐστιν ἱερεὺς, καὶ δείκνυσιν εἴ τινα ἔχει ἱερέως, καὶ εἰ τὰ σύμβολα ταῦτα σύμβολα δείκνυται ἱερῶ. συνῆς· ἀντέπιπτε δὲ αὐτῷ, ὅτι οὔτε εὐγενὴς ἦν, οὔτε ἐκ φυλῆς ἱερατικῆς, οὔτε ἐπὶ τῆς γῆς ἱερεύς· πῶς οὐν ἱερεύς φησι ; καὶ πρῶτον ἀπὸ τῶν παρόντων αὐτὸ βεβαιοῦται. ἔδει μὲν γὰρ ἀπὸ τῶν οὐρανίων τὰ ἐπίγεια πιστεύεσθαι· ἀλλ’ ὅταν ἀσθενεῖς ὦσιν οἱ ἀκούοντες, τὸ ἐναντίον γίνεται· καὶ τέως ἃ κοινά ἐστι, τίθησι πρῶτα, καὶ τότε δείκνυσιν ὅτι ὑπερέχει. ἡ γὰρ κατὰ σύγκρισιν ὑπερόχη οὐτῶ γίνεται, ὅταν ἐν μὲν τοῖς κοινωνῃ, ἐν ’δε τοῖς ὑπερέχῃ· “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τοῦτο κοινὸν τῷ Χριστῷ ὑπὲρ ἀνθρώπων καθίσταται, καὶ τοῦτο, “ ἵνα “ προσφέρῃ δῶρα καὶ θυσίας ὑπὲρ τοῦ λαοῦ·” καὶ τοῦτο οὐχ ὅλον, τὰ δὲ λειπόμενα οὐκέτι.

Μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμενοις.

Ἐνταῦθα λοιπὸν ἡ ὑπεροχὴ, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ διὰ ταύτην ὀφείλει καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν· εἶτα καὶ ἄλλο ὑφ’ ἕτερον, φησὶ, γίνεται, καὶ οὐκ αὐτὸς ἐπιπηδᾷ· καὶ τοῦτο κοινὸν, “ καὶ οὐχ “ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ “ καθάπερ καὶ Ἀαρών·” ἐνταῦθα ἕτερόν τι πάλιν θεραπεύει, ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, ὃ καὶ ἄνω καὶ κάτω Ἰουδαίοις διαλεγόμενος ἔλεγεν ὁ Χριστὸς, “ ὅτι ἀπ’ ἐμοῦ οὐκ ἐλήλυθα·” ἐνταῦθα δέ μοι δοκεῖ καὶ τοὺς Ἰουδαίων αἰνίττεσθαι ἱερέας ὡς οὐκέτι ὄντας ἱερέας τοὺς ἐπιπηδῶντας, καὶ τὸν νόμον τῆς ἱερωσύνης παραφθείροντας· οὕτω καὶ ὁ χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα. ποῦ οὖν ἐχειροτονήθη, φησὶν, ὁ γὰρ Ἀαρὼν ἐχειροτονήθη

186
πολλάκις, ὡς ἐπὶ τῆς ῥάβδου, καὶ ὅτε πῦρ κατῆλθε καὶ ἠφάνισε τοὺς ἐπιπηδῆσαι βουλομένους τῇ ἱερωσύνῃ, ἐνταῦθα δὲ τοὐναντίον, οὐ μόνον οὐδὲν ἔπαθον, ἀλλὰ καὶ εὐδοκιμοῦσιν· πόθεν οὖν; ἀπὸ προφητείας τοῦτο δείκνυσιν, οὐδὲν ἔχει αἰσθητὸν, οὐδὲν ὁρατόν· διὰ τοῦτο ἀπὸ προφητείας, ἀπὸ τῶν μελλόντων ἰσχυρίζεται, “ ἀλλ’ ὁ “ λαλήσας,” φησὶ, “ πρὸς αὐτὸν, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον “ γεγέννηκά σε.” τί πρὸς τὸν υἱὸν τοῦτο ; ναὶ, φησὶ, προκατακευή ἐστι τοῦ ὑπὸ Θεοῦ χειροτονηθῆναι, καθὼς καὶ ἐν ἑτέρῳ λέγει· “ σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ;” οὐδεὶς ἕτερος, πάντες γὰρ ὑπὸ νόμον ἦσαν, πάντες ἐσαββάτιζον, πάντες περιετέμνοντο, οὐδένα ἃν ἔχοιεν ἕτερον δεῖξαι.

Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν.

Ὁρᾷς ὅτι οὐδὲν ἄλλο ποιεῖ, ἣ τὸ κηδεμονικὸν παρίστησι, καὶ τῆς ἀγάπης τὴν ὑπερβολήν· τι γὰρ βούλεται τὸ " μετὰ κραυγῆς ” ἰσχυρᾶς;” οὐδαμοῦ τοῦτο τὸ εὐαγγέλιόν φησιν, οὐδὲ ὅτι ἐδάκρυσεν εὐχόμενος, οὐδὲ ὅτι κραυγὴν ἐποιήσατο. ὁρᾷς ὅτι συγκατάβασις ἦν ; οὐ γὰρ ἐνῆν εἰπεῖν ὅτι ηὔξατο, ἀλλὰ καὶ “ μετὰ “ κραυγῆς ἰσχυρᾶς.”

Εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.

Τί λέγεις ; αἰσχυνέσθωσαν οἱ αἱρετικοί.

Γενναδίου. Ἀντὶ τοῦ τῷ πάθει τὸ μάθημα τῆς ὑπακοῆς ἔχων ἐντελέστατον, ἐπεδείξατο, καὶ ταῦτα τυγχάνων Υἱός. οὕτω δὲ καὶ ἡμεῖς λέγειν εἰώθαμεν· πολλάκις γοῦν ἄριστα λόγον διεξεληλυθότος τινὸς, φαμὲν ὅτι οὗτος ἀληθῶς ἔμαθεν ἀφ’ ὧν εἴρηκε λόγους, τουτέστι τῇ ἀγγελίᾳ καὶ τῇ φράσει βεβαίως ἔδειξεν κατωρθωκέναι τῶν λόγων τὴν μάθησιν.

187

Ὁ υἱὸς τοῦ Θεοῦ ἀπὸ εὐλαβείας ἠκούετο· καὶ τί περὶ τῶν προφητῶ νπλέον ἃν εἴποι τις; ποία δὲ καὶ ἀκολουθία εἰπεῖν “εἰσα- “ κουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὣν υἱὸς, ἔμαθεν ἀφ’ ὡν “ἔπαθε τὴν ὑπακοήν;" ταῦτα περὶ Θεοῦ ἄν τις εἴποι; καὶ τίς οὕτως μέμηνε ; τίς δὲ παραπαίων ταῦτα ἐφθέγξατο; ποίαν ὑπακοὴν ὁ μέχρι θανάτου πρὸ τούτου ὑπακούσας ὡς πατρὶ υἱός; πῶς ὕστερον ἔμαθεν; ὁρᾷς ὅτι περὶ τῆς σαρκώσεως εἴρηται; εἰπὲ δή μοι, τοῦ πατρὸς ἐδεῖτο ἵνα σωθῇ ἀπὸ τοῦ θανάτου, καὶ διὰ τοῦτο περίλυπος ἦν, καὶ ἔλεγεν, “ εἰ δυνατὸν παρελθέτω ἀπ’ ἐμοῦ τὸ “ ποτήριον τοῦτο;” οὐδαμοῦ δὲ περὶ ἀναστάσεως ἐδεήθη τοῦ πατρὸς, ἀλλὰ τοὐναντίον αὐτὸς ἀποφαίνεται λέγων· " λύσατε τὸν “ ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν,” καὶ “ ἐξουσίαν “ ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν ἀυτὴν, οὐδεὶς αἴρει ἀυτὴν ἀπ’ ἐμοῦ ἐγὼ τίθημι ἀυτὴν ἀπ’ “ ἐμαυτοῦ·” τι οὖν ἐστι; τίνος ἕνεκεν ἐδεῖτο; ἣ περὶ τίνος ἐδεῖτο τῶν πιστευσάντων εἰς αὐτόν; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰσακούεται εἰκότως· ἐπειδὴ γὰρ οὐδέπω περὶ αὐτοῦ δόξαν εἶχον τὸν προσήκουσαν, εἶπεν ὅτι εἰσηκούσθη, ὥσπερ καὶ αὐτὸς τοὺς μαθητὰς παραμυθούμενος ἔλεγεν, “ εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἃν ὅτι “ πρὸς τὸν Πατέρα πορεύομαι· καὶ γὰρ ὁ Πατήρ μου μείζων μου “ ἐστι·” πῶς δὲ οὐχ ἑαυτὸν ἐδόξασεν ὁ ἑαυτὸν κενώσας, ὁ παραδοὺς ἑαυτόν ; “ παρέδωκε γάρ’ φησὶν, “ ἑαυτὸν ὑπὲρ τῶν ἁμαρ- “ τιῶν ἡμῶν·” καὶ πάλιν, " δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων “ ἡμῶν·” τί οὖν ἐστιν; ὁρᾷς ὅτι διὰ τὴν σάρκα ταπεινὰ φθέγγεται περὶ αὐτοῦ; οὕτω καὶ ἐνταῦθα, " καίπερ ὣν υἱὸς, ἀπὸ τῆς “ εὐλαβείας εἰσηκούσθη,” φησί· βούλεται δεῖξαι αὐτοῦ τὸ κατόρθωμα ὃν μᾶλλον ἢ τῆς χάριτος τοῦ Θεοῦ· τοσαύτη, φησὶν, ἦν αὐτοῦ ἡ εὐλάβεια, ὡς καὶ ἀπὸ τούτου αἰδεῖσθαι αὐτὸν τὸν Θεὸν, ἔμαθεν ὑπακούειν τῷ Θεῷ, φησὶν, ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας. εἰ δὲ ἐκεῖνος Υἱὸς ὣν ἐκέρδανεν ἀπὸ τῶν παθημάτων τὸ ὑπακούειν, πολλῷ μᾶλλον ἡμεῖς. ὁρᾷς πόσα περὶ ὑπακοῆς διαλέγεται, ὥστε πείθεσθαι αὐτούς ; δοκοῦσι γὰρ ἀφηνιάζειν.

Καὶ τελειωθεὶς διὰ τῶν παθημάτων.

τοῦτό ἐστιν ἄρα τελείωσις, καὶ διὰ τούτου ἐλθεῖν εἰς τελείωσιν

188
χρή· οὐ μόνον γὰρ αὐτὸς ἐσώθη, ἀλλὰ καὶ ἑτέροις τοῦτο γέγονε περιουσία σωτηρίας, τελειωθεὶς γὰρ ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας.

Προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν ΙΙ τάξιν Μελχισεδέκ· περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν.

Μέλλων καθιέναι εἰς τὴν διαφορὰν τῆς ἱερωσύνης, πρότερον αὐτοὺς ἐπιτιμᾷ, δεικνὺς ὅτι καὶ ἡ τοσαύτη συγκατάβασις γάλα ἦν, καὶ διὰ τὸ νηπίους αὐτοὺς εἶναι, πλέον ἐνδιέτριβε τῶ ταπεινῶ λόγῳ τῷ κατὰ σάρκα, καὶ ὡς πέρι τινος δικαίου οὐ διαλέγεται· καὶ θέα, οὔτε ἀπεσιώπησε τὸν λόγον πάντη, οὔτε εἶπε, τὸ μὲν γὰρ ἵνα ἀναγάγῃ αὐτῶν τὴν διάνοιαν καὶ πείσῃ τελείους εἶναι, καὶ μὴ ἀποστερεῖσθαι τῶν μεγάλων δογμάτων πεποίηκε, τὸ δὲ ἵνα μὴ καταχώσῃ ἀυτῶν ’τον νοῦν.

Ἐπιτίμησις τοῖς δεομένοις τῆς στοιχειώδους εἰσαγωγῆς.

Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος, καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

Ἐπειδὴ ἐκεῖνοι οὐκ ἀκούουσι, διὰ τοῦτο δυσερμήνευτος ὁ λόγος· ὅταν γάρ τις πρὸς ἀνθρώπους ἔχῃ μὴ παρακολουθοῦντας, μηδὲ τὰ λεγόμενα διανοοῦντας, ἑρμηνεῦσαι οὐ δύναται καλῶς αὐτοῖς.

Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι, διὰ τὸν χρόνον.

Δείκνυσιν ἐνταῦθα, πρὸ πολλοῦ χρόνου πεπιστευκότας αὐτούς· δείκνυσιν ὅτι καὶ λαικοὶ ὀφείλουσι κατηχεῖν· ὅρα γοῦν αὐτὸν ὠδίνοντα συνεχῶς τὸν περὶ τοῦ ἀρχιερέως εἰσαγαγεῖν λόγον, καὶ ἀεὶ ἀναβαλλόμενον· ἄκουε γὰρ ὅπως ἤρξατο, “ ἔχοντες ἀρχιερέα μέ- “ γαν διεληλυθότα τοὺς οὐρανούς·” καὶ παρεὶς εἰπεῖν πῶς μέγαν, πάλιν φησὶ, “ πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, “ ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν·” καὶ πάλιν, “ οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα·” καὶ πάλιν εἰπὼν, “ σὺ εἶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχιστέδεκ·”

189
πάλιν ἀναβάλλεται λέγων, “ ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς “ αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας προσενέγκας.” ἐπεὶ οὖν τοσαυτάκις ἐξεκρούσθη, ὡσανεὶ ἀπολογούμενος, φησὶν, ἡ αἰτία παρ’ ὑμῖν· βαβαὶ πόση διαφορὰ, ὀφείλοντες ἄλλους διδάσκειν, οὐδὲ ἁπλῶς μαθηταὶ εἰσιν, ἀλλὰ μαθηταὶ ἔσχατοι· καὶ γὰρ ὀφεί- “ λοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ.” ἐνταῦθα τὴν ἀνθρωπότητα φησίν· ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν γραμμάτων πρῶτα τὰ στοιχεῖα δεῖ μαθεῖν, οὕτω καὶ ἐνταῦθα ταῦθα πρῶτα τὰ περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκοντο. ὁρᾷς τίς ἡ αἰτία τοῦ τὰ ταπεινὰ φθέγγεσθαι; οὕτω καὶ Ἀθηναίοις ἐποίησε διαλεγόμενος ὁ Παῦλος καὶ λέγων, τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησε, ἡμέραν ἐν ᾐ μέλλει “ κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧτ’ ὥρισεν, πί- “στιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’ διὰ τοῦτο εἰ μέν τι ὑψηλὸν λέγοι, ἐν βραχεῖ τοῦτό φησι· τὰ δὲ ταπεινὰ πολλαχοῦ διέσπαρται τῆς Ἐπιστολῆς, καὶ οὕτω δὲ τὸ ὑψηλὸν δείκνυται· τὸ γὰρ σφόδρα ταπεινὸν οὐκ ἀφίησι περὶ τῆς θεότητος ταῦτα ὑποπτεύεσθαι· τὸ δὲ εἰπεῖν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς “ἀκοαῖς,” ἐδήλωσεν ὅτι πάλαι ὑγίαινον καὶ ἦσαν ἰσχυροὶ, τῆ προθυμίᾳ ζέοντες· ἀπὸ δὲ τῶν συνεχῶν θλίψεων γεγόνασι νωθροί.

Καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.

Ἀεὶ γάλα τὸν ταπεινὸν λόγον καλεῖ, διὰ τὸ τοῖς ἀφελεστέροις ἁρμόζειν· τοῦτο δὲ ἐναντίον τοῖς τελείοις, καὶ βλαβερὸν τὸ ἐν τούτοις διατρίβειν, ὥστε οὐκέτι τὰ νομικὰ ἐπεισφέρεσθαι νῦν, οὐδὲ ἀπὸ τούτων τὴν σύγκρισιν γίνεσθαι, ὅτι ἀρχιερεὺς καὶ ἔθυσε, καὶ ἐδεήθη κραυγῆς καὶ ἱκετηρίας. ὅρα γοῦν πῶς ἡμῖν ταῦτα προσίσταται; ἀλλ’ ἐκείνους τότε ἔτρεφεν οὐδαμοῦ προσιστάμενα αὐτοῖς· ἄρα οὖν τροφὴ ἀληθὴς τὰ λόγια τοῦ Θεοῦ· δώσω γὰρ “αὐτοῖς,” φησίν, “ οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν “ τοῦ ἀκοῦσαι λόγον Κυρίου,” “ γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα·” οὐκ εἶπεν ἔθρεψα. δεικνὺς ὅτι οὐκ ἔστι τὸ τοιοῦτο τροφὴ, ἀλλ’

190
ὥσπερ ἐπὶ τῶν παιδίων τῶν μικρῶν τῶν οὐ δυναμένων ἄρτῳ τρέφεσθαι· τὰ γὰρ τοιαῦτα οὐ ποτίζεται, ἀλλ’ ἡ τροφὴ αὐτοῖς ἀντὶ ποτοῦ δίδοται· καὶ οὐκ εἶπεν, χρείαν ἔχετε, ἀλλὰ γεγόνατε ” χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς,” τουτέστιν, ὑμεῖς ἠθελήσατε, ὑμεῖς ἑαυτοὺς εἰς τοῦτο κατεστήσατε.

Πᾶς γὰρ ὁ μετέχων γάλακτος, ἄπειρος δικαιοσυνης.

Τίς ἐστι λόγος τῆς δικαιοσύνης; ἐνταῦθά μοι δοκεῖ καὶ βίον αἰνίττεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἔλεγεν, ἐὰν μὴ περισσεύῃ ἡ “ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων,” τοῦτο καὶ αὐτός φησιν ὁ ἄπειρος λόγου δικαιοσύνης,” τουτέστι, τῆς ἄνω φιλοσοφίας ἄπειρος, οὐ δύναται παραδέξασθαι βίον ἄκρον καὶ ἠκριβωμένον· ἣ δικαιοσύνην ἐνταῦθα τὸν Χριστόν φησι καὶ τὸν ὑψηλὸν περὶ αὐτοῦ λόγον. ὅτι μὲν οὖν νωθροὶ γεγόνασιν, εἰπεν, πόθεν δὲ, οὐκέτι προσέθηκεν, αὐτοῖς ἀφιεὶς εἰδέναι, καὶ μὴ βουλόμενος ἐπαχθῆ τὸν λόγον ἐργάσασθαι.

τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

Οὐκ εἶχον τὰ αἰσθητήρια ἐκεῖνοι γεγυμνασμένα, οὐδὲ ᾔδεσαν καλὸν καὶ ἀγαθόν· νῦν οὐ περὶ βίου αὐτῷ ὁ λόγος, ὅταν λέγῃ πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” τοῦτο γὰρ παντὶ ἀνθρώπῳ δυνατὸν εἰδέναι καὶ εὔκολον, ἀλλὰ περὶ δογμάτων ὑγιῶν καὶ ὑψηλῶν καὶ διεφθαρμένων καὶ ταπεινῶν· τὸ παιδίον οὐκ οἶδε τὴν φαύλην καὶ τὴν δόκιμον τροφὴν διαιρεῖν, ἀλλ’ οὐ τὸ τέλειον· τοιοῦτοι εἰσιν οἱ πᾶσι προσέχοντες, ἁπλῶς καὶ ἀδιακρίτως τὰς ἀκοὰς διδόντες· ὃ δοκεῖ μοι καὶ τούτους αἰτιᾶσθαι ὡς ἁπλῶς περιφερομένους, καὶ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις διδόντας ἑαυτούς· ὃ καὶ πρὸς τῷ τέλει ᾐνίξατο λέγων, διδαχαῖς ποικίλαις καὶ ξέναις, μὴ παραφέρεσθε·” τοῦτό ἐστι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ·” λάρυγξ σῖτα γεύεται, ψυχὴ δὲ δοκιμάζει λόγοὑς.

[*](I)

Δι’ ὅπερ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα.

Τίς ἐστιν ἡ ἀρχὴ τοῦ λόγου αὐτὸς ἐφεξῆς τίθησι λέγων “ μὴ

191
“ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ “ πίστεως ἐπὶ Θεόν· βαπτισμῶν διδαχῆς, ἐπιθέσεως τε χειρῶν, “ ἀναστάσεως τε νεκρῶν καὶ κρίματος αἰωνίου·” εἰ δὲ τοῦτο ἀρχὴ, τί ἄλλο ἐστὶ τὸ δόγμα τὸ ἡμέτερον, ἣ τὸ μετανοῆσαι ἀπὸ νεκρῶν ἔργων καὶ διὰ τοῦ Πνεύματος λαβεῖν τὴν πίστιν εἰς ἀνάστασιν νεκρῶν, καὶ κρίματος αἰωνίου; τι δέ ἐστιν ἀρχή; οὐδὲν ἄλλο ἣ τοῦτο· ἀρχὴν δέ φησιν, ὅταν μὴ βίος καθαρὸς παρῇ· καθάπερ γὰρ τὸν εἰς τὴν μάθησιν τῶν γραμμάτων εἰσερχόμενον, τὰ στοιχεῖα δεῖ πρῶτον ἀκοῦσαι, οὕτω καὶ τὸν Χριστιανὸν ταῦτα εἰδέναι ἀκριβῶς, καὶ μηδὲν ἀμφιβάλλειν ὑπὲρ αὐτῶν· εἰ δὲ δέοιτο πάλιν διδασκαλίας, οὔπω τὸν θεμέλιον ἔχει· τὸν γὰρ ἑδραῖον πεπηγέναι χρὴ καὶ ἑστάναι, καὶ μὴ μετακινεῖσθαι· ὅτι γὰρ ἡ πίστις θεμέλιος, τὸ δὲ λοιπὸν οἰκοδομὴ, ἄκουε αὐτοῦ λέγοντος, “ ἐγὼ θεμέλιον τέθεικα, καὶ ἄλλος ἐποικοδομεϊ, εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσὸν, “ ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην.” μὴ πάλιν,” φησὶ, θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων·” τι δέ ἐστιν “ ἐπὶ τὴν τελειότητα φερώμεθα;" πρὸς αὐτὴν χωρῶμεν λοιπὸν τὴν ὀροφὴν, τουτέστι βίον ἄριστον ἔχωμεν· ὥσπερ γὰρ ὁ θεμέλιος συνέχει τὴν πᾶσαν οἰκοδομὴν, οὕτω καὶ τοῦ βίου τὴν καθαρότητα, ἡ περὶ τὴν πίστιν πληροφορία. ἐὰν δέ τις πίστιν μὲν ἔχῃ, πράττῃ δὲ πονηρὰ, καὶ περὶ αὐτῆς ταύτης ἀμφιβάλλῃ καὶ ὑβρίζῃ τὴν διδασκαλίαν, εἰκότως αὐτὸν φήσομεν νήπιον, ἐπὶ τὴν ἀρχὴν ἀναδραμόντα· τούτοις δὲ μετὰ τοῦ βίου καὶ ἄλλο ἐγκαλεῖ ὡς παρασαλευθεῖσι καὶ δεομένοις “ θεμέλιον καταβάλλειν “ μετανοίας, ἀπὸ νεκρῶν ἔργων·” τὸν γὰρ ἀπό τινος εἰς ἕτερον μετατιθέμενον καὶ τὸ μὲν ἀφιέντα, τὸ δὲ αἱρούμενον, πρότερον αὐτοῦ καταγνῶναι χρὴ, καὶ ἀποστῆναι τῇ διαθέσει, καὶ τότε ἐλθεῖν ἐφ’ ἕτερον· εἰ δὲ τοῦ προτέρου πάλιν ἔχεσθαι μέλλοι, πῶς τοῦ δευτέρου ἅψαιτο ; ὁ γὰρ μέλλων ἐπ’ ἀρετὴν ἰέναι, πρότερον τῆς κακίας καταγνῶναι ὀφείλει, καὶ τότε ταύτην μετελθεῖν· οὐ γὰρ ἴσχυεν ἡ μετάνοια καθαροὺς αὐτοὺς δεῖξαι· διὰ τοῦτο εὐθέως ἐβαπτίζοντο, ἵν ὅπερ ἀδυνάτως εἶχον ἐργάσασθαι δι’ ἑαυτῶν, τοῦτο διὰ τῆς τοῦ Θεοῦ γίνεται χάριτος· ἐπὶ γοῦν τὸ βάπτισμα ἔρχεσθαι ’δει, πρότερον καταγνόντα τῶν ἡμαρτημένων αὐτῷ καὶ καταψηφισάμενον. τί δέ ἐστι “βαπτισμῶν διδαχῆς;” οὐχ ὡς πολλῶν
192
ὄντων τῶν βαπτισμῶν, ἀλλ’ ἑνός· τί οὖν αὐτὸ πληθυντικῶς εἶπεν; διὰ τὸ εἰπεῖν, “ μὴ πάλιν θεμέλιον καταβαλλόμενοι·” εἰ γὰρ πάλιν αὐτοὺς ἐβάπτιζε, καὶ ἄνωθεν κατήχησε, διδασκόμενοι τὰ πρακτέα καὶ τὰ μὴ πρακτέα, διηνεκῶς ἔμελλον ἀδιόρθωτοι μένειν.

(Σευηριανοόσ.) Σευηριανὸς δέ φησιν· ἐπειδὴ ἡ ἀρχὴ τοῦ Χριστοῦ ἀπὸ τοῦ Ἰουδαϊσμοῦ, κατὰ νόμον γὰρ ἐπολιτεύσατο, διὰ τοῦτο λέγει, τοῦτ’ ἀφέντες, ἐπὶ τὴν τελειότητα φερώμεθα, εἰδότες ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ δεῖ εἶναι τοῦ ἀνεὺ νόμου n μέλλοντος ἱερέως εἶναι, ἀπὸ νεκρῶν ἔργων, καὶ πίστεως ἐπὶ Θεὸν, βαπτισμῶν.” τοῖς Χριστιανοῖς, νεκρά ἐστι τὰ γήινα· ἄτοπον οὖν ἐστι, φησὶν, ἀποστάντας τῆς διαγωγῆς ταύτης, εἴ τε τῆς κατὰ πίστιν, εἰ τε ἀπὸ τοῦ νενεκρῶσθαι τοῖς πᾶσιν, ἐλθεῖν πάλιν ἐπὶ τοὺς κατὰ νόμον βαπτισμούς· ὁ Κύριος ἐλθὼν, μετάνοιαν ἐκήρυξε, λέγων μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·” μετάνοιαν δὲ ἀπὸ νεκρῶν ἔργων· οὕτως οὖν ἀναγνωστέον, μετανοίας ἀπὸ νεκρῶν ἔργων, ἀντὶ τοῦ τῆς ἀπὸ τῶν νεκρῶν ἔργων μετανοίας· ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. οὐ δεῖ ἀφέντας τὴν μετάνοιαν τὴν ἀπὸ τῶν νεκρῶν ἔργων καὶ τὴν πίστιν τὴν εἰς Θεὸν, καὶ τὸ βάπτισμα, ὃ πληθυντικῶς ὠνόμασε διὰ τὸ πλῆθος τῶν καταξιουμένων, εἴρηκε δὲ βαπτισμῶν, καὶ τὴν διδαχὴν, καὶ τὴν ἐπίθεσιν τῶν χειρῶν, δι’ ἧς αἱ χειροτονίαι, καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, καὶ τὰ ἑξῆς. ἀνατρέχει ἐπὶ τὸν νόμον· τοῦτο δὲ προκατασκευάζει, ἐπειδὴ οἱ ἐν νόμοι ἱερεῖς νόμον ἐξεδίκουν. ὁ δὲ Μελχισεδὲκ ἐκτὸς ἦν νόμου, ὁ δὲ ἐλθὼν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἦν. οὐ δεῖ, φησὶν, ἀφέντας τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἐκδικεῖν τὴν ἐν νόμῳ ἱερατείαν, ἵνα τὰ ἐν νόμῳ ᾖ ἑστῶτα. θεμέλιον δὲ εἶπεν τὰ ἐν νόμῳ, ἐπειδὴ προοίμιον εὐσεβείας γεγένηται τοῖς ἀνθρώποις.

Ἐπιθέσεώς τε χειρῶν.

(Χρυσοστόμου.) Ὀ μακάριος Ἰωάννης φησίν· οὕτω γὰρ τὸ πνεῦμα ἐλάμβανον, ἐπιθέντας αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας.

Ἀναστάσεώς τε νεκρῶν.

τοῦτο γὰρ ἔν τε τῷ βαπτίσματι γίνεται, καὶ ἐν τῇ ὁμολογίᾳ βεβαιοῦται.

[*](n Cod. ἂν εὐνόμου.)
193

Καὶ κρίματος αἰωνίου.

Διὰ τί δὲ ταῦτά φησιν; ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἣ παρασαλεύεσθαι ἤδη πεπιστευκότας, ἣ κακῶ, βιοῦν καὶ ῥᾳθύμως, λέγει, νήψατε, οὐκ ἔνι εἰπεῖν, ναὶ ῥᾳθύμως ζήσωμεν· πάλιν βαπτισθησόμεθα, πάλιν κατηχηθησόμεθα, πάλιν ληψόμεθα πνεῦμα· σφάλλεσθε, φησὶ, ταῦτα νομίζοντες.

Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γεννηθέντας νεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας.

Ὅρα πῶς ἐντρεπτικῶς καὶ ἀπαγορευτικῶς ἄρχεται· “ ἀδύνατον,” φησί· μηκέτι προσδόκα τὸ μὴ δυνατόν· εἰ ὅλως ἐφωτίσθητε ἅπαξ· εἰτα ἐπάγει, “ γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου,” τουτέστι τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, “ καὶ μετόχους γεννηθέντας “ Πνεύματος Ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα,” τὴν διδασκαλίαν ἐνταῦθα λέγει· “ καὶ μετόχους γεννηθέντας Πνεύ- “ μάτος Ἁγίου· δυνάμεις τε μέλλοντος αἰῶνος,” ἣ τὸ τὰ θαύματα ἐπιτελεῖν, φησὶν, ἣ τὸν ἀρραβῶνα τοῦ Πνεύματος · “ καὶ “ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας “ ἑαυτοῖς τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζοντας·” ἀνακαινίζειν, φησὶν, εἰς μετάνοιαν, τουτέστι διὰ μετανοίας· τί οὖν; ἐκβέβληται ἡ μετάνοια; οὐχ ἡ μετάνοια, μὴ γένοιτο, ἀλλ’ ὁ διὰ λουτροῦ πάλιν ἀνακαινισμός· οὐ γὰρ εἶπεν, ἀδύνατον ἀνακαινισθῆναι εἰς μετάνοιαν, καὶ ἐσίγησεν, ἀλλὰ πῶς ἀδύνατον ἐπήγαγεν, ἀνασταυροῦντας ἀνακαινισθῆναι, τουτέστιν, καινὸν γενέσθαι· τὸ γὰρ καινοὺς ποιῆσαι, τοῦ λουτροῦ μόνου ἐστὶ, τῆς δὲ μετανοίας ἐστὶ τὸ καινοὺς γενομένους, εἶτα παλαιωθέντας ὑπὸ τῶν αμαρτημάτων, ἀπαλλάξαι τῆς παλαιότητος, καὶ στερροὺς ἐργάσασθαι· εἰς ἐκείνην μέντοι τὴν λαμπρότητα ἀγαγεῖν οὐκ ἔνι, ἐκεῖ γὰρ τὸ ὅλον ἡ χάρις ἦν· ἀνασταυροῦντας,” φησὶν, “ ἑαυτοῖς τὸν Υἱὸν “ τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας·” τὸ βάπτισμα σταυρός ἐστιν, ᾧτ’ καὶ συνεσταυρώθη ὁ παλαιὸς ἡμῶν ἄνθρωπος· “ σύμμορ-

194
“ φοι γὰρ γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ,“ καὶ πάλιν, “ συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν “θάνατον·” ὥσπερ οὖν οὐκ ἔνι δεύτερον σταυρωθῆναι τὸν Χριστὸν, τοῦτο γὰρ παραδειγματίσαι αὐτόν ἐστιν· εἰ γὰρ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, εἰ ἀνέστη, τῇ ἀναστάσει κρείττων γενόμενος τοῦ θανάτου, εἶτα πάλιν σταυροῦται, μῦθος πάντα ἐκεῖνα καὶ παραδειγματισμός. τί δέ ἐστιν ἀνασταυροῦντας; ἄνωθεν πάλιν σταυροῦντας· ὥσπερ γὰρ ἀπέθανεν ὁ Χριστὸς ἐν τῷ σταυρῷ, οὕτως ἡμεῖς ἐν τῷ βαπτίσματι, οὐ τῇ σαρκὶ, ἀλλὰ τῇ ἁμαρτίᾳ· ἐκεῖνος ἀπέθανε τῇ σαρκὶ, ἡμῶν ὁ παλαιὸς ἄνθρωπος ἐτάφη καὶ ἀνέστη ὁ καινὸς, ὁ σύμμορφος γενόμενος τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. εἰ τοίνυν ἀνάγκη βαπτισθῆναι πάλιν, ἀνάγκη πάλιν τὸν αὐτὸν ἀποθανεῖν τοῦτον· τὸ γὰρ βάπτισμα οὐδὲν ἕτερόν ἐστιν, ἣ ἀναίρεσις τοῦ βαπτιζομένου καὶ ἔγερσις ἐκείνου. καὶ καλῶς εἶπεν ἑαυτοῖς ἀνασταυροῦντας·” ὁ γὰρ τοῦτο ποιῶν ὡς τῆς προτέρας χάριτος ἐπιλανθανόμενος, καὶ ῥᾳθύμως τὸν ἑαυτοῦ βίον οἰκονομῶν, ὡς ὄντος ἑτέρου βαπτίσματος, οὕτω πάντα διαπράττεται· κατηξιώθητε οὖν, φησὶ, τοσαύτης ἀφέσεως. ὁ γὰρ ἐν σκότῳ καθήμενος ἐχθρὸς ὁ πολέμιος, ὁ ἀπηλλοτριωμένος, ὁ ἀπολλύμενος, οὗτος ἐξαίφνης φωτισθεὶς, Πνεύματος ἀξιωθεὶς, δωρεᾶς ἐπουρανίου, υἱοθεσίας, βασιλείας οὐρανῶν, τῶν ἄλλων ἀγαθῶν, μυστηρίων ἀπορρήτων, καὶ οὐδὲ οὕτω βελτίων γενόμενος, ἀλλ’ ἄξιος μὲν ὣν ἀπωλείας, τυχὼν δὲ σωτηρίας καὶ τιμῆς, ὡς τὰ μεγάλα κατωρθωκὼς, πῶς ἃν δύναιτο βαπτισθῆναι πάλιν ; δυνάμεις τε μέλλοντος “ αἰῶνος·” τὸ γὰρ ζῆν ὡς Ἀγγέλους, τὸ μηδενὸς δεῖσθαι τῶν ἐνταῦθα, τὸ εἰδέναι ὅτι τῆς τῶν μελλόντων αἰώνων ἀπολαύσεως πρόξενον ἡμῖν γίνεται, διὰ τοῦ Πνεύματος ἔστι τοῦτο μαθεῖν· τί ἐστι δυνάμεις μέλλοντος αἰῶνος; ἡ ζωὴ ἡ αἰώνιος, ἡ ἀγγελικὴ διαγωγή.

(Σευηριανοῦ.) Σευηριανὸς φησί· νεκροὺς ἤγειραν οἱ Ἀπόστολοι· αὕτη δὲ ἡ δύναμις τῆς ἀναστάσεως ἦν. “ παραδειγματίζοντας” εἶπεν, ὅτι εἰ μυστήριον τὸ βάπτισμα, τὸ ἅπαξ ἀρκεῖ· ἐὰν δὲ δεύτερον γίνηται τὸ πρᾶγμα, καταφρόνησις καὶ παραδειγματισμός.

Γῆ γὰρ ἡ πιοῦσα ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον

195
ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.

Χρυσοστόμου. Υετὸν, τὴν διδασκαλίαν, καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,’ τοῦτο καὶ ἐνταῦθά φησι· καὶ πολλαχοῦ ἔλεγεν ἡ γραφὴ, “ ἐντελοῦμαι “ ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετὸν,” περὶ τοῦ ἀμπελῶνος λέγουσα, ὃ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ, καὶ πάλιν, ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων·” ἡ γὰρ γῆ “ πιοῦσα,” φησὶ, τὸν ἐπ’ αὐτῆς ἐρχόμενον ὑετὸν,” ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ὕστερον, καὶ οὐδὲ οὕτως ἀπώναντο· εἰ γὰρ μὴ ἐγεωργήθης, φησὶν, εἰ μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτο τὸ κακόν· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; ἔμεινε γὰρ,” φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ “ ἀκάνθας·” ὁρᾷς ὅτι πανταχοῦ ἡ γραφὴ ἀκάνθας τὰ ἁμαρτήματα καλεῖ ; καὶ γὰρ ὁ Δαβὶδ φησίν· “ ἐστράφην εἰς ταλαιπω- “ ρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν·’ “ καὶ τίκτουσα βοτάνην εὔθετον,” ὡς βίος ἄριστος καὶ καθαρός· “ καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας “ ἀπὸ Θεοῦ· ” ἐνταῦθα τὸν Θεόν φησιν αἴτιον ἁπάντων, πλήττων ἠρέμα τοὺς Ἕλληνας, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γένεσιν ἐπιγράφοντας· οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ Θεοῦ πρόσταγμα· “ διὰ τοῦτο,” φησὶ, “ μεταλαμβάνει τῆς εὐλο- “ γίας ἀπὸ τοῦ Θεοῦ·” καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν τοῦτο οὐκ εἰπεν, ἀλλὰ τί, ἐκφέρουσα ἀκάνθας,” ὡς ἃν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα, “ ἀδόκιμος,” φησὶ, “ καὶ κατάρας ἐγγύς·” βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος· κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα, ὁ δὲ μή πω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ’ ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται· καὶ οὐ τούτῳ μόνω παρεμυθήσατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, ἥτις καήσεται, ἀλλὰ

196
τι; ἧς τὸ τέλος εἰς καῦσιν·” ἐὰν μέχρι τέλους ἐπιμείνῃ, φησί.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, ὑπόδειγμα εἰς τὸ βάπτισμα, πῶς γάρ; δεύτερον βάπτισμα ἐκώλυεν· ἀλλὰ τὴν τοῦ Ἁγίου Πνεύματος δύναμιν, πολλάκις εὐεργετοῦσαν, τὰ δὲ ἄλλα ὁμοίως.

Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτως λαλοῦμεν.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καθαψάμενος ἱκανῶς, καὶ φοβήσας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων, νωθρότερον ἐργάζεται· τί γὰρ, φησίν; οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ νῦν τοῖς ῥήμασιν ὑμᾶς φοβεῖσθαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε· καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν, οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, “ διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες.” βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέρρωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας, τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεὸν, ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον περὶ τῆς ἐλπίδος, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός· τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα ἀπὸ τῶν μελλόντων ἀναρρῶσαι δυνήσεται ἴσως, καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, ἔτρεχε καλῶς,” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε “ εἰκῆ, εἴ γε καὶ εἰκῆ·” ὥσπερ δὲ ἐνταῦθα μετ’ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων, ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον,” οὕτω καὶ ἐκεῖ, θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε·” περὶ γὰρ μεγάλων ὅταν ἐκπέσωσι, θαυμάζομεν· τίνος οὖν, φησὶν, ἕνεκεν ταύτα εἴπομεν;

Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος, ἄχρι

197
τέλους, ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

Οὐκ ἄρα σπουδάζομεν μόνον, οὐδὲ μέχρι ῥημάτων τοῦτο βουλόμεθα, ἀλλ’ ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι, οὐχ ἕνα, ἄλλα πάντας ὁμοίως, οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ’ ὑπὲρ τῶν μελλόντων δεδοικότες. ὡς ἃν εἴποι τις, θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν εἰς τὸ μέλλον· τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. πρὸς πληροφορίαν τῆς ἐλπίδος,” ἡ ἐλπὶς, φησὶ, διαβαστάζει· αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μὴ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπίς· μιμηταὶ δέ’ φησὶ, “ τῶν διὰ πίστεως κληρονομούντων τὰς ἐπαγγελίας·” καὶ τίνες εἰσὶν οὗτοι, ἑξῆς λέγει· καὶ ἀνάγει αὐτοὺς ἐπὶ τὸν πατριάρχην, οἴκοθεν αὐτοῖς φέρων τὸ ὑπόδειγμα· ἵνα μὴ νομίσωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ’ εἰδέναι ἔχωσιν, ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι τὸ πιστεῦσαι.

Ὅτι βεβαία ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ ταῦτα σὺν ὅρη.

τῷ γὰρ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεὸς, ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ’ ἑαυτοῦ, λέγων, ἢ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε, καὶ οὕτως μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.

Πῶς οὖν ἐπέτυχεν; οὐ περὶ τῶν αὐτῶν, φησὶν, ἐνταῦθα κἀκεῖ, ἀλλὰ διπλῆν ποιεῖται τὴν παράκλησιν· ἐπηγγείλατο τῷ Ἀβραάμ. καὶ τὰ μὲν ἐνθάδε, μετὰ μακρὸν χρόνον ἔδωκε, τὰ δὲ ἐκεῖ οὐδέ ὥ· “ καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας.” ὁρᾷς ὅτι οὐχ ἡ ἐπαγγελία μόνον τὸ πᾶν εἰργάσατο, ἀλλὰ καὶ ἡ μακρο-

198
θυμία; ἐνταῦθα φοβεῖ αὐτοὺς, δεικνὺς, ὅτι πολλάκις ἐκκόπτεται ἐπαγγελία δι’ ὀλιγοψυχίαν· καὶ τοῦτο ἔδειξε μὲν διὰ τοῦ λαοῦ· ἐπειδὴ γὰρ ὀλιγοψύχησαν, διὰ τοῦτο τῆς ἐπαγγελίας οὐκ ἔτυχον· τὸ δὲ ἐναντίον δείκνυσι διὰ τοῦ Ἀβραάμ· εἶτα πρὸς τῷ τέλει καὶ πλέον τι ποιεῖ, ὅτι καὶ μακροθυμήσαντες οὐκ ἔτυχον, καὶ οὐδὲ οὕτως ἀσχάλλουσιν.

Ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος.

“ Ὁ δὲ Θεὸς ἐπεὶ κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε “ καθ’ ἑαυτοῦ.” καλῶς· τίς οὖν ἐστιν ὁ ὀμόσας τῷ Ἀβραάμ; οὐχ ὁ υἱὸς ὂν, φησι; μάλιστα μὲν αὐτὸς, πλὴν οὐκ ἀμφισβητῶ· ὅταν οὖν αὐτὸς ὀμνύῃ, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν” τὸν αὐτὸν ὅρκον, οὐ δῆλον ὅτι ἐκ τοῦ μὴ ἔχειν κατὰ μείζονος ὀμόσαι; ὥσπερ γὰρ ὁ Πατὴρ ὄμνυσι, οὕτω καὶ ὁ Υἱὸς ὀμνύει καθ’ ἑαυτοῦ, λέγων, “ ἀμὴν, “ ἀμὴν, λέγω ὑμῖν·” ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει, καὶ τῶν ὅρκων τῶν τοῦ Χριστοῦ, ὧν συνεχῶς ἔλεγεν, “ ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ “ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· τί ἐστι, “ καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὅρκος;” ἀντὶ τοῦ, ἐκ τούτου λύεται πάσης ἀντιλογίας ἀμφισβήτησις.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀνωτέρω εἰπὼν “ τὴν πλη- “ ροφορίαν τῆς ἐλπίδος,” ἐδήλωσεν ὅτι ὁ Θεὸς παρέσχε τῷ Ἀβραὰμ πληροφορίαν, οὐ τὴν δι’ ἔργων τὴν τῇ πολιτείᾳ προσήκουσαν, ἀλλὰ τὴν δι’ ὁρκομοσίας.

Ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἐνταῦθα καὶ πιστοὺς περιλαμβάνει, διὰ τοῦτο καὶ ταύτης μέμνηται τῆς ἐπαγγελίας τῆς πρὸς ἡμᾶς κοινῶς γινομένης· “ ἐμεσίτευσε,” φησὶν, “ ὅρκῳ·” πάλιν ἐνταῦθα τὸν Υἱόν φησι μεταξὺ ἀνθρώπων καὶ Θεοῦ μεσίτην γεγονέναι,

Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν.

Ποίου καὶ ποίου; διὰ τοῦτο καὶ αὐτὸ προσέθεικεν. ὁρᾷς ὅτι οὐ

199
τὴν ἀξίαν τὴν ἑαυτοῦ σκοπεῖ, ἀλλ’ ὅπως τοὺς ἀνθρώπους πείσῃ, καὶ ἀνάξια περὶ ἑαυτοῦ ἀνέχεται λέγεσθαι, τουτέστι, πληροφορῆσαι θέλων· καὶ ἐπὶ μὲν τοῦ Ἀβραὰμ δείκνυσι τοῦ Θεοῦ ὃν τὸ πᾶν, οὐ τῆς μακροθυμίας ἐκείνου, εἴ γε καὶ ὅρκον ἠνέσχετο προσθεῖναι, εἰ καθῶς ὀμνύουσιν οἱ ἄνθρωποι καὶ ὁ Θεὸς κατ’ αὐτοῦ ὤμοσε, τουτέστι καθ’ ἑαυτοῦ· ἀλλ’ ἐκεῖνοι μὲν ὡς μείζονος, οὕτος δὲ οὐχ ὡς μείζονος, καὶ ὁμοίως ἐποίησεν· οὐ γὰρ ἴσον ἄνθρωπον καθ’ ἑαυτοῦ ὀμόσαι καὶ Θεόν· ὁ γὰρ ἄνθρωπος ἑαυτοῦ ἐξουσίαν οὐκ ἔχει· ὁρᾷς τοίνυν ὅτι οὐ πρὸς τὸν Ἀβραὰμ μᾶλλον ἢ πρὸς ἡμᾶς τοῦτο εἴρηται;

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· ἀδύνατον ὀμόσαντα Θεὸν μετατεθῆναι. ἀδύνατον ἦν μετατεθῆναι τὴν τῆς ἐπαγγελίας δύναμιν.

Θεόδωροσ δὲ οὕτω φησὶ, τὸ “ διὰ δύο ἀμεταθέτων,” τῷ Θεὸν εἶναι τὸν ἐπαγγειλάμενον, οὐδαμῶς οἷόν τε ψεύσασθαι, καὶ τῷ μεθ’ ὅρκου ποιήσασθαι τὴν ἐπαγγελίαν.

Ἰσχυροτέραν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες, κρατῆσαι τῆς προκειμένης ἐλπίδος.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· καὶ οὐκ ἐπειδὴ ὤμοσεν· ὅρκος δὲ τι ἐστιν ἐδήλωσεν εἰπὼν, τὸ κατὰ τοῦ μείζονος ὀμόσαι· ἀλλ’ ἐπειδὴ ἄπιστόν ἐστι τὸ τῶν ἀνθρώπων γένος, συγκάτεισιν εἰς τὰ αὐτὰ ἡμῖν· ὥσπερ οὖν ὄμνυσι δι’ ἡμᾶς, κα. τοι ἀνάξιον αὐτοῦ τὸ μὴ πιστεύεσθαι, οὕτω καὶ τὸ “ ἔμαθεν ἐξ ὧν “ ἔπαθεν” εἴρηται· ἐπειδὴ οἱ ἄνθρωποι τοῦτο νομίζουσι μᾶλλον εἶναι ἀξιοπιστότερον τὸ διὰ τῆς πείρας ἐλθεῖν. τί ἐστι “ τῆς προ- “ κειμένης ἐλπίδος;” ἀπὸ τούτων τὰ μέλλοντα, φησὶ, στοχαζόμεθα· εἰ γὰρ ταῦτα μετὰ τοσοῦτον ἐξέβη χρόνον, πάντως κἀκεῖνα· ὥστε τὰ μετὰ τὸν Ἀβραὰμ γεγενημένα πιστοῦται ἡμᾶς καὶ περὶ τῶν μελλόντων.

Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.

200

Ἐν τῷ κόσμῳ ἔτι ὄντας, καὶ οὐδέπω μεταστάντας τοῦ βίου, δείκνυσιν ἤδη ὄντας ἐν τοῖς ἐπηγγελμένοις, διὰ γὰρ τῆς ἐλπίδος ἤδη ἐν τῳ οὐρανῷ ἐσμεν, εἶπεν ἀναμείνατε πάντως γὰρ ἔσται εἶτα πληροφορῶν, λέγει, μᾶλλον δὲ τῇ ἐλπίδι· ἀλλ’ οὐκ εἶπεν, ἡμεῖς ἐσμεν ἔνδον, ἀλλ’ αὐτὴ εἰσῆλθεν ἔνδον, ὅπερ ἀληθέστερον ἦν καὶ πιθανώτερον. ὥσπερ γὰρ ἡ ἄγκυρα ἐξαρτηθεῖσα τοῦ πλοίου οὐκ ἀφίησιν αὐτὸ περιφέρεσθαι, κἂν μύριοι παρασαλευθῶσιν ἄνεμοι, ἀλλ’ ἐξαρτηθεῖσα ἑδραῖον ποιεῖ, οὕτω καὶ ἡ ἐλπίς. καὶ ὅρα τί σφόδρα ἁρμόδιον εὗρεν εἰκόνα· οὐ γὰρ εἶπε, θεμέλιον, ὅπερ ἀπῆδεν, ἀλλ’ ἄγκυραν· τὸ γὰρ ἐν σάλῳ ὃν, καὶ οὐ σφόδρα δοκοῦν ἡδρᾶσθαι, ἐπὶ τῆς ὑγρᾶς ὡς ἐπὶ γῆς ἕστηκε, καὶ σαλεύεται καὶ οὐ σαλεύεται· ἐπὶ μὲν γὰρ τῶν σφόδρα στερρῶν καὶ φιλοσόφων εἰκότως ἐκεῖνο τέθεικεν ὁ Χριστὸς, λέγων, “ ὅστις ᾠκοδόμησε τὴν “ οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.” ἐπὶ δὲ τῶν ἀπαγορευόντων καὶ ὀφειλόντων διὰ τῆς ἐλπίδος διαβαστάζεσθαι, οἰκείως τοῦτο τέθεικεν ὁ Παῦλος· ἡ μὲν γὰρ ζάλη καὶ ὁ πολὺς χειμὼν σαλεύει τὸ σκάφος, ἡ δὲ ἐλπὶς οὐκ ἀφίησι περιφέρεσθαι· ὥστε εἴ γε μὴ ταύτην εἴχομεν, πάλαι ἂν κατεποντίσθημεν. “ εἰσερχομένην εἰς τὸ “ ἐσώτερον τοῦ καταπετάσματος,” ἀντὶ τοῦ διικνουμένην εἰς τὸν οὐρανόν. εἶτα καὶ τὴν πίστιν ἐπήγαγεν, ἵνα μὴ μόνον ἐλπὶς ἦ, ἀλλὰ καὶ ἀληθὴς σφόδρα· μετὰ γὰρ τὸν ὅρκον καὶ ἕτερον τίθησι, τὴν διὰ τῶν πραγμάτων ἀπόδειξιν, ὅτι “ πρόδρομος ὑπὲρ ἡμῶν “ εἰσῆλθεν Ἰησοῦς·” ὁ δὲ πρόδρομος τινῶν ἐστι πρόδρομος, ὥσπερ Ἰωάννης τοῦ Χριστοῦ. καὶ οὐκ εἶπεν ἁπλῶς, εἰσῆλθεν, ἀλλ’ “ ὅπου “ πρό δρόμος ὑπὲρ ἡμῶν εἰσῆλθεν,” ὡς καὶ ἡμῶν ὀφειλόντων καταλαβεῖν· “ κατὰ τὴν τάξιν,” φησὶ, “ Μελχισεδὲκ ἀρχιερεὺς γενό- “μένος εἰς ’τον αἰῶνα.”

Ἰδοὺ καὶ ἄλλη παράκλησις, εἴγε ἄνω ὁ ἀρχιερεὺς ἡμῶν, καὶ πολλῷ βελτίων τοῦ παρὰ Ἰουδαίοις, οὐ τῷ τρόπῳ μόνον, ἀλλὰ καὶ τῷ τόπῳ, καὶ τῇ σκηνῇ, καὶ τῇ διαθήκῃ καὶ τῷ προσώπῳ· καὶ τοῦτο εἰς τὸ κάτα σάρκα εἴρηται· χρὴ τοίνυν καὶ τοὺς ὢν ἐστιν ἱερεὺς, σφόδρα εἶναι βελτίους, καὶ ὥσπερ τὸ μέσον Ἀαρὼν καὶ τοῦ Χριστοῦ, τοσοῦτον ἡμῶν καὶ Ἰουδαίων τὸ μέσον· ὅρα γάρ· ἄνω ἔχομεν τὸ ἱερεῖον, ἄνω τὸν ἱερέα, ἄνω τὴν θυσίαν.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν· οὐχ ἁπλῶς μέμνηται

201
ὅπως συνήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ, περιγεγονότι τῶν Ἀσσυρίων, καὶ ἔδωκεν αὐτῷ δεκάτα, ἀπὸ πάντων, ἀλλὰ δεικνὺς ὅτι ὁ προπάτωρ τῆς Λευιτικῆς φιλῆς ἱερεῖ ἐχρήσατο τῷ Μελχισεδέκ· κρείσσων ἄρα ἡ ἱερωσύνη ἡ ἄνευ νόμου m τῆς ἱερωσύνης τῆς ἐν νόμω.

(Θεοδώρου.) Θεόδωρος δέ φησιν, ὁμοίως τῷ μακαρίῳ προσθεὶς ὅτι αἰώνιος ἡμῖν γέγονεν ἀρχιερεὺς ὁ Χριστὸς, τῷ πάντας τοὺς καθ’ ἑκάστην γενεὰν πιστεύοντας δι’ ἑαυτοῦ προσάγειν τῷ Θεῷ, ἐπὶ τῇ τῆς ἀναστάσεως ἐλπίδι· οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.

Περὶ τοῦ Μελχισεδὲκ τοῦ εἰς Χριστὸν τύπου κατὰ τὸ ὄνομα καὶ τὴν πόλιν, κοὶ τὴν ζωὴν κοὶ τὴν ἱερωσύνην.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· βουλόμενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς καινῆς καὶ τῆς παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει καὶ ἀκροβολίζεται, καὶ προγυμνάζει τὰς ἀκοὰς τῶν ἀκροατῶν· εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιμίου τοῦτο κατεβάλετο εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ, κἀκείνοις μὲν πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ διὰ τοῦ Υἱοῦ· εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς, εἴη καὶ τί ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτι ἀρχιερεὺς ἐστὶ κατὰ τὸν Μελχισεδὲκ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσιν, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαρρεῖν, τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον, ἀκμαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἃν εὐκόλως ἀκούσειεν· καὶ ἵνα μάθης, ἄκουε τῆς γραφῆς λεγούσης, “ καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν “ ωγοψυχίαν,” διὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, τότε λοιπὸν κάτεισιν εἰς τὸν περὶ τῆς διαφορᾶς λόγον· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῶ τύπω δείκνυσι πολλὴν οὖσαν τὴν διαφοραν· ὅπερ γὰρ εἰπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν ἀπὸ τῶν παρελθόντων, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν.

[*](m ἄη εὐνόμου Cod.)
202

Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὃς συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ· πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης.

Σεδὲκ γὰρ δικαιοσύνη λέγεται, μελχὰ δὲ, βασιλεὺς, Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης. ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν ἀκρίβειαν; τίς ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ’ ἣ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ ἀπὸ τῆς πόλεως, τουτέστι, βασιλεὺς εἰρήνης, ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησεν τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει,

Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.

Επειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ “ σὺ εἶ ἱερεὺς εἰς τὸν “ αἰῶνα, ” ὅρα πῶς αὐτὸ τεθεώρηκε, καὶ τίς τοῦτο εἴποι ἃν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι, φησὶ, λέγω, τουτέστιν, οὐκ ἴσμεν ποτὲ, τινὰ πατέρα ἔσχεν, οὔτε τίνα μητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε· πῶς; τοῦ μὴ ἐμφέρεσθαι· καὶ τί τοῦτο; ὅτι ὥσπερ οὗτος τῷ μὴ γενεαλογεῖσθαι, οὕτω καὶ ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος· ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον· ὥσπερ τούτου οὐκ ἴσμεν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος διὰ τὸ μὴ γεγράφθαι, οὕτως οὐκ ἴσμεν τοῦ Υἱοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο, ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἄπο του μὴ εἰναι· ὡσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν, ἐνταῦθα μὲν προσηγορίαι ἦσαν, βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια· ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον, τοῦτο γὰρ ἀδύνατον, ἔχει γὰρ Πατέρα, ἐπεὶ πῶς Υἱὸς, ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς μήτε τέλος· “ ἀφωμοιωμένος “ δὲ τῷ Υἱῷ τοῦ Θεοῦ,” ποῦ ἡ ὁμοιότης; ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι· ἐνταῦθα ἡ ὁμοιότης· εἰ

203
δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἰναι, οὐκέτι τύπος ἢν καὶ άλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, “ Ἀπάτωρ, “ ἀγενεαλόγητος” κατὰ τὸν τῆς ἱερωσύνης λόγον· ἐπειδὴ γὰρ ἐν τῇ φυλῇ τῇ Λευιτικῇ ἐφαίνετο τίς τίνος ἦν ἱερέως, ἣ γυναικὸς ἱερείας· ἦσαν δὲ χρόνοι τῆς ἱερωσύνης, καὶ οἱ μὲν ἐφημερίας εἶχον ἐνιαυσίους, οἱ δὲ δι’ ὅλης τῆς ζωῆς ἱεράτευον, καὶ ταῦτα εὑρίσκεται ἑκάτερα παρὰ τοῖς ἱερεῦσι τοῖς ἐν νόμῳ, εἰ καὶ μὴ κατὰ τοὺς αὐτοὺς χρόνους, ἀπάτορα λέγει τὸν Μελχισεδὲκ καὶ ἀμήτορα, καὶ ἀγενεαλόγητον, μήτε ἀρχὴν ἔχοντα ἡμερῶν, μήτε ζωῆς τέλος κατὰ τὸν τῆς ἱερατείας λόγον. οὔτε γὰρ γένος ἱερατικὸν ἔσχεν, οὔτε ποθὲν ἤρξατο ὡς ἄλλον διαδεξάμενος, οὔτε ἐξ ἐφημερίας ἕτερον, οὔτε ὡς νόμον ἔχων δι’ ὅλης τῆς ζωῆς εἶναι ἱερεύς· καὶ ὅλως πάντα τὰ λεγόμενα, κατὰ παρεξέτασιν τῶν ἐν νόμῳ ἱερέων. εἴρηται δὲ περὶ τοῦ Μελχισεδὲκ, “ ἀφομοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, “ μένει ἱερεὺς εἰς διηνεκές·” καὶ πῶς ὁ Μελχισεδὲκ μένει ἱερεὺς, ζήτημα τὸ λεγόμενον· ἔστι δὲ ἡ λύσις αὕτη. ὥσπερ Μωϋσέα καλεῖ τὸν νόμον, οὕτω κἀνταῦθα Μελχισεδὲκ, πῆ μὲν τὸν ἄνθρωπον λέγει, πῆ δὲ αὐτὴν τὴν ἱερατείαν· εἰ τοίνυν ἀφωμοίωται ὁ Μελχισεδὲκ διὰ τῆς ἱερατείας τῆς κατὰ Χριστὸν, μένει διηνεκῶς, οὐχ ὁ ἄνθρωπος, θνητὸς γὰρ, ἀλλὰ τὸ ἀξίωμα τῆς ἱερατείας.

(Θεόδωροσ.) Θεόδωρός φησι, τὰ εἰρημένα τῷ πρὸ αὐτοῦ ἀποδεξάμενος, ταῦτα ἐπάγει, διηγεῖτο ὕστερον ὅπως ὁ ναὸς κατεσκεύαστο, καὶ λέγει δύο εἶναι τὰς σκηνὰς, ἀλλ’ εἰς μὲν τὴν πρώτην διὰ παντὸς τοὺς ἱερεῖς εἰσιόντας τὰ νενομισμένα ἐπιτελεῖν, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ τὸν ἀρχιερέα μόνον· καὶ δὴ τὸ ἀπὸ τούτων σημαινόμενον διδάσκειν βουλόμενος, ἐπάγει, τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν. ὥσπερ τοίνυν οὐχ ἡ τοῦ τόπου φύσις ἦν ἄβατος, ἐφ’ οὗ δεῖ τὸν ἐνδότερον οἰκον κατεσκευάσθαι συνέβαινεν, ἀλλ’ ἡ κατασκευὴ καὶ τὸ νόμιμον, καὶ ἡ τοῦτό που ἀφιέρωσις ἄβατον ἐποίει τὸν τόπον, ὅμως σύμβολον ἔφη εἰναι τοῦτο τῶν οὐρανῶν, οὕτω κἀνταῦθα βουλόμενος τὸν Χριστὸν ἀρχιερέα δεῖξαι κατὰ τὴν τάξιν Μελχισεδέκ, λέγει τὰ κατ’ ἐκεῖνον, οὐ τὴν φύσιν ἐξηγούμενος,

204
ἀλλὰ τὴν κατ’ αὐτὸν διήγησιν ἀπὸ τῆς θείας τιθεὶς γραφῆς, καὶ ἀπ’ ἐκείνης ἐμφαίνων τὸ ὅμοιον. ἀπάτορα τοίνυν καὶ ἀμήτορα καλεῖ, ὡς τῆς θείας γραφῆς γονέας αὐτοῦ μὴ διηγουμένης· ὅθεν ἐπήγαγε τὸ “ ἀγενεαλόγητος,” δεικνὺς ὅτι οὐ φύσιν λέγει τοῦ ἀνδρὸς, ἀλλὰ τῆς θείας γραφῆς διήγησιν· εἶτ' ἐπισυνάπτει, “ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων,” οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ θείᾳ γραφῇ· καὶ ἐπειδὴ ταῦτα ἀδύνατον ἦν καὶ ἐπ’ ἄλλου λέγεσθαι, ἐμνημόνευσε γὰρ ἡ θεία γραφὴ πολλῶν, οὔτε τοὺς γονέας εἰποῦσα, οὔτε τὴν γενεαλογίαν ἐκθεμένη, καὶ μάλιστα ὅσους ἔξω τοῦ Ἰσραηλιτικοῦ γένους γεγονότας μεμαθήκαμεν, καλῶς ἐπήγαγε τὸ “ ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς “ εἰς τὸ διηνεκὲς,” οὐκέτι γὰρ καὶ τοῦτο μετὰ τῶν λοιπῶν ἦν ἐπ’ ἄλλου, ἐμφαίνει δὲ ἀπὸ τῆς κατὰ τὴν γραφὴν διηγήσεως, ὅπως αὐτῶ καὶ τὰ λοιπὰ προσῆν, ἃ δὴ καὶ τοῦτο. καὶ γὰρ ὁ Χριστὸς ἦν μὲν ἀπάτωρ, γεννήσει τῆς ἀνθρωπείας φύσεως, ἀμήτωρ δὲ τῇ γεννήσει τῆς θείας ὑπάρξεως, ἀλλὰ μὴν καὶ ἀγενεαλόγητος· τίς γὰρ ἃν γενεαλογία τοῦ ἐκ Πατρὸς ὄντος μόνον; ὅτι δὲ οὔτε ἀρχὴν ἡμερῶν ἔχει, οὔτε ζωῆς τέλος, καὶ τοῦτο δῆλον, ἀλλ’ ἐνταῦθα μὲν ἐπὶ τῶν πραγμάτων, ἐκεῖ δὲ ἐπὶ τῆς διηγήσεως· τὸ μὲν ἱερέα μένειν εἰς τὸ διηνεκὲς, ἀπὸ τῆς θείας ἔλαβε γραφῆς, τῷ εἰπεῖν, “ σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδ̀οὲκ,” ὡς ἃν εἰ κἀκείνου διηνεκῶς ἱερατεύοντος. διηνεκῆ δὲ αὐτὸν ἱερέα ἐκάλεσεν, ὡς ἄνω παραπέμψαντα τὴν ἱερατείαν εἰς διαδόχους, ὅπερ ἐν νόμῳ συνέβαινε γίνεσθαι· ὅθεν καὶ εἶπεν, “ ἀφωμοιωμένος δὲ τῷ “ υἱῷ τοῦ Θεοῦ·” καὶ τοι γε τὸ ἀκόλουθον ἦν, τοῦτον ἀφωμοιῶσθαι λέγειν ἐκεῖνον· οὐ γὰρ ὁ πρῶτος ἀφομοιοῦται τῷ δευτέρῳ, ἀλλ’ ἐπειδὴ παρὰ τούτῳ μέν ἐστιν ἡ ἀλήθεια τῶν πραγμάτων, ἐκείνῳ δὲ πρόσεστιν οὐδὲν τοιούτων, τῷ δὲ ἔδει τῆς διηγήσεως, καλῶς ἀφωμοιῶσθαι ἐκεῖνον ἔφη, ὡς ἃν τῆς θείας γραφῆς ἐπὶ τῆς διηγήσεως ὁμοίωμα τοῦ ἐσομένου δεῖξαι βουληθείσης ἡμῖν.

(Κυρίλλοσ.) Καὶ ὁ μακάριος Κύριλλος ἐν τοῖς εἰς τὴν ὧδέ φησι. δέχεται ὁ μακάριος Παῦλος τὸν Μελχισεδὲκ, εἰς ὁμοίωσίν τε καὶ ὑποτύπωσιν τοῦ Χριστοῦ, διά τοι τὸ λέγεσθαι βασιλέα δικαιοσύνης, καὶ μὴν καὶ εἰρήνης· πρέποι γὰρ ἃν ταυτὶ

205
δὴ μόνῳ κατὰ τὸν λόγον τὸν μυστικὸν τῶ Ἐμμανουήλ· δικαιοσύνης γὰρ καὶ εἰρήνης πρύτανις ἀνεδέχθη τοῖς ἐπὶ τῆς γῆς, καὶ δεδικαιώμεθα μὲν ἐν αὐτῷ, τὸ τῆς ἁμαρτίας ἄχθος ἀποπεμψάμενοι· ἐσχήκαμεν δὲ καὶ εἰρήνην τὴν πρὸς τὸν Πατέρα καὶ Θεόν· δέχεται δὲ τῆς ὑπὲρ νόμον ἱερωσύνης σύμβολον, τὸ καὶ εὐλογῆσαι τὸν Ἀβραὰμ, οἶνόν τε καὶ ἄρτους αὐτῷ παρασχεῖν· εὐλογούμεθα γὰρ οὐχ ἑτέρως παρὰ Χριστοῦ, τοῦ μεγάλου κατὰ τὸ ἀληθὲς ἱερέως· εὐλογούμεθα δὲ κατὰ τὸν θεσπέσιον Ἀβραὰμ εὐσθενέστατα καταγωνισάμενοι τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου, καὶ τῆς τῶν πολεμίων χειρὸς ἀμείνους ἀναδεικνύμενοι, καὶ μηδενὸς τῶν ἐν κόσμῳ δεδεημένοι, πλοῦτον δὲ μᾶλλον ἡγούμενοι νοητὸν τὰ παρὰ Θεοῦ. ἐννόει γὰρ ὅτι νενικηκότα τὸν Ἀβραὰμ καὶ ὑποστρέφοντα μὲν ἐκ τῆς κοπῆς τῶν βασιλέων, οὐκ ἀξιώσαντα δέ τι παρὰ τοῦ Σοδόμων ἄρχοντος εἰς ἴλαν κτῆσιν ἑλεῖν, ηὐλόγηκε ὁ Μελχισεδέκ. οὐκοῦν ἐκ τῆς τῶν ὀνομάτων ἑρμηνείας, ἁρπάξει τὸ χρήσιμον εἰς ὑποτύπωσιν τοῦ Χριστοῦ, καὶ αὐτὸν δὲ τῆς ἱερωσύνης τὸν τρόπον· ὅτι δὲ ἀπάτωρ ἣ ἀμήτωρ, ἤγουν ἀγενεαλόγητος, ἣ ἀρχὴν ἡμερῶν, ἣ τέλος ζωῆς οὐκ ἔχων ὁ Μελχισεδὲκ, οὐδαμοῦ μεμήνυκε τὸ γράμμα τὸ ἱερόν· δέχεται δὲ ὁ μυσταγωγὸς, τεχνίτης δὴ ὣν ἄγαν, εἰς τύπον τῆς δόξη, τοῦ Ἐμμανουήλ, καὶ τὴν ἐπὶ τούτοις αὐτοῖς οἰκονομικὴν ἀποσίγησιν. ὑποπλάττεται γὰρ οἱονεί πως τὸ διηνεκὲς καὶ ὄν τοῦ Χριστοῦ καθὸ νοεῖται Θεός· ἄναρχον δέ φημι τὴν ὡς ἐν ποσότητι δηλονότι τὴν κατὰ χρόνον, ὑπεμφαίνει δὲ πρὸς τούτῳ καὶ τὸ ἀκατάληκτον τῆς ἱερωσύνης. ἔοικε δὲ καὶ ἕτερόν τι σοφὸν βεβουλεῦσθαι πάλιν· καὶ τι δὴ τοῦτό ἐστι διειπεῖν πειράσομαι. ἀντέπραττον Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, δύο ταῦτα προτείνοντες, ἓν μὲν ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωριζομένην διὰ φωνῆς τοῦ πανσόφου Μωϋσέως ἀπρακτεῖν ἐντολὴν καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας τῆς οὐδὲν τῶν πάλαι διεγνωσμένης ἀδοκήτως εἰσκρινομένης· ἕτερον δ’ αὖ, μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντες τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι τῆς Λευΐ. ἀγωνίζεται τοίνυν νομομαθὴς ὤη ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου γραφῆς, ὅτι καὶ
206
νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προαναφωνεῖτο μετάθεσις, καὶ προανέλαβεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις.

Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τέως ἥρμοσε τὸν τύπον θαρρῶν, λοιπὸν δείκνυσιν αὐτὸν τῶν ἀληθῶν γραμμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. εἰ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων, τι ἄν τις εἴποι περὶ τῆς ἀληθείας; ὁρᾷς ἐξ ὅλης περιουσίας δείκνυσι τὴν ὑπεροχήν; ἀκροθίνια δὲ τὰ λάφυρα λέγεται, καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετέχοντι τοῦ πολέμου ἔδωκεν· διὰ γὰρ τοῦτο εἶπεν “ ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν “ βασιλέων·” οἴκοι γὰρ ἐκάθητο, φησὶ, καὶ τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκεν.

Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευΐ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ.

τοσαύτη, φησὶν, ἱερωσύνης ἡ ὑπερβολὴ, ὡς τοὺς ὁμοτίμους ἀπὸ προγόνων, καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. δεκάτας γὰρ παρ’ ἐκείνοις λαμβάνουσιν· ὅταν οὖν εὑρεθείη τις παρ’ αὐτῶν τούτων δεκάτας λαβὼν, ἄρ οὐχ οὗτοι μὲν ἐν τάξει λαικῶν, ἐκεῖνος δὲ ἐν ἱερεῦσι; καὶ οὐ τοῦτο μόνον, ἀλλ’ οὐδὲ ὁμότιμος αὐτοῖς ἦν, ἀλλ’ ἐξ ἑτέρου γένους, ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. πῶς οὖν ἔδειξεν ὅτι Λευΐ δεκάτας ἔδωκεν; ὁ Ἀβραὰμ, φησὶν, ἔδωκε· καὶ τι πρὸς ἡμᾶς τοῦτο ; μάλιστα μὲν πρὸς ὑμᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευίτας βελτίονας εἶναι τοῦ Ἀβραὰμ, Ἀβραὰμ, “ὁ δὲ μὴ “ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Αβραάμ·” εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκεν, “ καὶ τὸν ἔχοντα ἔπαγ’ “ γελίας εὐλόγηκεν.” ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων· “ χωρὶς δὲ πάσης ἀντιλογίαο” φησὶ, τουτέστιν, πᾶσιν

207
δοκεῖ, “ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται· οὐκοῦν κρείτ· τῶν ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος.

Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.

Ἀλλ᾿ ἵνα μὴ εἴπωμεν, τί ἄνω ἀπέρχῃ; εἰπὲ ἡμῖν, φησὶ, καὶ ὡς ἔπος εἰπεῖν, καλῶς αὐτὸς ἐκόλασε, διὰ Ἀβραὰμ καὶ Λευΐ, ὁ δεκάτας λαμβάνων δεδεκάτωται· πῶς; ἔτι ἐν τῇ ὀσφύι· ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδὲκ, τουτέστιν ἐν αὐτῷ ἦν ὁ Λευΐ, εἰ καὶ μηδέπω ἐτέχθη· καὶ οὐκ εἶπεν οἱ Λευΐται, ἀλλ’ ὁ Λευΐ. εἰδες ὑπερβολήν; εἶδες τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲκ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου ; ἡ μὲν οὑν τελείωσις ἦν, φησιν· ἔδειξεν ὅτι πολὺ τοῦ Λευΐ καὶ τοῦ Ἀβραὰμ βελτίων ὁ Μελχισεδὲκ, ἐν τάξει ἱερέως αὐτοῖς γενόμενος, ἐξ ἑτέρου πάλιν ἐπιχειρεῖ. τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπεν, κατὰ τὴν τάξιν Ἀαρών; καὶ θέα μοι τὴν ὑπερβολήν· ἀφ’ οὗ γὰρ εἰκὸς ἦν αὐτὸν ἐκκαλεῖν τὴν ἱερωσύνην, ἐπειδὴ μὴ κατὰ τὴν τάξιν ἦν Ἀαρὼν, ἀπὸ τούτου τοῦτον μὲν ἵστησιν, ἐκβάλλει δὲ ἐκείνους· αὐτὸ γὰρ τοῦτο λέγω, φησί· τίνος ἕνεκεν οὐ κατὰ τὴν τάξιν Ἀαρὼν γεγονεν, καὶ τὸ τίς ἐστι χρεία, πολλὴν ἔμφασιν ἔχει· εἰ γὰρ ἢν ὁ Χριστὸς κατὰ σάρκα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἔπειτα ὁ νόμος γέγονε, καὶ τὰ κατὰ Ἀαρὼν, εἰκότως ἄν τις εἴποι, ἅτε ὄντα τελειότερα ἐκεῖνα καταλύειν, ἅτε ἐπεισελθόντα· εἰ δὲ ὁ Χριστὸς ὕστερος, καὶ ἕτερον λαμβάνει τύπον τὸν τῆς ἱερωσύνης, δηλονότι ὡς ἀτελεστέρων ὄντων ἐκείνων· τίνος γὰρ ἕνεκεν ἀφεὶς τὸν Ἀαρὼν, ἑτέραν εἰσήνεγκε τὴν τοῦ Μελχισεδέκ;

208

“Οτι παύσεται ἡ τοῦ Ἀαρὼν ἱερωσύνη ἐπὶ γῆς οὖσα, ἵσταται δὲ ἡ οὐράνιος ἡ Χριστοῦ ἐξ ἑτέρου γένους, οὐ κατὰ σάρκα, οὐ διὰ νόμου σαρκίνου.

Διὰ τῆς Λευιτικῆς ἱερωσύνης, ὁ λαὸς γὰρ ἐπ’ αὐτῇ νενομοθέτητο τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα.

Εἰ μὲν οὖν τελείωσις τουτέστι τῆς τῶν πραγμάτων, τῆς τῶν δογμάτων, τοῦ βίου ἡ τελείωσις, διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, εἰπὼν ὅτι κατὰ τὴν τάξιν Μελχισεδὲκ, δεικνὺς ὅτι βελτίων αὕτη ἐκείνης, λοιπὸν καὶ ἀπὸ τοῦ χρόνου τοῦτο δείκνυσιν, ὅτι μετὰ Ἀαρὼν, δηλονότι ὡς ἀμείνων· καὶ τί βούλεται τὸ ἑξῆς; “ ὁ λαὸς “ γὰρ ἐπ’ αὐτῇ, φησὶ, νενομοθέτηται,” τί ἐστιν “ ἐπ’ αὐτῇ;’ αὐτῇ στοιχεῖ, δι’ αὐτῆς ἅπαντα πράττει, αὐτῇ κέχρηται καὶ ἐχρήσατο. τίς οὖν ἑτέρας ἱερωσύνης ἦν χρεία· “ μετατιθεμένης “ γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται·” εἰ δὲ ἕτερον δεῖ ἱερέα εἶναι μᾶλλον, ἑτέραν ἱερωσύνην, ἀνάγκη καὶ νόμον ἕτερον εἶναι, τοῦτο πρὸς τοὺς λέγοντας, τί ἔδει καινῆς διαθήκης; εἰ τοίνυν ἱερωσύνη εἰσῆκται, ἄλλην δεῖ διαθήκην εἶναι· οὔτε γὰρ ἐστιν ἱερέα διαθήκης χωρὶς εἶναι καὶ νόμων, καὶ προσταγμάτων, οὔτε ἑτέραν λαβόντα ἱερωσύνην ἐκείνῃ κεχρῆσθαι· εἰτα ὅπερ ἀντιθέσεως ἦν, πῶς ἱερεὺς ἃν εἴη, μὴ ὣν Λευΐτης; τοῦτο διὰ τὸν ἄνω προκαταβαλὼν οὐδὲ λῦσαι ἀξιοῖ, ἀλλ’ ἐν παραδρομῇ εἰσάγει αὐτό· εἶπεν, φησὶν, ὅτι μετετέθη ἡ ἱερωσύνη, οὐκοῦν καὶ ἡ διαθήκη· μετετέθη δὲ οὐ τῷ τρόπῳ μόνον, οὐδὲ τοῖς προστάγμασιν, ἀλλὰ καὶ τῇ φυλῇ· μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἀπὸ φυλῆς εἰς φυλὴν, ἀπὸ τῆς ἱερατικῆς ἐπὶ τὴν βασιλικὴν, ἵνα ἡ αὐτὴ καὶ βασιλικὴ εἴη καὶ ἱερατική· βασιλεὺς γὰρ ὣν, ἀρχιερεὺς γέγονεν, ὅτε τὴν σάρκα ἀνέλαβε καὶ τὴν θυσίαν προσήγαγε· καὶ ἅπερ ἀντιθέσεως ἦν, ταῦτα ὡς τῆς τῶν πραγμάτων ἀκολουθίας θίας ἀπαιτούσης εἰσάγει· “ ἐφ’ ὃν γὰρ λέγεται, ” φησὶ, “ ταῦτα, “ φυλῆς ἑτέρας μετέσχηκε·” κἀγώ φημι καὶ δἰδα, ὅτι οὐδὲν ἱερωσύνης εἶχεν, μετάθεσις γάρ ἐστιν· ἐγὼ δὲ καὶ ἄλλην δείκνυμι,

209
διαφορὰν, οὐ μόνον ἀπὸ τῆς φυλῆς, οὐδὲ μόνον ἀπὸ τοῦ προσωπου, οὐδὲ ἀπὸ τοῦ τρόπου, οὐδὲ ἀπὸ τῆς διαθήκης, ἀλλὰ καὶ ἀπ’ αὐτοῦ του τύπου.

Ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.

Γέγονε, φησὶν, ἱερεὺς, “ οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς,” ὁ γὰρ νόμος ἐκεῖνος, τὰ πολλὰ ἄνομος ἦν· τί ἐστιν “ ἐντολῆς σαρκικῆς; περίτεμε, φησὶ, τὴν σάρκα· χρῖσον τὴν σάρκα, λοῦσον τὴν σάρκα, καθάρισον τὴν σάρκα, ἄργησον τῇ σαρκί· καὶ τὴν ἐπαγγελίαν δὲ τῶν μισθῶν σωματικὴν, γῆν ῥέουσαν μέλι καὶ γάλα, εἰρήνην καὶ τρυφὴν σαρκικήν· ἀπὸ τούτου τοῦ νόμου τὴν ἱερωσύνην ἔλαβεν Ἀαρών· ὁ μέντοι Μελχισεδὲκ οὐχ οὕτως.

Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος.

Τί δέ ἐστι “ κατάδηλον;” τὸ μέσον τῆς ἱερωσύνης ἑκατέρα, τὸ διάφορον, ὅσον κρεῖττον, “ ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς “ γq́ονεν·” τίς; ὁ Μελχισεδέκ; οὔ· ἀλλ’ ὁ Χριστός· “ ἀλλὰ κατὰ “ δύναμιν ζωῆς ἀκαταλύτου·” μαρτυρεῖ γὰρ ὅτι “ σὺ εἰ ἱερεὺς εἰς “ τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·” τουτέστιν, οὐ πρὸς καιρὸν, οὐδὲ πέρας ἔχων, ἀλλὰ κατὰ δύναμιν, τουτέστι, διὰ ζωῆς ἀκαταλύτου· καί τοι ἀκόλουθον ἦν εἰπεῖν, ἀλλὰ κατὰ πνευματικὴν, ἀλλὰ διὰ τοῦ σαρκικοῦ τὸ πρόσκαιρον ἔδειξεν, ὥσπερ καὶ ἀλλαχοῦ λέγει, “ μέχρι καιροῦ διορθώσεως ἐπικείμενα τὰ δικαιώ- “ μάτα τῆς σαρκὸς, κατὰ δύναμιν ζωῆς,” τουτέστιν οἰκείᾳ δυνάμει ζῆ, εἶπεν ὅτι καὶ νόμου μετάθεσις γίνεται, καὶ ἔδειξε, ζητεῖ λοιπὸν τὴν αἰτίαν καὶ τὸν λόγον, καθ’ ὃν τοῦτο γίνεται, ὃ μάλιστα πληροφορεῖ τὰς ἀνθρώπων ψυχὰς, τὸ τὴν αἰτίαν πάντων εἰδέναι· “ ἀθέτησις μὲν γὰρ γίνεται,” φησὶ, “ προαγούσης ἐντολῆς διὰ τὸ “ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές·” ἐνταῦθα οἱ αἱρετικοὶ ἐπιφύονται, ἀλλ’ ἄκουε ἀκριβῶς· οὐκ εἶπε διὰ τὸ πονηρὸν, οὐδὲ διὰ τὸ μοχθηρὸν, ἀλλὰ “ διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελές·” καὶ ἀλλαχοῦ δείκνυσι τὸ ἀσθενὲς, ὡς ὅταν λέγῃ, “ ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκός·” οὐκ ἄρα αὐτὴ ἀσθενὴς, ἀλλ’ ἡμεῖς, “ οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος,” ἀντὶ τοῦ οὐδένα τέλειον εἰργάσατο παρακουόμενος· ἄλλως δὲ, οὐδὲ εἰ

210
εἰσηκούσθη, τέλειον ἐποίησεν ἃν καὶ ἐνάρετον· τέως δὲ οὐ τοῦτό φησιν ἐνταῦθα, ἀλλ’ ὅτι οὐδὲν ἴσχυσεν· καὶ εἰκότως· γράμματα γὰρ ἦν κείμενα ὑποτιθέμενα μονονουχὶ καὶ δύναμιν ἐντιθέντα. ἀθέτησις τι ἐστιν; ἐκβολὴ, ἡ ἀθέτησις τῶν κρατούντων ἐστὶν ἀθέτησις, ἐπειδὴ μηδὲν ὤνησεν· οὐδὲν οὖν ὠφέλησεν ὁ νόμος; καὶ σφόδρα, ἀλλὰ πρὸς τὸ ποιῆσαι τελείους, οὐκ ὠφέλησε· κατὰ τοῦτο λέγει, πάντα τύποι ἦσαν, πάντα σκιά· οὐκ ἴσχυσεν διαβῆναι εἰς τὴν ψυχήν· διὰ τοῦτο παραχωρεῖ καὶ ὑπεξίσταται.

Ἐπ’ εἰσαγωγῇ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ. καὶ καθόσον οὐ χωρὶς ὁρκομοσίας.

Ὁρᾷς ὅτι ἀναγκαῖον αὐτῷ γέγονε τὸ τοῦ νόμου ἐνταῦθα; ὥστε διὰ τοῦτο πολλὰ ἄνω ἐφιλοσόφησεν, ὅτι ὤμοσεν ὁ Θεὸς ὑπὲρ πλείονος πληροφορίας· εἶχε μὲν γὰρ κἀκεῖνα ἐλπίδα, ἀλλ’ οὐ τοιαύτην· ἤλπιζον γὰρ εὐαρεστήσαντες ἕξειν τὴν γῆν, μηδὲν πείσεσθαι δεινόν· ἐνταῦθα δὲ ἐλπίζομεν εὐαρεστήσαντες καθείξειν τὸν οὐρανὸν, μᾶλλον δὲ ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐγγὺς γενέσθαι τοῦ Θεοῦ, παρ’ αὐτὸν ἥκειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετ’ Ἀγγέλων. τι ἐστι “ καὶ καθόσον οὐ χωρὶς “ ὁρκομοσίας ” τουτέστιν, ἰδοὺ καὶ ἄλλη διαφορά· καὶ οὐδὲ ἁπλῶς ταῦτα ἐπήγγελται, φησίν.

Οἱ μὲν γὰρ χωρὶς ὁρκομοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μεθ’ ὁρκομοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτὸν, ὤμοσε Κύριος, οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.

Δύο τίθησι διαφοράς· ὅτι οὐκ ἔχει τέλος ὥσπερ ἡ νομική· τοῦτο δ’ ἐποίει ἀπὸ τοῦ Χριστοῦ τοῦ μετιόντος· κατὰ δύναμιν γὰρ, φησὶ, ζωῆς ἀκαταλύτου. ποιεῖ δὲ αὐτὸ ἀπὸ τοῦ ὅρκον, ὅτι ὤμοσε· καὶ ἀπὸ τοῦ πράγματος· εἰ γὰρ ἐπειδὴ ἀσθενὲς ἦν ἐκείνη, ἐξεβλήθη, αὕτη, ἐπειδὴ δυνατή ἐστιν, ἕστηκεν· ποιεῖ δὲ αὐτὸ καὶ ἀπὸ τοῦ ἱερέως· πῶς; ὅτι εἷς ἐστιν· οὐκ ἃν εἷς ἦν, εἰ μὴ ἀθάνατος ἦν· ὥσπερ γὰρ πολλοὶ ἱερεῖς διὰ τὸ θνητοὶ εἶναι, οὕτω εἷς διὰ τὸ ἀθάνατος εἶναι.

(Θεόδωροσ.) Θεόδωρος δέ φησι· δείκνυται, φησὶ, τούτου πρὸς

211
ἐκεῖνον τὸ διάφορον, ἀπὸ τοῦ μεθ’ ὅρκου λαβεῖν τὴν ἱερατείαν· οἱ μὲν γὰρ ἄνευ ὅρκων ἐγίνοντο, διὰ τὸ δεῖν αὐτοὺς καὶ παύεσθαι ποτε τῆς ἱερατείας, οὑτοσὶ δὲ μεθ’ ὅρκων, ἐπειδὴ μένειν ἔμελλεν ἐπὶ τῆς ἀξίας. οὕτω μείζονα πολλῷ τῶν ἐν νόμῳ τὴν ἀξίαν ἐδέξατο, ἐπειδὴ μείζονα καὶ παρέχειν τοῖς προσιοῦσιν ἔμελλε· τὸ γὰρ “ ἔγγυος” οὕτω λέγει, ὡς ἃν τὸ καταστῆναι ἐγγυωμένου ἡμῖν τὸ κέρδος, ἐπεὶ καὶ οὕτως ἔχει τὸ γὰρ ἀναστῆναι πρῶτος, καθὰ καὶ ἀρχιερέα αὐτὸν καλεῖ, ἐγγυᾶται ἡμῖν τὴν τῆς ἀναστάσεως ὁμοιότητα.

Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχανειν ὕπερ ἀυτῶν.

Ὁ μακάριος Ἰωάννης φησίν· ὁρᾷς ὅτι εἰς τὸ κατὰ σάρκα ταῦτα φησίν· ὅταν γὰρ ὡς ἱερεὺς, τότε καὶ ἐντυγχάνει· ὥστε καὶ ὅταν λέγῃ Παῦλος, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, τὸ αὐτὸ αἰνίττεται· ὡς ἀρχιερεὺς ἐντυγχάνει, ἐπεὶ ὁ ἐγείρων τοὺς νεκροὺς ὡς θέλει καὶ ζωοποιεῖ, καὶ οὕτως ὡς καὶ ὁ Πατὴρ, πῶς ἔνθα σῶσαι δεῖ, ἐντυγχάνει, ὁ πᾶσαν τὴν κρίσιν ἔχων; πῶς ἐντυγχάνει ὁ ἀποστέλλων τοὺς Ἀγγέλους, ὥστε τοὺς μὲν εἰς κάμινον ἐμβαλεῖν, τοὺς δὲ σῶσαι; “ ὅθεν,” φησὶ, “ καὶ σώζειν δύναται·” διὰ τοῦτο οὖν σώζει, ἐπειδὴ οὐκ ἀποθνήσκει, ἐπειδὴ ἀεὶ ζῇ, οὐκ ἔχει διάδοχον, φησίν· εἰ δὲ οὐκ ἔχει διάδοχον, οὐ δύναται πάντων προΐστασθαι· ἐνταῦθα μὲν γὰρ ὁ ἀρχιερεὺς καὶ θαυμαστὸς ἦν μέχρι τοῦ καιροῦ ἐκείνου, ἐν ᾧ ἦν, οἷον ὁ Σαμουὴλ, καὶ ὅσοι τοιοῦτοι, μετὰ δὲ ταῦτα οὐκέτι, ἐτεθνήκεσαν γάρ· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ “ σώζει εἰς τὸ παντελές·” τι ἐστιν “ εἰς τὸ παντελές ” μυστήριόν τι αἰνίττεται, οὐκ ἐνταῦθα μόνον, φησὶν, ἀλλὰ καὶ ἐκεῖ σώζει “ τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ Θεῷ,” πῶς σώζει; πάντοτε ζῶν εἰς τὸ εντνγχανειν ὕπερ ἀυτῶν, ἀντὶ τοῦ οὐ πρὸς καιρὸν μόνον, ἀλλὰ καὶ ἐκεῖ ἐν τῇ μελλούσῃ ζωῇ· ἀεὶ οὖν δεῖται τοῦ εὔχεσθαι; καὶ πῶς ἃν ἔχοι λόγον; καὶ ἄνθρωποι μὲν πολλάκις δίκαιοι ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν ἤνυσαν, οὗτος δὲ ἀεὶ δεῖται,. τίνος οὖν ἕνεκεν συγκάθηται; ὁρᾷς ὅτι συγκατάβασίς ἐστι, τουτέστι μὴ

212
δείσητε, μὴ εἴπητε, ναὶ φιλεῖ μὲν ἡμᾶς, καὶ παρρησίαν ἔχει πρὸς τὸν Πατέρα, ἀλλ’ οὐκ ἀεὶ δύναται ζῆν· ἀεὶ γὰρ ζῇ.

τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν.

Ὁρᾷς ὅτι περὶ τῆς ἀνθρωπότητος τὸ πᾶν εἴρηται; ὅταν δὲ εἴπω ἀνθρωπότητα, θεότητα ἐχούσης λέγω· οὐ διαιρῶν, ἀλλ’ ἀφεὶς τὰ πρέποντα ὑποπτεύειν, εἶπε τὴν διαφορὰν τοῦ ἀρχιερέως· ἀνεκεφαλαιώσατο τὰ λεχθέντα· “ ἄκακος” τι ἐστιν; ἀπόνηρος· ὃ λέγει ἕτερος προφήτης, “ δόλος οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” τουτέστιν, οὐχ ὕπουλος· τοῦτο οὐκ ἄν τις περὶ Θεοῦ εἴποι, ὅτι οὐκ ἔστιν ὕπουλος· περὶ μέντοι τοῦ κατὰ σάρκα ἔχοι ἃν λόγον· “ ἀμίαντος,” καὶ τοῦτο οὐ περὶ Θεοῦ εἴποι τις ἄν· ἔχει γὰρ φύσιν μὴ μιαίνεσθαι· “ κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν·” τοῦτο οὖν μόνον δείκνυσι τὸ διάφορον, ἢ καὶ αὐτὴ ἡ θυσία, πῶς;

Οὐκ ἔχει καθ’ ἡμέραν ἀνάγκην, ὥσπερ ὁ ἀρχιερεὺς ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ἀναφέρειν θυσίας· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.

τοῦτο ποῖον; ἐνταῦθα προανακρούεται λοιπὸν τῆς πνευματικῆς θυσίας τὴν ὑπερβολήν· μὴ τοίνυν αὐτὸν ἱερέα ἀκούσας ἀεὶ ἱερᾶσθαι νόμιζε, ἅπαξ γὰρ ἱεράσατο, καὶ λοιπὸν ἐκάθισεν, ἵνα μὴ νομίσῃς ἄνω ἑστάναι αὐτὸν, καὶ λειτουργὸν εἶναι, δείκνυσιν ὅτι οἰκονομίας τὸ πρᾶγμά ἐστιν· ὥσπερ γὰρ δοῦλος ἐγένετο, οὕτως καὶ ἱερεὺς καὶ λειτουργός· ἀλλ’ ὥσπερ δοῦλος γενόμενος, οὐκ ἔμεινε δοῦλος, οὕτως καὶ λειτουργὸς γενόμενος οὐκ ἔμεινε λειτουργός· οὐ γὰρ λειτουργοῦ τὸ καθῆσθαι, ἀλλὰ τὸ ἑστάναι· τοῦτο οὖν αἰνίττεται ἐνταῦθα· καὶ τῆς θυσίας τὸ μεγαλεῖον, ἣ ἤρκεσεν μία οὖσα καὶ ἅπαξ προσενεχθεῖσα τοσοῦτον, ὅσον καὶ πᾶσαι οὐκ ἴσχυσαν· ἀλλ’ οὔπω πέρι τούτων· τοῦτο γὰρ ἐποίησε, φησὶ, τοῦτο ποῖον; “ ἀναγκαῖον γὰρ ἔχειν,” φησὶ, “ τί καὶ τοῦτον, ὃ προσε- “ νέγκῃ,” οὐ τὸ ὑπὲρ ἑαυτοῦ, πῶς γὰρ ὑπὲρ ἑαυτοῦ προσέφερεν; ἀλλ’ ὑπὲρ τοῦ λαοῦ· τι λέγεις, καὶ ἰσχύει τοῦτο; ναὶ, φησὶν, “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν·” καὶ οὐ δεῖται τοῦ προσφέρειν ὑπὲρ ἑαυτοῦ; οὓ, φησὶν, ἵνα μὴ

213
τοῦτο νομίσῃς τὸ “ ἐποίησεν ἐφάπαξ” καὶ οὐ περὶ αὐτοῦ εἰρῆσθαι, ἄκουσον τι φησιν· “ ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς, “ ἔχοντας ἀσθένειαν·” διὰ τοῦτο καὶ ἀεὶ, καὶ ὑπὲρ ἑαυτῶν προσφέρουσιν· ο μέντοι δυνατὸς, ο μὴ ἔχων ἁμαρτίαν, τινος ἕνεκεν η πέρι ἑαυτοῦ προσφέρει, ἣ περὶ τῶν ἄλλων πολλάκις;

Ὁ λόγος δὲ τῆς ὁρκομοσίας τῆς κατὰ τὸν νόμον, υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

Εἰπὼν “ ἔχοντας ἀσθένειαν,” οὐκ εἶπεν, υἱὸν δυνατὸν, ἀλλὰ “ τετελειωμένον,” τουτέστι δννατὸν, ὡς ἃν εἴποι τις· ὁρᾷς ὅτι τὸ υἱὸς ὄνομα πρὸς ἀντιδιαστολὴν τοῦ δούλου εἴρηται; ἀσθένειαν δὲ ἢ ἁμαρτίαν φησὶν ἣ θάνατον· τί ἐστιν “ εἰς τὸν αἰῶνα ” οὐ νῦν μόνον ἀναμάρτητον, ἀλλ’ ἀεί· εἰ τοίνυν τέλος ἐστὶν, εἰ μηδέποτε ἁμαρτάνῃ, εἰ ἀεὶ ζῇ, τίνος ἕνεκεν προσοίσει πολλὰς ὑπὲρ ἡμῶν θυσίας; ἀλλὰ τέως μὲν ὑπὲρ τούτου οὐκ ἰσχυρίζεται, ὑπὲρ δὲ του μὴ προσφέρειν αὐτὸν ὕπερ ἑαυτοῦ τοῦτο ἰσχυρίζεται.

Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον γὰρ ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἢν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Ἀναμίγνυσι τὰ ταπεινὰ τοῖς ὑψηλοῖς, ὁ ἀεὶ τὸν διδάσκαλον μιμούμενος τὸν αὐτοῦ, ὥστε τὰ ταπεινὰ τοῖς ὑψηλοῖς ὁδὸν γενέσθαι, καὶ διὰ τούτων ἐπ’ ἐκεῖνα χειραγωγηθῆναι, καὶ γενομένους ἐν τοῖς μεγάλοις, μανθάνειν ὅτι ταῦτα συγκαταβάσεως ἢν. τοῦτο γοῦν καὶ ἐνταῦθα ποιεῖ, εἰπὼν ὅτι ἀνήνεγκεν ἑαυτὸν, καὶ ἀρχιερέα δείξας, τί φησι; “ κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, “ τοιοῦτον ἔχομεν γὰρ ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης,” καί τοι τοῦτο οὐχ ἱερέως, ἀλλὰ τούτου, ᾧτ’ ἱερᾶσθαι ἐκεῖνον χρὴ, “ τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς ἢν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος·” ὁρᾷς τὴν συγκατάβασιν; οὐχὶ πρὸ μικροῦ διέστειλε λέγων, “ οὐχὶ πάντες εἰσὶ λειτουργικὰ “ πνεύματα ” καὶ διὰ τοῦτο, φησὶν, οὐκ ἀκούουσι, Κάθου ἐκ δεξιῶν μου, ὡς τοῦ καθημένου οὐκ ὄντος λειτουργικοῦ; πῶς οὖν λειτουργὸς ἐνταῦθα εἴρηται; καὶ λειτουργὸς τῶν ἁγίων· τὴν γὰρ σκηνὴν

214
ἐνταῦθά φησιν· ἐπειδὴ γὰρ εἰκὸς ἦν τοὺς ἐξ Ἰουδαίων φαντάζεσθαι ὅτι σκηνὴν οὐκ ἔχομεν τοιαύτην, ἰδοὺ, φησὶν, ὁ ἱερεὺς καὶ μέγας, καὶ πολὺ μείζων ἐκείνου· καὶ θυσίαν θαυμασιωτέραν προσήνεγκε, καὶ ἦν μὲν αὕτη δήλη ἡ διαφορά· αὐτὸς δὲ καὶ ἑτέραν ἐπινοεῖ, καὶ φησὶν, “ ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος·” ποῦ εἰσιν οἱ λέγοντες δινεῖσθαι τὸν οὐρανόν; ποῦ εἰσιν οἱ σφαιροειδῆ αὐτὸν εἶναι ἀποφαινόμενοι; ἀμφότερα γὰρ ταῦτα, ἀνῄρηται ἐνταῦθα. “ κεφά- “ λαιον δὲ ἐπὶ τοῖς λεγομένοις,” τὸ κεφάλαιον ἀεὶ τὸ μέγιστον λέγεται· πάλιν κατάγει τὸν λόγον, εἰπὼν τὸ ὑψηλόν· εἶτα ἵνα μάθῃς ὅτι λειτουργὸς περὶ τῆς ἀνθρωπότητος φησίν· ὅρα πῶς πάλιν ἐπισημαίνεται.

Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας καθίσταται, ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον, ο προσενέγκῃ.

Μῆ ἐπειδὴ ἀκούεις ὅτι κάθηται, ὗθλον εἶναι νομίσῃς τὸ ἀρχιερέα αὐτὸν εἰρῆσθαι· ἐκεῖνο μὲν γὰρ τῆς ἀξίας τοῦ Θεοῦ τὸ καθῆσθαι, τοῦτο δὲ τῆς φιλανθρωπίας τῆς πολλῆς καὶ τῆς εἰς ἡμᾶς κηδεμονίας.

Εἰ μὲν γὰρ ἦν ἐπὶ γῆς οὐδ’ ἃν ἦν ἱερεὺς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα. Εἰ τοίνυν ἐστὶν ἱερεὺς, ὥσπερ οὖν καὶ ἐστι, δεῖ αὐτῷ τόπον ζητῆσαι ἕτερον· ἐπὶ γῆς μὲν γὰρ ὣν, οὐκ ἃν ἢν ἱερεύς· πῶς γάρ; οὐ προσήνεγκεν, οὔχι ἱεράσατο· καὶ εἰκότως, ητσαν γὰρ οἱ ἱερεῖς· δείκνυσιν ὅτι οὐδὲ δυνατὸν ἐπὶ γῆς εἶναι ἱερέα· πῶς γὰρ οὐκ ἐπανάστασις ἦν, φησίν; ἐνταῦθα ἀναγκαῖον παραπέμψαι τὸν νοῦν καὶ συνιδεῖν τὴν ἀποστολικὴν σύνεσιν· πάλιν γὰρ τὴν διαφορὰν δείκνυσι τῆς ἱερωσύνης.

Οἵ τινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανιων.

Τίνα λέγει ἐνταῦθα ἐπουράνια; τὰ πνευματικά· εἰ γὰρ καὶ ἐπὶ γῆν τελεῖται, ἀλλ’ ὅμως τῶν οὐρανίων ἐστὶν ἄξια· ὅταν γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κεῖται ἐσφαγμένος, ὅταν Πνεῦμα παραγίνηται, ὅταν ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς ἐνταῦθα ᾐ, ὅταν υἱοὶ γινώμεθα διὰ τοῦ λουτροῦ, ὅταν πολῖται ὠσι τῶν ἐν

215
οὐρανοῖς, πῶς οὐκ ἐπουράνια πάντα τνγχάνει; ἀλλὰ τι; οἱ ὕμνοι οὐκ οὐράνιοι; οὐχ ἅπερ ἄνω ᾄδουσιν οἱ θεῖοι χοροὶ τῶν ἀσωμάτων δυνάμεων, ταῦτα καὶ ἡμεῖς οἱ κάτω συνῳδὰ ἐκείνοις φθεγγόμενοι ; οὐχὶ καὶ τὸ θυσιαστήριον ἐπουράνιον; πῶς οὐ πάντα πνευματικὰ γίνεται τὰ προκείμενα; πῶς δὲ οὐκ οὐράνια τὰ τελούμενα; ὅταν γὰρ λέγῃ, “ ἄν τινων κρατήσωσι τὰς ἁμαρτίας, κεκράτηνται, ἄν “ τινων ἀφήσωσον, ἀφίενται·” καὶ τὰς κλεῖς ἔχουσι τοῦ οὐρανοῦ· πως οὐκ οὐράνια πάντα;

Καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· ὅρα γὰρ, φησὶ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.

Επειδὴ ἡ ἀκοὴ ἡμῶν ἀμαθεστέρα τῆς ὄψεως ἐστιν. οὐ γὰρ οὕτως ἅπερ ἃν ἀκούσωμεν τῇ ψυχῇ παρακατατιθέμεθα, ὡς ἅπερ ἃν ἴδωμεν αὐταῖς ὤρεσιν· ἔδειξεν αὐτῶ πάντα· ἤτοι οὖν τοῦτο λέγει ὑποδείγματι καὶ σκιᾷ, ἣ περὶ τοῦ ναοῦ ἐπήγαγε γὰρ, “ ὅρα, ποιήσεις, φησὶ, κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ “ ὅρει·” ἄρα περὶ τῆς κατασκευῆς τοῦ ναοῦ μόνου, ἢ καὶ περὶ τῶν θυσιῶν εἰδεν καὶ τῶν ἄλλων ἁπάντων· μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι καὶ τοῦτο εἰπών· οὐδὲν γὰρ ἄλλο ἐστὶν ἣ ἐκκλησία, ἣ οὐρανὸς.

Νυνὶ δὲ διαφορωτέρας τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονος ἐστὶ διαθήκης μεσίτης.

Ὁρᾷς, φησὶν, ὅσῳ βελτίων ἡ λειτουργία τῆς λειτουργίας, εἴγε ἐκείνη μὲν ὑπόδειγμα καὶ τύπος, αὕτη δὲ ἀλήθεια; ἀλλ’ οὐδὲν τοῦτο ὠφελεῖ τοὺς ἀκούοντας, οὐδὲ ηὔφραινε· διά τοι τοῦτο ὃ μάλιστα αὐτοῖς ηὔφραινεν, λέγει.

Ἥ τις ἐν κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

Πόθεν τοῦτο δῆλον; ἐξ ὧν αὕτη μὲν ἐξεβλήθη, ἐκείνη δὲ ἀντεισήχθη· διὰ γὰρ τοῦτο κρατεῖ, ὅτι βελτίων· ὥσπερ γὰρ λέγει, ὅτι εἰ τελείως δι’ αὐτῆς ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα; οὕτως καὶ ἐνταῦθα τῶ αὐτῶ συλλογισμῷ κέχρηται λέγων.

216

Ὑπερόχη τῆς δευτέρας διαθήκης ὑπὲρ τὴν προτέραν ἐν ἱλασμῷ καὶ ἁγιασμῷ.

Εἰ γὰρ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας ἐζητειτο τόπος.

Τουτέστιν, ἀεὶ ἀμέμπτους ἐποίει· ὅτι γὰρ περὶ τούτου φησὶν, οὐκ εἶπε, μεμφόμενος δὲ αὐτὴν, ἀλλὰ μεμφόμενος δὲ αὐτοὺς λέγει, “ ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν “ οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, καὶ διαθήκην καινὴν, “ οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν, ἐν “ ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ “ γῆς Αἰγύπτου, οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα “ αὐτῶν λέγει Κύριος.” καὶ πόθεν δῆλον ὅτι τέλος ἔλαβεν; ἔδειξε μὲν καὶ ἀπὸ τοῦ ἱερέως, δείκνυσι δὲ τρανότερον νῦν αὐτολεξὶ, ὅτι ἐκβέβληται· πῶς δὲ, “ ἐπὶ κρείττοσιν ἐπαγγελίαις· ποῦ γὰρ ἴσον, εἰπέ μοι, γῆ καὶ οὐρανός ; σὺ δὲ θεώρει πῶς κἀκεῖ ἐπαγγελίας φησίν· ἵνα μὴ ταύτης τοῦτο κατηγορεῖς, καὶ γὰρ ἐκεῖ δι’ ἧς ἐγγίζομεν τῷ Θεῷ ἐλπίδος, φησὶ, κρείττονος, δεικνὺς ὅτι κἀκεῖ ἐλπὶς καὶ ἐνταῦθα ἐπαγγελίας κρείττονος, αἰνιττόμενος ὅτι καὶ ἐκεῖ ἐπηγγείλατο· ἐπειδὴ δὲ ἐνεκάλουν ἀεὶ, “ ἰδοὺ ἡμέραι ἔρχον- “ ται,” φησὶ, “ λέγει Κύριος· καὶ συντελέσω ἐπὶ τὸν οἰκον “ Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, διαθήκην καινὴν, οὐ παλαιάν·” τίνα διαθήκην φησίν; ἵνα γὰρ μὴ τοῦτο λέγωσι, καὶ τὸν χρόνον ὥρισεν· οὐ γὰρ εἶπεν ἁπλῶς κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἵνα μὴ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην εἴπῃς ἣ τὴν πρὸς τὸν Νῶε· ἀλλὰ ποίαν φησίν; ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν τοῖς ἐν τῇ ἐξόδῳ· διὸ καὶ ἐπήγαγεν· “ ἐν ἡμέρᾳ ἐπιλα- “ βομένου μου τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύ- “ πτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέ- “ λῆσα αὐτῶν, λέγει Κύριος.” οὗτοι, φησὶ, πρῶτοι οὐκ ἐνέμειναν, καὶ παρ’ ἡμῶν ἡ ἀμέλεια· τὰ δὲ ἀγαθὰ παρ’ αὐτοῦ, τὰ τῆς εὐεργεσίας λέγω· ἐνταῦθα ὥσπερ ἀπολογίαν τίθησι, τὴν αἰτίαν δεικνὺς δι’ ἣν ἐγκαταλιμπάνει αὐτούς· “ ὅτι αὕτη ἡ διαθήκη μου,” φησὶν,

217
“ ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ Κύριος, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας “ αὐτῶν ἐπιγράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ “ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.” οὕτω περὶ τῆς καινῆς ταῦτά φησιν, ὅτι λέγει, “ οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην·” ποία δὲ ἄλλη ἐστὶ διαφορά; αὕτη. εἰ δὲ τὸ διάφορον λέγοι τις, οὐ κατὰ τοῦτο, ἀλλὰ κατὰ τὸ δοθῆναι εἰς τὰς καρδίας αὐτῶν, οὐ προσταγμάτων εἰσάγει διαφορὰν, ἀλλὰ τὸν τρόπον τῆς δόσεως δείκνυσιν· οὐκέτι γὰρ ἐν γράμμασι, φησὶν, ἔσται ἡ διαθήκη, ἀλλ’ ἐν καρδίαις. δειξάτω τοίνυν τοῦτο ποτὲ γενόμενον ὁ Ἰουδαῖος, ἀλλ’ οὐκ ἃν εὕροι· πάλιν γὰρ ἐν γράμμασιν ἐγένετο μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Βαβυλῶνος· ἐγὼ δὲ δείκνυμι τοὺς Ἀποστόλους, μηδὲν παραλαβόντας γραπτὸν, ἀλλ’ ἐν ταῖς καρδίαις δεξαμένους διὰ Πνεύματος Ἁγίου· διὸ καὶ ἔλεγεν ὁ Χριστός· “ ἐκεῖνος ἐλθὼν ἀναμνήσει ὑμᾶς πάντα, “ καὶ διδάξει ὑμᾶς·” “ καὶ οὐ μὴ διδάξωσι,” φησὶν, “ ἕκαστος “ τὸν πολίτην αὐτοῦ, καὶ ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ, λέγων· “ γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσι με ἀπὸ μικροῦ ἕως “ μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν “ ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.” πότε δὲ τοῦτο γέγονεν ἣ νῦν; δῆλον γὰρ τὸ ἡμέτερον, τὸ δὲ ἐκείνων, οὐ δῆλον, ἀλλ’ ἀπεκέκλειστο εἰς γωνίαν· καινὴ τότε λέγεται, ὅταν ἑτέρα ᾖ. καὶ δεικνύει εἴ τι τῆς παλαιᾶς πλέον ἔχει. Ιδοὺ, φησὶ, καὶ αὐτὴ καινὴ τυγχάνει, ὅταν αὐτῆς τὰ μὲν περιαιρεθῇ, τὰ δὲ μή· οἷον εἰ τις οἰκίαν παλαιὰν μέλλουσαν καταπίπτειν, ἀφεὶς τὸ πᾶν, τὸν θεμέλιον ὑπέρραψεν, εὐθέως λέγομεν, ἐποίησεν αὐτὴν καινήν· ὅταν τὰ μὲν ἐξέλῃ, τὰ δὲ ἀντεισάγῃ· καὶ γὰρ καὶ οὐρανὸς καινὸς λέγεται οὕτως, ὅταν μηκέτι χαλκοῦς ἦ, ἀλλ’ ὑετὸν διδῷ, ὅταν μὴ ἄκαρπος, οὐχ ὅταν μεταβληθῇ, οὐχ ὅταν τὰ μὲν αὐτοῦ ἐξαιρεθῇ, τὰ δὲ μένη· ὥστε φησὶ, “ καὶ διαθήκην “ καινὴν καλῶς εἶπεν. ἐὰν οὖν δείξω ὅτι παλαιοτέρα γέγονεν ἡ διαθήκη ἐκείνη κατὰ τοῦτο τὸ μὴ δοῦναι καρπόν· καὶ ἵνα μάθῃς ἀκριβῶς, ἀνάγνωθι τί φησιν Ἀγγαῖος, τι Ζαχαρίας, τι ἄγγελος, οὔπω οὐδὲ τῆς ἐπανόδου πλήρης P γεγενημένης· τί Ἔσδρας ἐγκαλεῖ; πῶς συνέλαβον αὐτόν; πῶς δὲ οὐδεὶς ἐρωτᾷ Κύριον; ὅπου γε [*](P Sic.) [*](F f)
218
καὶ αὐτοὶ παρέβησαν, καὶ οὐδὲ αὐτοὶ ᾔδεσαν. ὁρᾶς πῶς βεβίασται τόσον; ἐγὼ δὲ τὸ ἐμὸν τίθημι, ὅτι καινὴ κυρίως αὕτη ἃν λέγοιτο, ἄλλως δὲ οὐδὲ ἐκεῖνο συγχωρῶ περὶ τούτου εἰρῆσθαι τὸ “ἔσται καινὸς ὁ οὐρανός.” διατί γὰρ μὴ λέγων ἐν τῷ Δευτερονομίῳ ὅτι ἔσται χαλκοῦς ὁ οὐρανὸς, τοῦτο ἔθηκεν ἐν τῇ διαστολῇ; ἐὰν δὲ εἰσακούσητε, ἔσται καινός· καὶ μὴν διὰ τοῦτο φησὶν ἑτέραν διαθήκην δίδωσιν, ἐπειδὴ τῇ προτέρᾳ οὐκ ἐνέμειναν· τοῦτο ἐγὼ δείκνυμι, δι’ ὧν, φησὶ, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾗ ἠσθένει διὰ “ τῆς σαρκὸς,” καὶ πάλιν, “ τί πειράζετε ἐπιθεῖναι ζυγὸν ἐπὶ “ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς “ ἰσχύσαμεν βαστάσαι.” “ ἀλλ’ ἐκεῖνοι μὲν οὐκ ἐνέμειναν,” φησίν· ἐνταῦθα δείκνυσιν ὅτι μειζόνων ἡμᾶς ἀξιοῖ καὶ πνευματικῶν· “ εἰς “ πᾶσαν γὰρ τὴν γῆν,” φησὶν, “ ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ “ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν·” τουτέστιν, “ οὐ μὴ εἴπωσιν ἕκαστος τῷ πλησίον αὐτοῦ, γνῶθι τὸν Κύριον· καὶ πάλιν, “ πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ “ πολὺ κατακαλύψαι θαλάσσας. ἐν τῷ λέγειν καινὴν,” φησὶ, “ πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον “ ἐγγὺς ἀφανισμοῦ·” ὅρα τὸ κρυπτόμενον, πῶς ἐξεκάλυψεν αὐτὴν τοῦ προφήτου τὴν διάνοιαν· ἐτίμησε τὸν νόμον, καὶ οὐκ ἠθέλησεν αὐτὸν εἰπεῖν παλαιὸν ὀνομαστί· πλὴν μέντοι τὸ αὐτὸ εἶπεν· εἰ γὰρ ἐκεῖνο καινὸν ἦν, οὐκ ἃν καὶ τοῦτο μετὰ ταῦτα καινὸν ἐκάλεσεν, ὥστε πλέον τι διδοὺς καὶ ἕτερον· ἐπαλαιώθη, φησὶν, οὐκοῦν καταλύεται καὶ ἀπόλλυται, καὶ οὐκέτι ἐστίν· οὐχ ἁπλῶς δὲ κατέπαυσεν ἡ καινὴ τὴν παλαιὰν, ἀλλ’ ὡς γεγηρακυῖαν, ὡς οὐ χρήσιμον· διὰ τοῦτο ἔλεγεν διὰ τὸ ἀσθενὲς καὶ ἀνωφελὲς, καὶ οὐδὲν ἐτελείωσεν ὁ νόμος· καὶ ὅτι “ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, οὐκ ἃν δευτέρας “ ἐζητεῖτο τόπος·” “ ἄμεμπτος” δὲ, τουτέστι, χρήσιμος, οὐχ ὡς ἐγκλημάτων ὑπεύθυνος, ἀλλ’ οὐχ ὡς ἀρκοῦσα, ἰδιωτικώτερον ἐφθέγξατο, ὡς ἄν τις εἴποι, οὐκ ἔστιν ἄμεμπτος ἡ οἰκία, τουτέστιν, ἔχει ἐλαττώματα, σαθρά ἐστιν.

τῶν εἰς τὴν πρὸς Ἑβραίους Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος B.

219

ΤΟΜΟΣ Γ΄.

Εἶχε μὲν οὖν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἔδειξεν ἀπὸ ἱερέως, ἀπὸ τῆς ἱερωσύνης, ἀπὸ τῆς διαθήκης, ὅτι τέλος ἤμελλεν ἔχειν ἐκείνη· δείκνυσι λοιπὸν, καὶ ἀπ’ αὐτοῦ τῆς σκηνῆς τοῦ σχήματος, καί φησιν, εἶχε μὲν οὖν ἐκείνη, τίς; ἡ πρώτη διαθήκη δικαιώματα λατρείας· τί ἐστι “ δικαιώματα ” σύμβολα ἣ θεσμούς· τότε ὡσανεὶ νῦν, φησὶν, οὐκ ἔχει, ἣ δείκνυσιν αὐτὴν ἐκκεχωρηκυῖαν· τότε γὰρ εἶχε, φησὶν, ὥστε νῦν, εἰ καὶ ἕστηκεν, οὐκ ἔστιν· τό τε ἅγιον κοσμικόν· ἐπειδὴ πᾶσιν ἠφεῖτο ἐπιβαίνειν, καὶ δῆλος ἦν ὁ τόπος, ἐν τῷ αὐτῷ οἴκω, ἔνθα οἱ ἱερεῖς εἱστήκεισαν, ἔνθα οἱ Ἰουδαῖοι, οἱ προσήλυτοι, οἱ Ἕλληνες, οἱ Ναζηραῖοι· ἐπεὶ οὖν καὶ Ἕλλησι βατὸν ἦν, κοσμικὸν αὐτὸ καλεῖ· οὐ γὰρ οἱ Ἰουδαῖοι ὁ κόσμος ἦσαν.

Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἥτις λέγεται ἁγία, ἐν ἧ ἡ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων.

ταῦτα σύμβολα τοῦ κόσμου “ μετὰ δὲ τὸ δεύτερον καταπέ- “ τασμα·” ἄρα οὐκ ἦν καταπέτασμα ὃ, ἀλλὰ καὶ ἔξω καταπέτασμα ἦν· “ σκηνὴ ἥτις λέγεται ἁγία ἁγίων” ὅρα πῶς πανταχοῦ σκηνὴν καλεῖ.

Χρυσοῦν ἔχουσα θυσιαστήριον, καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσατα.

Πάντα ταῦτα σεμνὰ ἦν καὶ λαμπρὰ, τῆς Ἰουδαικῆς ἀγνωμοσύνης ὑπομνήματα· “ καὶ αἱ πλάκες τῆς διαθήκης,” γὰρ αὐτάς· καὶ τὸ μάννα, ἐπειδὴ ἐγόγγυσαν· διὰ τοῦτο εἰς ἐγγόνους παραπέμπων τὴν μνήμην, προσέταξεν εἰς τὴν στάμνον τὴν χρυσῆν ἀποτεθῆναι αὐτό.

[*](F f 2)
220

Καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα· ὑπὲρ ἄνω δὲ αὐτῆς Χερουβὶμ δόξης.

Τί ἐστι Χερουβὶμ δόξης; ἤ τοι τὰ ἔνδοξα, ἤτοι τὰ ὑποκάτω τοῦ Θεοῦ, φησί· “ κατασκιάζοντα τὸ ἱλαστήριον·” ἄλλως δὲ, καὶ ἐπαίρει ταῦτα τῷ λόγῳ, ἵνα δείξῃ μείζονα ὄντα τὰ μετὰ ταῦτα· “ περὶ ὧν οὐκ ἔστι,” φησὶ, “ νῦν λέγειν κατὰ μέρος.” ἐνταῦθα ᾐνίξατο, ὅτι οὐ ταῦτα ἦν μόνα τὰ ὁρώμενα, ἀλλ’ αἰνίγματά τινα ἦν, “ περὶ ὧν οὐκ ἔστιν νῦν λέγειν·” ἴσως ὡς μακροῦ δεόμενα λόγου.

Θεόδωροσ δέ φησιν· ἄρχεται ἐντεῦθεν λέγειν, ὅπως τὰ ἐν νόμῳ σύμβολα καὶ τύποι τῶν ἐν τῇ χάριτι, καὶ ὅπως ἐν ἐκείνοις ταῦτα προθεωρούμενα διϊδεῖν δυνατόν· ὁμοῦ τῇ παραθέσει καὶ τὴν ὑπεροχὴν τούτων δεικνὺς, ὅση τίς ἐστιν, ἐν ἀφηγήσει δὲ τῆς διδασκαλίας ποιεῖται τὴν καταρχήν. λέγει οὖν, ὅτι καὶ ἡ πρώτη διαθήκη εἶχεν ὅρους καὶ προστάγματα λειτουργίας, τῆς Θεῷ ἀποδίδοσθαι ὀφειλούσης· δικαιώματα γὰρ λατρείας τὰ περὶ τούτων λέγει προστάγματα· “ τό τε ἅγιον κοσμικόν·” ἅγιον ἐνταῦθα καλεῖ τὸν ναόν· εἰκότως, ἐν ᾧ τὴν λειτουργίαν ἀποδίδοσθαι τῷ Θεῶ συνέβαινεν· εἰ τε καὶ τὴν σκηνὴν, ἐπειδὴ ταύτην ἐν τάξει τοῦ ναοῦ πρότερον εἶχον· ὁμοίως γὰρ ἐκείνην τε ναὸν ἐκάλουν, ὡς ἂν ἐν αὐτῇ τοῦ Θεοῦ τυγχάνοντος, καὶ τὸν παρὰ τοῦ Σολομῶντος ὕστερον· καὶ τοῦτο μαθεῖν ἀπὸ τῆς πρώτης τῶν βασιλειῶν ἔνεστι σαφῶς λεγούσης· “ καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ τοῦ Κυρίου·” οὗ ἦν ἡ κιβωτὸς τοῦ Θεοῦ, μή πω τοῦ ναοῦ ὑπὸ Σολομῶντος οἰκοδομηθέντος· ὥσπερ δὲ σύμβολον τοῦ κόσμου κατασκευάσαι κατά τινα τύπον τὴν σκηνὴν τῷ Μωσεῖ κελεύων ὁ Θεὸς, προσέταξεν αὐτῷ περίβολον ποιῆσαι ἀπὸ τῶν καταπετασμάτων, μάτων, μέσῳ διειλημμένον ἑτέρῳ· οὕτω δὲ καὶ ὁ ναὸς κατὰ τὸν αὐτὸν ὕστερον ἐγένετο τύπον.

τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, ἦν μὲν

221
ταῦτα, οὐκ ἀπέλαυον δὲ αὐτῶν οἱ Ἰουδαῖοι, οὐχ ἑώρων αὐτά· ὥστε οὐκ ἐκείνοις μᾶλλον ἢν ἣ οἱ, προεφητεύετο.

Εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ, μόνος ὁ ἀρχιερεὺς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

Ὁρᾷς ἤδη τοὺς τύπους προκαταβεβλημένους; ἵνα γὰρ μὴ λέγωσι, πῶς μία θυσία; δείκνυσιν αὐτὸ ἔ, ὄν· εἴ γε ἁγιωτέρα μία ἢν καὶ φρικτή· καὶ πῶς ὁ ἀρχιερεὺς ἅπαξ προσέφερεν· οὕτως εἰθίζοντο ἄνωθεν. καὶ γὰρ τότε ὁ ἀρχιερεὺς ἅπαξ, φησὶ, προσέφερε· καὶ καλῶς εἶπεν, “ οὐ χωρὶς αἵματος· οὐ χωρὶς μὲν αἵματος· οὐ γὰρ τοσαύτη ἦν ἡ πραγματεία· δείκνυσιν ὅτι ἔσται θυσία, οὐ πυρὶ ἀναλουμένη, ἀλλ’ ἀπὸ αἵματος μᾶλλον δεικνυμένη· ἐπειδὴ γὰρ θυσίαν ἐκάλεσε τὸν σταυρὸν, οὔτε πῦρ ἔχοντα οὔτε ξύλα, οὔτε πολλάκις προσφερόμενον, ἀλλ’ ἅπαξ ἐν αἵματι προσενεχθέντα· δείκνυσιν ὅτι καὶ ἡ παλαιὰ θυσία τοιαύτη ἦν· ἅπαξ προσεφέρετο ἐν αἵματι, “ ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ “ ἀγνοημάτων·” οὐκ εἶπεν, ἁμαρτημάτων, ἀλλ’ “ ἀγνοημάτων·¨ ινα μὴ μεγαφρονῶσιν· εἰ γὰρ καὶ μὴ ἑκὼν ἥμαρτες, ἀλλ’ ἄκων ἠγνόηκες· καὶ τούτου οὐδείς ἐστι καθαρὸς, καὶ πανταχοῦ τὸ ἑαυτοῦ δεικνὺς, ὅτι ὁ Χριστὸς πολλῷ μείζων ἐστὶν ἀρχιερεύς· εἰ γὰρ κεχώρισται τῶν ἁμαρτιῶν ἡμῶν, πῶς ὑπὲρ ἑαυτοῦ προσήνεγκεν· τι οὐν ταῦτα εἰπεν, φησί· τοῦτο γὰρ κρείττονός ἐστιν, οὐδαμοῦ ἐνταῦθα θεωρία· λοιπὸν δὲ θεωρεῖ, καὶ φησὶ,

τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ Ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδὸν, ἔτι τῆς πρώτης σκηνῆς ἐχούσης στάσιν.

Διὰ τοῦτο, φησὶ, ταῦτα οὕτω κατεσκεύασται, ἵνα μάθωμεν ὅτι τὰ ἅγια τῶν ἁγίων, τουτέστιν ὁ οὐρανὸς, ἔτι ἐστὶν ἄβατος· μὴ οὐν ἐπειδὴ μὴ ἐπιβαίνομεν αὐτῶν, φησὶ, νομίζωμεν αὐτὰ μηδὲν εἰμαι, ἐπεὶ οὐδὲ τῶν ἁγίων ἐπέβημεν.

Ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐκότα. κατὰ ποῖον; φησί· τὸν πρὸ τῆς χριστοῦ παρουσίας· μετὰ γὰρ τὴν παρουσίαν τοῦ Χριστοῦ οὐκέτι καιρός ἐστιν ἐνεστώς. πῶς γὰρ ἐπιγενόμενος καὶ τέλος ἔχων· καὶ ἕτερον δὲ ἐμφαίνων τοῦτό

222
φησιν, “ ἥ τις παραβολὴ εἰς τὸν καιρὸν τὸν ἐνεστηκότα,” τουτεστιν, οὐ τύπος γέγονεν.

καθ’ ὃν δῶρά τε καὶ θυσίαι προσφέρονται, μὴ δυνάμεναι κατὰ συνείδησιν τελειῶσαι τὸν λατρεύοντα.

Ἴδε τί ἐστιν· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος· καὶ εἰ ἡ πρώτη ἦν ἄμεμπτος, πῶς “ κατὰ συνείδησιν ” αἱ γὰρ θυσίαι οὐ τὸν ἀπὸ τῆς ψυχῆς ῥύπον ἠφίεσαν, ἀλλ’ ἔτι περὶ σῶμα ἦσαν, “ κατὰ νόμον “ ἐντολῆς σαρκικῆς·” οὐ γὰρ δὴ μοιχείαν, οὐδὲ φόνον, οὐδὲ ἱεροσυλίαν ἀφεῖναι ἠδύναντο.

Μόνον ἐπὶ βρώμασι καὶ πόμασι καὶ διαφόροις βαπτισμοις.

Ὁρᾷς; τὸ δὲ, ἔφαγες, τὸ δὲ, οὐκ ἔφαγες, ἅπερ ἐστὶν ἀδιάφορα· τὸ δὲ ἔπιες, φησὶ, καί τοι περὶ ποτοῦ οὐδὲν ἦν διατεταγμένον· ἀλλ’ ἐξευτελίζων ταῦτα φησί· “ καὶ διαφόροις βα- “ πτισμοῖς, καὶ δικαιώμασι σαρκὸς, μέχρι καιροῦ διορθώσεως “ ἐπικείμενα·” αὕτη γὰρ ἡ δικαιοσύνη τῆς σαρκός· ἐνταῦθα καταβάλλει τὰς θυσίας, δεικνὺς, ὅτι οὐδεμίαν εἶχον ἰσχὺν, καὶ ὅτι μέχρι καιροῦ διορθώσεως ἦσαν· τουτέστιν, ἔμεινον τὸν καιρὸν τὸν διορθοῦντα πάντα.

Περὶ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν ᾧ ἦν ἡ νέα διαθήκη, ὅτι τοῦτο ἀληθὲς καθάρσιον εἰσάγει, οὐ τὰ ἐν αἵμασι ζώων πολλάκις προσφερόμενα.

Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιητου.

τὴν σάρκα λέγει ἐνταῦθα· καλῶς καὶ μείζονα καὶ τελειοτέραν εἰπεν. εἴ γε καὶ ὁ Θεὸς Λόγος, καὶ πᾶσα ἡ τοῦ Πνεύματος ἐνέργεια ἐνοικεῖ ἐν αὐτῇ· “ οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ “ Πνεῦμα·” “ τελειοτέρας” δὲ, φησὶν, ὥστε καὶ ἀλήπτου οὔσης καὶ μείζονα κατορθούσης.

Σευηριανὸσ δέ φησιν· ὥσπερ ἡ σκηνὴ κατεσκευάσθη ἐπὶ Μώσεως, ὥστε τὰς λατρείας γίνεσθαι, οὕτως μείζων ἡ σκηνὴ

223
αὕτη· τῆς χάριτος ἡ σύστασις τὸ σῶμα τοῦ Χριστοῦ, κεφαλὴν ἔχον τὸν Χριστόν.

Τουτέστιν, οὐ ταύτης τῆς κτίσεως.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· ἰδοὺ πῶς οὐ γὰρ ἄνευ Πνεύματος αὐτὴν κατεσκεύασεν, οὐδὲ “ ταύτης τῆς κτί- “ σεως” ἐστὶν, τουτέστιν, οὐ τούτων τῶν κτισμάτων, ἀλλὰ πνευματικὴ, ἐκ Πνεύματος Ἁγίου. ὁρᾷς πῶς καὶ σκηνὴν καὶ καταπέτασμα καὶ οὐρανὸν τὸ σῶμα καλεῖ; τίνος οὖν ἕνεκα τοῦτο ποιεῖ καθ’ ἕτερον καὶ ἕτερον σημαινόμενον; οἷόν τι λέγω, καταπέτασμα ὁ οὐρανός· ὥσπερ γὰρ ἀποτειχίζει τὰ ἅγια, καταπέτασμα ἡ σὰρξ, κρύπτουσα τὴν θεότητα, καὶ σκηνὴν ὁμοίως ἔχουσα τὴν θεότητα· σκηνὴ πάλιν ὁ οὐρανός· ἐκεῖ γάρ ἐστιν ἔνδον ὁ ἱερεύς. Χριστὸς δὲ, φησι, “ παραγενόμενος·” οὐκ εἶπε γενόμενος, ἀλλὰ “ παραγενόμενος, τουτέστιν, εἰς αὐτὸ τοῦτο ἐλθών· οὐχ ἕτερον διαδεξάμενος· οὐ πρότερον παρεγένετο καὶ τότε ἐγένετο, ἀλλ’ ἅμα ἦλθεν· καὶ οὐκ εἶπεν παραγενόμενος ἀρχιερεὺς τῶν θυομένων, ἀλλὰ “ τῶν γενομένων “ ἀγαθῶν,” ὡς οὐκ ἰσχύοντος τοῦ λόγου παραστῆσαι τὸ πᾶν· “ οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων” φησὶ, “ πάντα ἐξηλ- “ λαγμένα· διὰ δὲ τοῦ δίου αἵματος,” φησὶν, “ εἰσῆλθεν ἐφάπαξ “ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑρόμενος·” καὶ τὸ “ εὑρόμενος σφόδρα τῶν ἀπόρων ἦν, καὶ τῶν παρὰ προσδοκίαν· πῶς διὰ μιᾶς εἰσόδου αἰώνιον λύτρωσιν εὕρετο, εἶτα τὸ πιθανόν.

Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους οὑς ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Εἰ γὰρ σάρκα, φησὶ, δύναται καθαρᾶι τὸ αἷμα τῶν ταύρων, πολλῷ μᾶλλον τῆς ψυχῆς τὸν ῥύπον ἀποσμήξει τὸ αἱμα τοῦ Χριστοῦ· ἵνα γὰρ μὴ ἀκούσας “ ἁγιάζει,” μέγα τι νομίσῃς, ἐπισημαίνεται καὶ δείκνυσιν ἑκατέρου τοῦ καθαρμοῦ τὸ μέσον· καὶ πῶς οὗτος μὲν ὑψηλὸς, ἐκεῖνος δὲ ταπεινὸς, καὶ λέγει ὅτι εἰκότως, εἴγε ἐκεῖνο μὲν τὸ αἷμα ἦν ταύρων, τοῦτο δὲ τοῦ Χριστοῦ· καὶ οὐκ

224
ἠρκέσθη τῷ ὀνόματι, ἀλλὰ καὶ τὸν τρόπον τίθησι τῆς προσφορᾶς, “ ὃς διὰ Πνεύματος αἰωνίου,” φησὶν, “ ἑαυτὸν προσήνεγκεν ἄμω- “ μον τῷ Θεῷ,” τουτέστιν τὸ ἱερεῖον ἄμωμον ἦν, ἁμαρτιῶν καθαρόν· τοῦτο γάρ ἐστι “ διὰ Πνεύματος αἰωνίου,” οὐ διὰ πυρὸς, οὐ δι’ ἄλλων τινῶν· “ καθαριεῖ τὴν συνείδησιν ὑμῶν,” φησὶν, “ ἀπὸ νεκρῶν ἔργων·” καλῶς εἰπεν, “ ἀπὸ νεκρῶν ἔργων·” εἴ τις ἅψαιτο νεκροῦ, ἐμιαίνετο, καὶ ἐνταῦθα, εἴ τις ἅψαιτο νεκροῦ ἔργου, μολύνεται διὰ τῆς συνειδήσεως· “ εἰς τὸ λατρεύειν Θεῷ ζ́ωντι,” φησίν· ἐνταῦθα ἐμφαίνει, ὅτι νεκρὰ ἔργα ἔχοντα οὐκ ἔνι δουλεύειν τῷ ἀληθινῷ καὶ ζῶντι Θεῷ· ἐκεῖνα γὰρ καὶ νεκρά ἐστι καὶ ψευδῆ· καὶ εἰκότως.

Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου, εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῆ πρώτῃ διαθήκη παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονομίας· ὅπου γὰρ διαθήκη, θάνατον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε οὐκ ἰσχύει ὅτε ζῆ ὁ διαθέμενος· ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.

Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενέστερον διακειμένων, καὶ ἀπὸ τοῦ τετελευτηκέναι τὸν Χριστὸν, μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. ὁ τοίνυν Παῦλος ἐκ περιουσίας τοῦτο τίθησι τὸ ὑπόδειγμα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών· ποῖον δὴ τοῦτο ; δι’ αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαρρεῖν, φησί· διὰ τί ; ὅτι οὐ ζώντων τῶν διαθεμένων, ἀλλὰ ἀποθανόντων, τότε βέβαιαι εἰσιν αἱ διαθῆκαι καὶ τὴν ἰσχὺν λαμβάνουσι· καὶ διὰ τοῦτο, φησὶ, καινῆς διαθήκης μεσίτης ἐστίν· ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται τῆς τελευτῆς· τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς μὲν κληρονόμους ἔχει, τοὺς δὲ ἀποκληρονόμους· οὕτω καὶ ἐνταῦθα· “ θέλω, ὅπου ἐγώ εἰμι, ” φησὶν ὁ Χριστὸς, “ καὶ οὗτοι ὦσιν·” καὶ πάλιν περὶ τῶν κληρονόμων ἄκουε αὐτοῦ λέγοντος· “ οὐ περὶ πάντων ἐρωτῶ, ἀλλὰ περὶ τῶν “ πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ.” ἡ διαθήκη πάλιν, τὰ μὲν τοῦ διαθεμένου ἔχει, τὰ δὲ τῶν δεχομένων, ὥστε τὰ μὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι· οὕτω καὶ ἐνταῦθα· μετὰ γὰρ τὸ ἐπαγγείλασθαι μυρία, ἀπαιτεῖ καὶ παρ’ αὐτῶν, λέγων· “ ἐντολὴν

225
“ καινὴν δίδωμι ὑμῖν·” πάλιν μάρτυρας ἔχειν ὀφείλει ἡ διαθήκη· ἄκουε αὐτοῦ πάλιν λέγοντος, “ ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, “ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με·” καὶ πάλιν, “ ἐκεῖνος “ μαρτυρήσει περὶ ἐμοῦ,” περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα Ἀποστόλους ἀπέστειλε λέγων, διαμαρτύρεσθαι ἐνώπιον τοῦ Θεοῦ. “ καὶ διὰ τοῦτο,” φησὶ, “ διαθήκης καινῆς μεσίτης “ ἐστίν·” τί ἐστι μεσίτης; οὐκέτι κύριος τοῦ πράγματος, οὗ ἐστι μεσίτης· ἀλλ’ ἕτερον μὲν τὸ πρᾶγμα, ἕτερον δὲ ὁ μεσίτης· οἷον, μεσίτης γάμου γίνεται οὐχ ὁ γαμῶν, ἀλλὰ τῷ μέλλοντι ἄγεσθαι συμπράττων· οὕτω δὴ καὶ ἐνταῦθα μεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡμῶν· οὐκ ἠθέλησεν ἡμῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονομίαν ταύτην, ἀλλ’ ὠργίζετο πρὸς ἡμᾶς, καὶ ἐχαλέπαινεν ὡς ἀπηλλοτριωμένους· μεσίτης τοίνυν ἐγένετο ἡμῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν· καὶ ὅρα πῶ, μεσίτης ἐγένετο, λόγους ἀπήγαγεν, καὶ ἤγαγε τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν διαπορθμεύων καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦμεν, ἀποθανεῖν ὠφείλαμεν· ἀπέθανεν ὑπὲρ ἡμῶν· καὶ ἐποίησεν ἡμᾶς ἀξίους τῆς διαθήκης ταύτης· ταύτῃ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονεν· παρὰ μὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς πατὴρ εἰς υἱοὺς διέθετο· ἐπειδὴ δὲ ἀνάξιοι γεγόναμεν, οὐκέτι διαθήκης, ἀλλὰ τιμωρίας ἔδει· τί τοίνυν μέγα φρονεῖς ἐπὶ τῷ νόμῳ; εἰς τοσαύτην γὰρ ἡμᾶς κατέστησεν ἁμαρτίαν, ὡς μὴ ἂν σωθῆναί ποτε, εἰ μὴ ὁ δεσπότης ἡμῖν ὑπὲρ ἡμῶν ἀπέθανεν· οὐκ ἃν ἴσχυσεν ὁ νόμος· ἔστι γὰρ ἀσθενής· οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ παλαιᾷ συμβεβηκότων, ὃ μάλιστα αὐτοῖς ἐπηγάγετο. οὐδεὶς ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία; διὰ τοῦ αὐτοῦ τρόπου, φησι πῶς; καὶ γὰρ ἐκεῖ αἷμα, ὥσπερ ἐνταῦθα αἱμα· εἰ δὲ μὴ τὸ τοῦ Χριστοῦ αἷμα, μὴ θαυμάσῃς· τύπος γὰρ ἦν· ὅθεν φησὶν, “ οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται·” τί ἐστιν ἐγκεκαίνισται; βεβαία γέγονεν, ἐκυρώθη τὸ ὅθεν· διὰ τοῦτο φησίν· ἔδει τῆς διαθήκης τὸ σύμβολον εἶναι καὶ τῆς τελευτῆς· τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης; φησὶ γὰρ,

Λαληθείσης πάσης τῆς ἐντολῆς κατὰ τὸν νόμον ὑπὸ

226
Μωϋσέως παντὶ τῷ λαῷ· λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐρράντισε λέγων, τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός.

τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης, καὶ ὁ λαός; τοῦ τιμίου αἵματος ἄνωθεν σχηματιζομένου· διὰ τι τῷ ὑσσώπῳ; πυκνόν ἐστι τοῦτο καὶ Κράτητι . . τί δαὶ τὸ ὕδωρ; δείκνυσι καὶ τὴν δι’ ὕδατος κάθαρσιν· τί δαὶ τὸ ἔριον; καὶ τοῦτο, ὥστε κατέχεσθαι τὸ αἷμα· δείκνυσιν ἐνταῦθα . . . αὐτὸ καὶ αἷμα καὶ ὕδωρ· τὸ γὰρ βάπτισμα αὐτοῦ τὸ πάθος ἐστιν.

Καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας, τῷ αἵματι ὁμοίως ἐρράντισε· καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις.

Διὰ τί τὸ “ σχεδόν ” διὰ τί αὐτὸ ἐκόλασεν; ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλ’ ἡμιτελὴς καὶ ἐν ἐλαχίστῳ μέρει, ἐνταῦθα δὲ τοῦτο τὸ αἷμα, φησὶ, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρεν τὰς διανοίας αὐτῶν; αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης· ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; αὐτοί εἰσιν· ποῦ δὲ ἡ σκηνή; αὐτοί εἰσι πάλιν· “ ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω,” φησίν· ἀλλ’ οὐκ ἐν ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐραντίζοντο· τί δή ποτε; οὐ γὰρ σωματικὸς ὁ καθαρμὸς ἦν, ἀλλὰ πνευματικός· καὶ τὸ ἁφὰ πνευματικόν· πῶς; οὐκ ἀπὸ σώματος ῥεῖ ἀλόγων, ἀλλὰ σώματος ἀπὸ πνεύματος κατασκευασθέντος, τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ’ ὁ Χριστὸς ἐρράντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, “ τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρ- “ τιῶν·” οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι ἐμβαφεὶς πάντας περιραίνει· κἀκεῖ μὲν τὸ σῶμα ἔξωθεν ἐκαθαίρετο· σωματικὸς γὰρ ὁ καθαρμὸς ἦν· ἐνταῦθα δὲ ἐπειδὴ πνευματικός ἐστιν ὁ καθαρμὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται καὶ καθαίρει, οὐχ ἁπλῶς περιραινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς· καὶ αὐτῇ τῇ οὐσίᾳ

227
ἀναμιγνύμενος, καὶ ῥωμαλέας αὐτὰς ποιῶν καὶ ἁγνάς· δείκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ μόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον· ἐπειδὴ γὰρ ἡ τε μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ τοῦ σταυροῦ, λέγει ὅτι τοῦτο ἐκάθαιρεν, καὶ τιμίαν κάθαρσιν καὶ ἐπὶ μείζοσιν· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον· διὰ τὸ αἷμα τοῦτο, διὰ τοῦτο ἀμνοί· ἅπαντα διὰ τοῦτο ἐγένετο.

Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν οὐρανοῖς, τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας.

Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν, ἄρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; οὐδὲν τούτων, ἀλλὰ τὰ ἡμέτερα· ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια τὰ ἡμέτερα, κἂν ἐν τῇ γῇ ἐπιτελῆται· ἐπεὶ καὶ Ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ’ ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ’ ἐπουράνιά ἐστι· καὶ τί λέγω ἐφάνη, ἐπὶ τῆς γῆς μὲν οὐ διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ, ἀλλ’ οὐδὲν τοῦτο· ἐπουράνια γάρ ἐστι, “ καὶ ἡμῶν τὸ “ πολίτευμά ἐστιν ἐν οὐρανοῖς·” καίτοι ἐνταῦθα πολιτευόμεθαι· αὐτὰ δὲ τὰ ἐπουράνια, τουτέστι, τὴν φιλοσοφίαν τὴν πη ἡμῖν· τοὺς ἐκεῖ κεκλημένους “ κρείττοσι θυσίαις παρὰ ταύτας,” τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλαὶ γεγόνασι καὶ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς, οὐκ ἃν ταῦτα ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἃν ἔχῃ πονηρὰ, ὧν ἐστι τὰ ὑποδείγματα.

Οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν· οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανερωται.

Μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ἐπὶ τῷ ναῶ καἰ τῆ σκηνὴ· διὸ

228
ἔλεγε, ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου· οὐδὲ γὰρ ἀλλαχοῦ γῆς κατεσκευάσθη τοιοῦτος ναός· οὐ πολιτείας ἕνεκεν, οὐ κάλλους, οὐχ ἑτέρου τινός· οὐ γὰρ διαταξάμενος Θεὸς ἐκάλεσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπεσπῶντο· ἡ δὲ δευτέρα λαμπροτέρα γέγονεν οἰκονομία, καὶ κάλλους ἕνεκεν καὶ τῶν ἄλλων ἁπάντων· καὶ οὐ τούτῳ μόνῳ σεμνὸς ἢν, ἀλλὰ καὶ τῷ εἶναι εἰς. οἱ γὰρ ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖ ἤρχοντο, ὥς φησιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν· “ ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες “ εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·” τι οὖν ὁ Παῦλος ποιεῖ; ὅπερ ἐπὶ τῶν θυσιῶν, τοῦτο καὶ ἐνταῦθα ποιεῖ· ὥσπερ γὰρ ἐκεῖ τὸν θάνατον ἀνέστησε τοῦ Χριστοῦ, οὕτω καὶ ἐνταῦθα τὸν οὐρανὸν ὅλον ἀνθίστησι τῷ ναῷ· καὶ οὐ τούτῳ μόνον τὸ διάφορον ἔδειξεν, ἀλλὰ καὶ τῷ προσθεῖναι τὸν ἱερέα ἐγγύτερον γενόμενον τοῦ Θεοῦ· “ ἐμφανισθῆναι” γάρ φησι “ τῷ προσώπῳ τοῦ “ Θεοῦ,” ὥστε οὐ τῷ οὐρανῷ μόνον καὶ τῇ εἰσόδῳ τὸ πρᾶγμα σεμνὸν ἐποίησεν· οὐ γὰρ ἁπλῶς ὥσπερ ἐνταῦθα διὰ συμβόλων, ἀλλ’ αὐτὸν ὁρᾷ τὸν Θεὸν ἐκεῖ· ὁρᾷς ὅτι συγκαταβάσεως ἕνεκεν πανταχοῦ τὰ ταπεινὰ εἴρηται; τι δὴ θαυμάζεις λοιπὸν εἰ ἐντυγχάνει ὅπου γε αὐτὸν ἵστησιν ὡς ἀρχιερέα;

“ Οὐδ’ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν ὥσπερ ὁ ἀρχιερεύς·” “ οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθε,” φησὶ “ Χριστὸς ἀν- “ τίτυπα τῶν ἀληθινῶν·” ἄρα ἐκεῖνά ἐστιν ἀληθινὰ, ταῦτα δὲ τύποι· καὶ γὰρ ο ναὸς οὐτῶ κατεσκεύασται ὡσπερ ο οὐρανὸς τοῦ οὐρανοῦ· τι λέγεις; ἂν μὴ εἰσέλθῃ εἰς τὸν οὐρανὸν οὐκ ἐμφανίζεται ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ; ὁρᾷς ὅτι τῆς σαρκός ἐστι ταῦτα πάντα; “ ἐμφανισθῆναι, φησὶ, “ τῷ προσώπῳ “ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” τι ἐστιν “ ὑπὲρ ἡμῶν ” μετὰ θυσίας ἀνῆλθε, φησὶ, δυναμένης ἐξιλεώσασθαι τὸν Πατέρα· τι γὰρ, εἰπέ μοι, αὐτὸς ἦν ἐχθρός; οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, αὐτὸς οὐκ ἦν ἐχθρός· ὅτι γὰρ οἱ ἄγγελοι ἐχθροὶ ἦσαν, ἄκουσον τι φησιν· “ εἰρηνοποιήσας τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς. ὥστε “ καὶ αὐτὸς εἰσῆλθεν εἰς τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ “ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν·” νῦν ἐμφανίζεται, ἀλλ’ ὑπὲρ ἡμῶν. “ οὐδ’ “ ἵνα πολλάκις προσφέρῃ ἑαυτὸν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται

229
“ εἰς τὰ ἅγια τῶν ἁγίων κατ’ ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ·” ὅρα πόσαι αἱ διαφοραί· τὸ πολλάκις τοῦ ἅπαξ, τὸ ἐν αἵματι ἀλλοτρίῳ τοῦ ἐν ἰδίῳ, πολὺ τὸ μέσον· αὐτὸς οὖν καὶ ἱερεὺς καὶ ἱερεῖον, καὶ θυσία· εἰ γὰρ μὴ τοῦτο ἦν, πολλὰς ἔδει θυσίας προσενεγκεῖν, πολλάκις ἔδει σταυρωθῆναι. “ ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν, ἀπὸ “ καταβολῆς κόσμου ἐνταῦθα καὶ παρεκάλυψε· “ νῦν δὲ ἅπαξ ἐπὶ “ συντελείᾳ τῶν αἰώνων, ” μετὰ τὰ πολλὰ ἁμαρτήματα· εἰ μὲν οὖν παρὰ τὴν ἀρχὴν ἐγένετο, εἶτα οὐδεὶς ἐπίστευσεν· οὐκ ἔδει δεύτερον ἀποθανεῖν, ἀνόνητα ἦν ἅπαντα· ἐπειδὴ δὲ ὕστερον πολλὰ ἦν τὰ ἁμαρτήματα, εἰκότως τότε ἐφάνη, ὃ καὶ ἀλλαχοῦ λέγει, “ ὅπου “ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις·” “ νῦν δὲ ἅπαξ “ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, εἰς ἀθέτησιν τῆς ἁμαρτίας, διὰ τῆς “ θυσίας αὐτοῦ πεφανέρωται. καὶ “ καθόσον ἀπόκειται τοῖς ἀνθρώ- “ ποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις·” εἶτα λέγει καὶ διὰ τι ἅπαξ ἀπέθανεν, ὅτι ἑνὸς θανάτου ἀντίλυτρον ἐγένετο· ἀπέκειτο, φησὶ, τοῖς ἀνθρώποις ἀποθανεῖν· τοῦτο οὖν τὸ “ ἅπαξ ἀπέθα- “νεν ὑπὲρἁπάντων·” τι οὖν οὐκέτι ἀποθνήσκομεν; τὸν θάνατον ἐκεῖνον ἀποθνήσκομεν μὲν, ἀλλ’ οὐ μένομεν ἐν αὐτῷ· ὅπερ οὐδὲ ἀποθανεῖν ἐστιν· θανάτου γὰρ τυραννὶς, καὶ θάνατος ὄντως ἐκεῖνός ἐστιν, ὅταν μηκέτι συγχωρηθῇ ὁ ἀποθανὼν εἰς ζωὴν ἐπανελθεῖν· ὅταν δὲ μετὰ τὸ ἀποθανεῖν ζῆσαι ἦ, καὶ ζωὴν βελτίονα, οὐ θάνατος τοῦτό ἐστιν, ἀλλὰ κοίμησις· ἐπεὶ οὖν ἤμελλεν πάντας κατέχειν ὁ θάνατος, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμᾶς ἀπαλλάξῃ, “ οὕτω καὶ ὁ Χρι- “ στὸς ἅπαξ προσενεχθεὶς,” ὑπὸ τίνος προσενεχθείς; ὑφ’ ἑαυτοῦ δηλονότι· ἐνταῦθα οὐδὲ ἱερέα αὐτόν φησι μόνον, ἀλλὰ καὶ θῦμα καὶ ἱερεῖον· διὰ τοῦτο προσενεχθεὶς, “ εἰς τὸ πολλῶν ἀνενεγκεῖν “ ἁμαρτίας.” διὰ τί “ πολλῶν” καὶ μὴ πάντων; ἐπειδὴ μὴ πάντες ἐπίστευσαν, ὕπερ ἀπάντων μιν ἀπέθανεν, τουτέστι τὸ αὐτοῦ μέρος, ἀντίρροπος ἦν ὁ θάνατος ἐκεῖνος τῆς ἁπάντων ἀπωλείας. οὐ πάντων δὲ τὰς ἁμαρτίας ἀνήνεγκεν, διὰ τὸ μὴ θελῆσαι αὐτούς· τί δέ ἐστιν ἀνήνεγκεν ἁμαρτίας· ὥσπερ ἐπὶ τῆς προσφορᾶς ἀναφέρομεν τὰ ἁμαρτήματα καὶ λέγομεν, εἴτε ἑκόντες εἴτε ἄκοντες ἡμάρτομεν, συγχώρησον, τουτέστι μεμνήμεθα αὐτῶν πρῶτον, καὶ τότε τὴν συγχώρησιν αἰτοῦμεν· οὕτω δὴ καὶ ἐνταῦθα γέγονε· ποῦ τοῦτο πεποίηκεν ὁ Χριστός ; ἄκουσον αὐτοῦ λέγοντος, “ καὶ ὑπὲρ αὐτῶν
230
“ ἐγὼ ἁγιάζω ἐμαυτόν·” ἰδοὺ ἀνήνεγκε τὰ ἁμαρτήματα, ἦρεν αὐτὰ ἀπὸ τῶν ἀνθρώπων, καὶ ἀνήνεγκεν τῷ πατρί· οὐχ ἵνα τί ὁρίσῃ κατ’ αὐτῶν, ἀλλ’ ἵνα αὐτὰ ἀφῇ· “ ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθή- “ σεται,” φησὶ, “ τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.” τί ἐστι “χωρὶς ἁματρίας;” οἷον οὐχ ἁμαρτάνει· οὐδὲ γὰρ ὀφείλων ἀποθανεῖν ἀπέθανεν, οὐδὲ δι’ ἁμαρτίας. ἀλλὰ πῶς ὀφθήσεται; κολάζων φησὶν, ἀλλ’ οὐκ εἶπεν τοῦτο, ἀλλὰ τὸ φαιδρὸν, “ χωρὶς “ ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν,” ὡς μηκέτι λοιπὸν θυσίας δεηθῆναι, ὥστε σῶσαι αὐτοὺς, ἀλλ’ ἀπὸ ἔργων τοῦτο ποιεῖν.

Θεόδωροσ δέ φησι· νῦν, φησὶν, ὀφθεὶς, ὅτε τὴν ἁμαρτίαν κρατεῖν συνέβαινεν, ἀναγκαίως τὸν διὰ τὴν ἁμαρτίαν κρατοῦντα θάνατον ἐδέξατο· τότε δὲ τῆς ἁμαρτίας ὡς εἰκὸς λελυμένης, ἀνάγκη καὶ αὐτὸν ἀπαθῶς ὀφθῆναι· τὸ γὰρ “ χωρὶς ἁμαρτίας” τοῦτο λέγει, ὅτι μὴ κρατούσης ἔτι τῆς ἁμαρτίας, οὕτω καὶ αὐτὸς ἔξω παντὸς ἀνθρωπίνου πάθους ὀφθήσεται τότε.

Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ ἀυτὴν τὴν εἰκόνα τῶν πραγμάτων.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· τουτέστιν, αὐτὴν τὴν ἀλήθειαν· ἕως μὲν γὰρ ἃν ὡς ἐν γραφῇ περιάγῃ τις τὰ χρώματα, σκιά τίς ἐστιν· ὅταν δὲ τὸ ἄνθος ἐπαλείψῃ τις καὶ ἐπιχρίσῃ τὰ χρώματα, τότε εἰκὼν γίνεται. τοιοῦτόν τι καὶ ὁ νόμος ἦν, τουτέστι τῆς θυσίας τῆς ἀφέσεως.

Μαρτυρία περὶ τῆς μόνης καθάρσεως καὶ προσαγωγῆς πρὸς Θεόν.

κατ’ ἐνιαυτὸν ταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς, οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι. ἐπεὶ οὐκ ἃν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν συνείδησιν ἔχειν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρμένους· ἀλλ’ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατ’ ἐνιαυτόν· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας· διὸ εἰσερχόμενος εἰς τὸν κόσμον

231
λέγει, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας, τότε εἶπον, ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά 8σου. ἀνωτέρω λέγων ὅτι θυσίαν καὶ προσφορὰν ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας, αἵτινες κατὰ νόμον προσφέρονται, τότε εἶπεν, ἰδοὺ ἥκω, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου· ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ.

Ὁρᾷς πάλιν τὴν περιουσίαν ; μία, φησὶν, αυστηἡ θυσία, ἐκεῖναι lo δὲ πολλαί· διὰ γὰρ τοῦτο οὐκ ἰσχυραὶ, ἐπειδὴ πολλαί. τι γὰρ ἔδει πολλῶν, εἰπέ μοι, τῆς μιᾶς ἀρκούσης ; ὥστε αἱ πολλαὶ καὶ τὸ ἀεὶ προσφέρεσθαι, τὸ μηδέποτε αὐτοὺς καθαίρεσθαι δείκνυσιν· ὥσπερ γὰρ φάρμακον ὅταν ῃτ ἰσχυρὸν καὶ ὑγιείας ποιητικὸν καὶ δυνατὸν πᾶσαν ἀπαλλάξαι τὴν νόσον, ἅπαξ ἐπιτεθὲν, τὸ πᾶν ἐργά- σῆται, δείκνυσιν αὐτοῦ τὴν ἰσχὺν τῷ μηκέτι ἐπιτίθεσθαι· καὶ τοῦτο αὐτοῦ ἐστιν ἔργον τὸ μηκέτι ἐπιτίθεσθαι· ἂν δὲ ἀεὶ ἐπιτί- θεται, δηλονότι τοῦ μηδὲν ἰσχυκέναι ἔστι σημεῖον· φαρμάκου γὰρ ἀρετὴ τὸ ἅπαξ ἐπιτεθῆναι καὶ μὴ πολλάκις· οὕτω δὴ καὶ ἐνταῦθα· τί γὰρ δήποτε ταῖς αὐταῖς θυσίαις ἀεὶ θεραπεύονται ; εἰ γὰρ πάντων ἦσαν ἀπηλλαγμένοι τῶν ἁμαρτημάτων, οὐκ ἃν καθ’ ἑκά- στην ἡμέραν προσεφέροντο αἱ θυσίαι· καὶ γὰρ ἦσαν ὡρισμέναι, ὥστε ἀεὶ προσφέρεσθαι ὑπὲρ τοῦ λαοῦ παντὸς, καὶ ἐν ἑσπέρᾳ καὶ ἐν ἡμέρᾳ, ὥστε κατηγορία ἁμαρτημάτων, οὐ λύσις ἁμαρτημάτων ἦν τὸ γινόμενον, κατηγορία ἀσθενείας, οὐκ ἰσχύος ἐπίδειξις· τῷ μὲν οὖν προσφέρεσθαι, ἔλεγχος ἁμαρτημάτων, τὸ δὲ ἀεὶ, ἔλεγχος ἀσθενείας· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον, ἅπαξ προσηνέχθη· τὰ ἀντίτυπα ἄρα τύπον ἔχει μόνον, οὐχὶ τὴν ἰσχὺν, ὥσπερ ἐπὶ τῶν εἰκόνων, τύπον ἔχει τοῦ ἀνθρώπου ἡ εἰκὼν, οὐχὶ τὴν ἰσχὺν, ὥστε τὸ ἀληθὲς καὶ ὁ τύπος κοινωνοῦσιν ἀλλήλοις· ὁ γὰρ τύπος ἴσος, δὲ ἰσχὺς οὐκέτι· οὕτω δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ καὶ τῆς σκηνῆι· ὁ μὲν γὰρ τύπος ἴσος ἦν, ἁγία γὰρ ἦν, ἡ δὲ δύναμις καὶ τὰ ἄλλα οὐ τὰ αὐτά· τί ἐστιν “ εἰς ἀθέτησιν τῆς ἁμαρτίας διὰ τῆς θυσίας “ αὐτοῦ πεφανέρωται ;” τι ἐστιν ἀθέτησις ; τουτέστιν, καταφρό-

232
νῆσις· οὐκέτι παρρησίαν ἔχει, ἠθετήθη γὰρ ἁμαρτία, ὀφείλουσα μὲν ἀπολαβεῖν κόλασιν, οὐκ ἀπολαβοῦσα δὲ, τουτέστιν βίαν ἔπαθεν, ὅτε προσεδόκησεν πάντας ἑλεῖν, τότε ἀνῃρέθη. διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται, τουτέστιν, ἐφανερώθη τῷ Θεῷ, καὶ προσῆλθεν· μὴ γὰρ ἐπειδὴ ὁ ἱερεὺς πολλάκις τοῦτο ἐποίει τοῦ ἐνιαυτοῦ, ὥστε εἰκῆ λοιπὸν γίνεται τοῦτο, εἰ καὶ γίνεται· τί γὰρ ἔδει φαρμάκων, οὐκ ὄντων τραυμάτων; τι οὖν ἡμεῖς; καθ’ ἑκάστην ἡμέραν οὐ προσφέρομεν; προσφέρομεν μὲν, ἀλλ’ ἀνάμνησιν ποιούμεθα τοῦ θανάτου αὐτοῦ, καὶ μία ἐστὶν αὕτη, οὐ πολλαί· ἐπειδὴ ἅπαξ προσηνέχθη ἐκείνη, εἰσηνέχθη εἰς τὰ ἅγ ία τῶν ἁγίων· τοῦτο ἐκείνης τύπος ἐστὶν, καὶ αὕτη ἐκείνης· τὸν γὰρ αὐτὸν ἀεὶ προσφέρομεν, οὐ νῦν μὲν ἕτερον πρόβατον, αὔριον δὲ ἕτερον, ἀλλ’ ἀεὶ τὸ αὐτὸ, ὥστε μία ἐστὶν ἡ θυσία ἐπὶ τῷ λόγῳ τούτῳ· ἐπειδὴ δὲ πολλαχοῦ προσφέρεται, πολλοὶ Χριστοί; οὐδαμῶς, ἀλλ’ εἷς πανταχοῦ ὁ Χριστός· καὶ ἐνταῦθα πλήρης ὣν, καὶ ἐκεῖ πλήρης· εἰ γὰρ σῶμα, ὡσπερ οὑν πολλαχοῦ προσφερόμενον, ἓν σῶμά ἐστι, καὶ οὐ πολλὰ σώματα, οὕτω καὶ μία θυσία ὁ ἀρχιερεὺς ἡμῶν ἐκεῖνός ἐστιν, ὁ τὴν θυσίαν τὴν καθαίρουσαν ἡμᾶς προσενεγκὼν, ἐκείνην προσφέρομεν καὶ νῦν, τὴν τότε προσενεχθεῖσαν, τὴν ἀνάλωτον· τοῦτο εἰς ἀνάμνησιν γίνεται τοῦ τότε γενομένου· “ τοῦτο “ γὰρ ποιεῖτε,” φησὶν, “ εἰς ἐμὴν ἀνάμνησιν.”

(Θεόδωροσ.) Θεόδωρος δέ φησιν· εἰς τὸ “ θυσίαν καὶ “ φορὰν οὐκ ἠθέλησας,” κ. τ. λ. ταῦτα μὲν εἴρηται τοῖς ἐν Βαβυλῶνι πρὸς τὸν Θεὸν, βουλομένοις εἰπεῖν, ὅτι θυσίας με οὐκ ἀπῄτησας, ἀλλὰ μόνον τὸ ὑπακούειν σου καὶ τὸ θέλημά σου ποιεῖν· καὶ εὔθυμοι τὰ τῆς ἐπανόδου λοιπὸν ἀναμφίβολα ἦν· μεταλλάξας οὖν αὐτὴν ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· ταύτῃ, φησὶν, ἀντὶ τοῦ “ωτια, “ σῶμα, εἰπὼν, κατηρτίσω μοι.

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· περὶ τοῦτο εἴρηται; περὶ οὐδενὸς, ἀλλ’ ἢ περὶ τοῦ Χριστοῦ. ἐνταῦθα οὐδὲν αἰτιᾶται τοὺς προσφέροντας, δεικνὺς, ὅτι οὐ διὰ τὰς πονηρίας αὐτῶν οὐ δέχεται, καθάπερ ἑτέρωθι φησιν, ἀλλὰ διὰ τὸ λοιπὸν ἐληλέγχθαι τὸ πρᾶγμα καὶ πεφωρᾶσθαι οὐδεμίαν ἔχον ἰσχὺν, οὐδὲ καιρόν τινα προσήκοντα· τί οὖν τοῦτο πρὸς τὸ πολλάκις προσφέρεσθαι τὰς θυσίας; οὐκ ἀπὸ τοῦ πολλάκις μόνον δῆλον,

233
φησὶν, ὅτι ἀσθενεῖς εἰσιν, καὶ ὅτι οὐδὲν ἤνυσαν, ἀλλὰ καὶ ἀπὸ τοῦ μὴ προσίεσθαι αὐτὰς τὸν Θεὸν ὡς ἀνονήτους καὶ ἀνωφελεῖς, καὶ ἀλλαχοῦ φησιν, ὅτι “ εἰ ἠθέλησα, θυσίαν, ἔδωκα ἄν’ ἄρα καὶ διὰ τούτου δηλοῖ, ὅτι οὐ θέλει· ἄρα οὖν οὐχὶ θυσία τὸ θέλημα τοῦ Θεοῦ, ἀλλ’ ἡ τῶν θυσιῶν ἀναίρεσις· τί ἐστι “ τοῦ ποιῆσαι τὸ “ θέλημά σου ” τοῦ ἐμαυτὸν, φησὶν, ἐκδοῦναι, τοῦτο τοῦ Θεοῦ θέλημα.

Ἐν ᾧ θελήματι ἡγιασμένοι ἐσμεν.

Ἢ καὶ ἄλλως φησὶν, ὅτι οὐχ αἱ θυσίαι τοὺς ἀνθρώπους καθαίρουσιν, ἀλλὰ τὸ θέλημα τοῦ Θεοῦ· ἄρα οὖν τὸ θύειν οὐ θέλημα τοῦ Θεοῦ· καὶ τί θαυμάζεις εἰ νῦν οὐ θέλημα τοῦ Θεοῦ, ὅπου οὐδὲ ἐξ ἠχῆς θέλημα ἦν· “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν “ ὑμῶν ” πῶς οὖν αὐτὸς ἐπέταξε; συγκαταβαίνων, ὥσπερ οὑν ὁ Παῦλός φησι· “ θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, “ ἐν ἐγκρατείᾳ·” καὶ πάλιν φησὶ, “ βούλομαι νεωτέρας γαμεῖν, “ τεκνογονεῖν,” καὶ δύο θελήματα τίθησιν, ἀλλ’ οὐ τὰ δύο αὐτοῦ ἐστιν, εἰ καὶ ἐπιτάττει, ἀλλὰ τοῦτο μὲν αὐτοῦ· διὸ καὶ χωρὶς αὐτὸ αἰτίας τίθησιν· ἐκεῖνο δὲ οὐκ αὐτοῦ, εἰ καὶ βούλεται· διὸ καὶ μετὰ αἰτίας πρόσκειται· πρότερον γὰρ κατηγορήσας αὐτῶν ὅτι κατεστρηνίασαν τοῦ Χριστοῦ, τότε φησὶ, “ βούλομαι νεωτέ- “ ρας γαμεῖν, τεκναγονεῖν,” οὕτω δὴ καὶ ἐνταῦθα· οὐκ αὐτοῦ θέλημα ἦν προηγούμενον τὸ τὰς θυσίας γίνεσθαι· ὥσπερ γὰρ, φησὶν, “ οὐ βούλεται τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν “ καὶ ζῇν,” καὶ ἀλλαχοῦ λέγει, ὅτι οὐ μόνον ἐβουλήθη, ἀλλὰ καὶ ἐπεθύμησεν τοῦτο· καίτοι ἐναντία ἡ ἐπιτεταγμένη βούλησίς ἐστιν· πῶς οὖν οὐ θέλεις; πῶς ἀλλαχοῦ ἐπιθυμεῖς, ὃ σφόδρα τοῦ θέλειν ἐστὶ σημεῖον; οὕτω δὴ καὶ ἐνταῦθα· “ ἐν ᾧτ’ θελήματι ἡγιασμένοι ἐσμὲν,” φησί· πῶς ἡγιασμένοι; διὰ τῆς προσφορᾶς Ἰησοῦ Χριστοῦ ἐφάπαξ.

Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκε κἀς ἡμέραν λειτουργῶν καὶ προσφέρων θυσίας.

Ἄρα τὸ ἑστάναι τοῦ λειτουργεῖν ἐστι σημεῖον· οὐκοῦν τὸ καθῆσθαι τοῦ λειτουργεῖσθαι.

234

Οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν, εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ· μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους· μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.

Εἰπεν ὅτι ἐκεῖναι οὐ προσφέρονται, συνελογίσατο ἀπὸ τῶν ἐγγράφων, ἀπὸ τῶν ἀγράφων· ἄλλως δὲ, καὶ ῥητὸν παρέστησεν προφητικὸν, λέγων, “ ὅτι θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας·” εἰπεν ὅτι ἀφῆκεν τὰς ἁμαρτίας, πάλιν καὶ τοῦτο ἀπὸ ἐγγράφων μαρτυρίας πιστοῦται· “ μαρτυρεῖ γάρ’ φησὶν, “ ἡμῖν, καὶ τὸ “ Πνεῦμα τὸ Άγιον·” μετὰ γὰρ τὸ εἰρηκέναι· “ αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει “ κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν “ διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ “ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι· ὅπου δὲ ἄφεσις τούτων, “ οὐκέτι προσφορὰ περὶ ἁμαρτίας·” οὐκοῦν ἀφῆκεν τὰς ἁμαρτίας, ὅτε τὴν διαθήκην ἔδωκεν· εἰ τοίνυν ἀφῆκεν τὰς ἁμαρτίας διὰ τῆς μιᾶς θυσίας, οὐκέτι χρεία δευτέρας· “ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ, τὸ λοιπὸν ἐκδεχόμενος·” τίνος ἕνεκεν ἡ ἀναβολή; “ ἵνα “ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· μιᾷ γὰρ προσ- “ φορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.” ἀλλ’ ἴσως εἴποι τις ἂν, τίνος ἕνεκεν οὐκ εὐθέως τέθεικεν; διὰ τοὺς πιστοὺς τοὺς μέλλοντας τίκτεσθαι καὶ γεννᾶσθαι· πόθεν οὖν ὅτι τεθήσονται; διὰ τοῦ εἰπεῖν ὅτι ἐκάθισεν· ἀνέμνησε πάλιν τῆς μαρτυρίας ἐκείνης τῆς λεγομένης, “ ἕως ἃν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον “ τῶν ποδῶν σου·” οἱ δὲ ἐχθροὶ αὐτοῦ οἱ Ἰουδαῖοί εἰσιν· εἰτα ἐπειδὴ εἶπεν, “ ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ,” σφόδρα δὲ ἠπείγοντο· τούτου χάριν πάντα τὰ μετὰ ταῦτα τίθησιν, ὅσα περὶ πίστεως διαλέγεται· τίνες δὲ οἱ ἐχθροί; οἱ ἄπιστοι πάντες, οἱ δαίμονες· καὶ τὸ πολὺ δὲ τῆς ὑποταγῆς αἰνιττόμενος, οὐκ εἰπεν, ὑπαταγῶσιν, ἀλλὰ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ.

Ἔχοντες οὖν, ἀδελφοὶ, παρρησίαν εἰς τὴν εἴσοδον

235
τῶν ἁγίων, ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, ἢν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν.

Δείξας τὸ μέσον τοῦ ἀρχιερέως καὶ τῶν θυσιῶν καὶ τῆς σκηνῆς καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε πάντα ἐκεῖνα ἐλάττω, ταῦτα δὲ μείζω, φησὶν, ὥσπερ αἰσχύνην ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παρρησίαν τὸ πάντα ἀφεθῆναι ἡμῖν, καὶ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης, εἰς τὴν εἴσοδον ἐνταῦθα τὸν οὐρανὸν, καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευματικὰ, “ ἣν ἐνεκαίνισε,” τουτέστιν, ἣν κατεσκεύασεν, καὶ ἧς ἤρξατο, ἐγκαινισμὸς γὰρ λέγεται ἀρχὴ χρήσεως, λοιπὸν ἣν κατεσκεύσαεν, φησὶ, καὶ δι’ ἧς αὐτὸς ἐβάδισεν “ ὁδὸν πρόσφατον καὶ “ ζῶσαν.” ἐνταῦθα τὴν πληροφορίαν τῆς ἐλπίδος ἐμφαίνει, “ πρόσφατον,” φησὶ, βιάζεται δεῖξαι πάντα μείζονα ἐσχηκότας, εἴ γε νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ μήτε ἐπὶ Ἀβραὰμ ἐγένετο· “ ὁδὸν πρόσφατον,” φησὶ, “ καὶ ζῶσαν·” ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσεν, τουτέστιν τὰ προστάγματα τὴν μένουσαν· “ διὰ “ τοῦ καταπετάσματος,” φησὶ, “ τῆς σαρκὸς αὐτοῦ·” ἡ γὰρ σὰρξ αὕτη ἔτεμεν πρώτη τὴν ὁδὸν ἐκείνην· τοῦτο αὐτὴν ἐνεκαίνισεν ἣ ἐβάδισεν· καταπέτασμα δὲ εἰκότως ἐκάλεσεν· ὅτε γὰρ ἤρθη εἰς υψος, τότε ἐφάνη τὰ ἐν τοῖς οὐρανοῖς.

Προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πιοτεως.

Τίνι προσερχόμεθα; τοῖς ἁγίοις, τῆ πίστει, τῆ πνευματικὴ λατρείᾳ, “ μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως,” ἐπειδὴ οὐδέν ἐστιν ὁρατὸν, οὔτε ὁ ἱερεὺς λοιπὸν οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον, καίτοιγε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἀλλ’ ἔνδον αὐτὸς εἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες· ἐνταῦθα δὲ . . . . τοῦτο γέγονεν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια, ἀλλ’ ὅτι καὶ ἡμεῖς εἰσερχόμεθα· διὰ τοῦτό φησιν “ ἐν πληροφορίᾳ πίστεως·” ἔστι γὰρ καὶ πιστεύειν ἁπλῶς διστάζοντα, οἱοι πολλοί εἰσι· καὶ νῦν λέγοντες ὅτι ἐνίων ἐστιν ἀνάστασις, ἐνίων οὔ· τοῦτο οὐκέτι πίστις· ἐν πληροφορίᾳ, φησὶ, πίστεως· οὕτω δεῖ πιστεύειν ὥσπερ ὁρωμένων, καὶ πολλῷ πλέον· ἐνταῦθα μὲν γὰρ σφαλῆναι ἐστὶν ἐν ὁρωμένοις, ἐκεῖ δὲ οὔ· ἐνταῦθα μὲν τῇ αἰσθήσει ἐπιτρέπομεν, ἐκεῖ δὲ “ τῷ πνεύ-

236
“ ματι· ἐρραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς·” δείκνυσιν ὅτι οὐ πίστις μόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ἐζητεῦται καὶ τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν· οὐ γὰρ δέχεται μετὰ πληροφορίας τὰ ἅγια τοὺς μὴ οὕτω διακειμένους· ἅγια γάρ ἐστι, καὶ ἅγια ἁγίων· ἐνταῦθα δὲ ἄνθρωπος οὐδεὶς βέβηλος εἴσεισιν· ἐκεῖνοι τὸ σῶμα ἐρραντίζοντο, ἡμεῖς τὴν συνείδησιν, ὥστε ἔνεστι καὶ νῦν περιρραντίζεσθαι αὐτῇ τῆ ἀρετῇ,

Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ.

Τὸ λουτρὸν φησὶν ἐνταῦθα οὐκέτι σωμάτων καθάρσιον, ἀλλὰ ψυχῆς· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος, ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν· μηδὲν τοίνυν περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει, πίστεως δεῖται τὰ ἡμέτερα.

Προτροπὴ σπουδῆς κατὰ φόβον τῆς μελλούσης κρίσεως.

Καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.

Καὶ πάλιν ἑτέρωθι, “ ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε· νῦν “ γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ὁ καιρὸς συνεσταλμένος ἐστὶ “ τὸ λοιπόν·” τί ἐστι “ μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν “ ἑαυτῶν ” οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχὺν, “ ὅπου γάρ εἰσι δύο ἢ τρεῖς,” φησὶ, “ συνηγμένοι “ εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν,” καὶ πάλιν, ἵνα ὦσιν ἓν, καθὼς ἡμεῖς· καὶ “ πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ “ μία·” οὐ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ τὰ τῆς ἀγάπην αὔξεται διὰ τῆς ἐπισυναγωγῆς, τῆς δὲ ἀγάπης αὐξομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι· ἀλλὰ μὴ εἰς ζῆλον, φησὶν, ἀλλ’ “ εἰς “ παροξυσμὸν ἀγάπης,” εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· καὶ καλῶν ἔργων, ὥστε ζῆλον λαβεῖν· εἰ γὰρ τὸ ποιεῖν τοῦ λέγειν μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν, πολλοὺς ἔχετε καὶ

237
ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας· τί ἐστι “ προσερχόμεθα μετὰ ἀληθινῆς καρδίας ;“ τουτέστι χωρὶς ὑποκρίσεως, μηδὲ ὀλιγοψυχῶμεν· τοῦτο γὰρ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται· πῶς δὲ ἔσται τοῦτο ; ἐὰν πληροφορῶμεν ἑαυτοὺς διὰ τῆς πίστεως ὡς ἐρραντμ σμένοι τὰς καρδίας· διὰ τί μὴ εἶπε, κεκαθαρμένοι ; τὴν διαφορὰν τῶν π εριρραντηρίων δεῖξαι βουλόμενος, καὶ τὸ μὲν τοῦ Θεοῦ φησι, τὸ δὲ ἡμέτερον· τὸ μὲν γὰρ λοῦσαι καὶ περιρρᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ, τὸ δὲ μετὰ ἀληθείας προσελθcν, καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον· εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου· τί ἐστι “ καὶ λελουμένοι τὸ σῶμα “ ὕδατι καθαρῷ ;“ τῷ καθαροὺς ποιοῦντι, ἣ τῷ μὴ ἔχοντι αἷμα· εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην· " μὴ ἐγκαταλείποντες τὴν “ ἐπισυναγωγὴν ἑαυτῶν, ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνό- συνόδους διατέμνουσιν· ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· ἀλλὰ “ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγά- “ πης·” τί ἐστι “ κατανοῶμεν ἀλλήλους ;“ οἷον εἴ τις ἐνάρετος, τοῦτον μιμώμεθα, βλέπωμεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνεται· μέγα γὰρ ἀγαθὸν ἡ σύνοδος· αὐτὴ γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά.

Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία.

Ἐκαθαρίσθης, ἀπηλλάγης ἐγκλημάτων, γέγονας υἱός· ἂν τοίνυν ἐπὶ τὸν πρότερον ἔμετον ὑποστρέψῃς, πάλιν ἀποκήρυξις μένει, καὶ πῦρ, καὶ ὅσα τοιαῦτα· οὐ γάρ ἐστι θυσία δευτέρα. πάλιν ἐνταῦθα ἡμῖν ἐπιφύονται οἱ τὴν μετάνοιαν ἀναιροῦντες, καὶ ὅσοι πρὸς τὸ βάπτισμα ὀκνοῦσιν ἐλθεῖν· ἐκεῖνοι μὲν λέγοντες ὅτι οὐκ ἀσφαλὲς αὐτοὺς τῷ βαπτίσματι προσελθεῖν, εἴγε οὐκ ἔστιν ἄφε- σις δευτέρα· οὗτοι δὲ φάσκοντες οὐκ ἀσφαλὲς εἶναι μεταδοῦναι μυστηρίων τοῖς ἡμαρτηκόσιν, εἴ γε μὴ ἔστιν ἄφεσις δευτέρα. τί οτυν πρὸς ἀμφοτέρους ἐροῦμεν; ὅτι οὐ τὴν μετάνοιαν ἐνταῦθα ἀναι-

238
ῥεῖ, οὐδὲ τὸν μετὰ μετανοίας ἐξιλασμόν· οὐδὲ ὠθεῖ καὶ καταβάλλει διὰ τῆς ἀπογνώσεως τὸν ἐπταικότα· οὐχ οὕτως ἐχθρός ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, ἀλλὰ τὸ δεύτερον ἀναιρεῖ λουτρόν· οὐ γὰρ εἶπεν, οὐκέτι ἐστὶ μετάνοια, οὐδὲ οὐκέτι ἐστιν ἄφεσις, ἀλλὰ θυσία οὐκέτι ἐστι· τουτέστι σταυρὸς δεύτερος οὐκέτι ἐστί· θυσίαν γὰρ τοῦτο καλεῖ.

(Θεόδωροσ.) Θεόδωρος δέ φησιν, ἀνάγκη τοὺς ἐνταῦθα τὰ χείρω μεταστάντας ἀπὸ τῶν κρειττόνων, ἀναστάντας τῆ κολάσει παραδοθῆναι λοιπὸν, οὐκ ἐπιδεχομένους τότε μετάνοιαν· οὐδὲ γὰρ ἐπὶ τοῦ παρόντος βίου τὴν μετάνοιαν ἀναιρεῖ, ἀλλὰ τὸ μὴ εἰναι τότε συγχώρησιν λαβεῖν, τὸν ἐπὶ τοῦ πταίειν ἐνταῦθα μεμενηκότα, καὶ μηδεμίαν ἐπὶ τὸ πταίειν δεξάμενον αἴσθησιν, ἀλογίᾳ τινὶ μετὰ πολλῆς ἡδονῆς ἅπαν ἐπιτελῶν ἁμάρτημα.

Φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος, ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.

Μιᾷ γὰρ θυσίᾳ, φησὶ, τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, οὐχ ὥσπερ τὰ Ἰουδαικά· διὰ γὰρ τοῦτο τοσαῦτα ἄνω καὶ κάτω διελέχθη περὶ τῆς θυσίας ὅτι μία· ἢ τοῦτο μόνον βουλόμενος δεῖξαι, ὅτι διενήνοχε τῶν Ἰουδαϊκῶν τοῦτο, ἀλλὰ καὶ ἀσφαλεστέρους ποιῆσαι, ὥστε μηκέτι προσδοκᾷν κατὰ τὸν Ἰουδαϊκὸν νόμον ἄλλην θυσίαν· “ ἑκουσίως γὰρ,” φησὶν, “ ἁμαρτανόντων “ ἡμῶν·” ὅρα πῶς συγγνωμονικός ἐστιν· ἑκουσίως, φησὶν, ἁμαρτανόντων ἡμῶν, ὥστε τῶν ἀκουσίων ἐστὶ συγγνώμη, μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας, ἤ τοι τοῦ Χριστοῦ, φησὶν, ἤ τοι τῶν δογμάτων ἁπάντων· οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, ἀλλὰ τί; “ φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος, “ ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.” ὑπεναντίους οὐ τοὺς ἀπίστους φησὶν, ἀλλὰ καὶ τοὺς ἐναντία πράττοντας τῇ ἀρετῇ· ἣ ὅτι καὶ τοὺς οἰκείους τὸ αὐτὸ δήξεται πῦρ, ὅπερ καὶ τοὺς ὑπεναντίους· εἶτα τὸ διαβρωτικὸν αὐτοῦ δηλῶν, ὥσπερ ἐψύχωσεν αὐτὸ, καθάπερ θηρίον παραξυνόμενον καὶ σφόδρα χαλεπὸν καὶ ἐξηγριωμένον, οὐκ ἃν παύσοιτο, ἕως ἂν λάβοι τινὰ καὶ καταφάγοι, οὕτω καὶ τὸ πῦρ ἐκεῖνο, καθάπερ τις ὑπὸ ζήλου κεντούμενος, ὃν ἃν ἐπιλάβηται οὐκ ἀφίησιν, ἀλλὰ τρώγει καὶ διασπᾷ· εἰτα καὶ τὸν

239
λόγον ἐπάγει τῆς ἀπειλῆς, εἰκότως, ὅτι δικαίως, ὅπερ εἰς πίστιν ἐστὶ συμβαλλόμενον· ὅταν δείξωμεν ὅτι δικαίως γίνηται.

Ἀθετήσας τις νόμον Μωυσέως, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἣ τρισὶν μάρτυσιν ἀποθνήσκει.

Ὥστε οὐδεμία σνγΤώμη, οὐδεὶς ἔλεος ἐκεῖ· καίτοι γε σέως ὁ νόμος ἐστι· τὰ γὰρ πολλὰ αὐτὸς διετάξατο· τι ἐστιν ἐπὶ δυσὶν ἣ τρισίν ; ἃν δύο καὶ τρεῖς μαρτυρήσωσι, φησὶν, εὐθέως τὴν δίκην ἔδοσαν· εἰ τοίνυν ἐπὶ τῆς παλαιᾶς, ἔνθα ὁ Μώσεως ἀθετειται νόμος, τοσαύτη τιμωρία,

Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.

Καὶ πῶς καταπατεῖ τις τὸν υἱὸν τοῦ Θεοῦ ; ὅταν γὰρ αὐτοῦ μετέχων ἐν τοῖς μυστηρίοις ἁμαρτίαν ἐργάσηται, φησὶν, οὐχὶ κατεπάτησεν αὐτόν ; οὐχὶ κατεφρόνησεν αὐτοῦ ; “ καὶ τὸ αἷμα “ κοινὸν,” φησὶν, “ ἡρράμενος,” τουτέστιν, ἀκάθαρτον, ἢ τῷ μηδὲν πλέον ἔχειν τῶν λοιπῶν· “ καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας·” ὁ γὰρ τὴν εὐεργεσίαν μὴ παραδεχόμενος, ὕβρισε τὸν εὐεργετήσαντα· ἐνταῦθά μοι δοκεῖ καὶ περὶ τῶν μυστηρίων αἰνίττεσθαι· ε7τα καὶ μαρτυρίαν ἐπάγει λέγων,

Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος· γέγραπται γὰρ, ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ.

Ἐμπεσούμεθα, φησὶν, εἰς χεῖρας Θεοῦ, καὶ μὴ εἰς χεῖρας ἀν- θρώπων· ἀλΑ· ἐὰν μὴ μετανοήσητε, εἰς χεῖρας Θεοῦ ἐμπεσεῖσθε· ἐκεῖνο φοβερὸν, τοῦτο οὐδέν ἐστι, τὸ εἰς χεῖρας ἀνθρώπων ἐμπεσεῖν· κατὰ γὰρ τὸ ἔλεος αὐτοῦ ἡ ὀργὴ αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ· ἅμα καὶ ἕτερον αἰνίττεται ἐνταῦθα· ἐμοὶ γὰρ ἐκδίκησις, φησὶν, ἐγὼ ἀνταποδώσω· ἐπὶ τῶν ἐχθρῶν τοῦτο εἴρηται τῶν κακῶς πασχόντων· ἐνταῦθα καὶ παραμυθεῖται αὐτοὺς, μονονουχὶ λέγων· μένει διὰ παντὸς ὁ Θεὸς καὶ ζῆ, ὥστε κάν μὴ νῦν ἀπολάβωσιν, ὕστερον ἀπολήψονται, ἐκείνους δεῖ στε-

240
νάζειν, οὐχ ἡμᾶς· ἡμεῖς μὲν γὰρ εἰς τὰς ἐκείνων ἐμπεσούμεθα χεῖρας, ἐκεῖνοι δὲ εἰς τὰς τοῦ Θεοῦ.

Περὶ τοῦ καλὴν ἀρχὴν εἰς καλὸν τέλος προαγαγεῖν.

Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων.

Κατασείσας αὐτῶν τὰς ψυχὰς τῇ μνήμῃ τῆς γεέννης, καὶ πιστωσάμενος αὐτοὺς, ὥστε πάντως δεῖ ἀπολέσθαι τὸν ἐνυβρίσαντα εἰς τὴν τοῦ Θεοῦ χάριν, καὶ τοῦτο ἀπὸ τῶν Μωϋσέως δείξας νόμων, ὅτι καὶ ἀπολοῦνται, καὶ μειζόνως, καὶ μαρτυρίαις ἑτέραις ἐπισφραγίσας, ὥστε μὴ τῷ πολλῷ φόβῳ ἀπαγορεύσασαν τὴν ψυχὴν καταποθῆναι τῇ λύπῃ, παραμυθεῖται αὐτοὺς διὰ τῶν ἐγκωμίων καὶ τῆς παρακλήσεως, καὶ τὸν ζῆλον οἴκοθεν αὐτοῖς προσφέρει· ὡσανεὶ ἔλεγεν, ὅτε ἐνήγεσθε, ὅτε ἐν τάξει μαθητῶν ἦτε, τοσαύτην προθυμίαν ἐπεδείξασθε, τοσαύτην γενναιότητα, νῦν δὲ οὐκέτι· καὶ ὁ παρακαλῶν οὕτω μάλιστα παρακαλεῖ ἀπὸ τῶν οἰκείων· καὶ οὐχ ἁπλῶς εἶπεν ἄθλησιν ὑπεμείνατε, ἀλλὰ πολλήν· καὶ οὐκ εἶπε πειρασμοὺς, ἀλλ’ ἄθλησιν, ὅπερ ἐστὶν ἐγκωμίου ὄνομα, καὶ ἐπαίνων μεγίστων· εἶτα καὶ καταλέγει, κατὰ μέρος πλατύνων τὸν λόγον, καὶ τοὺς ἐπαίνους πολλοὺς ποιῶν· πῶς ; “ τοῦτο μὲν ὀνειδισμοῖς,” φησὶ, “ καὶ θλίψει θεατριζόμενοι·” μέγα γὰρ ὀνειδεισμὸς καὶ ἱκανὸν διαστρέψαι ψυχὴν καὶ σκοτῶσαι λογισμόν· ἄκουε γὰρ, τί φησιν ὁ προφήτης, “ ἐν τῷ λέγεσθαι μοι καθ’ ἑκάστην ἡμέραν, ποῦ ἐστιν ὁ Θεός σου ” καὶ πάλιν “ ὅτι “ εἰ ἐχθρὸς ὠνείδισέν με, ὑπήνεγκα ἄν·” καὶ οὐχ ἁπλῶς εἶπεν ὀνειδισμὸν, ἀλλὰ καὶ αὐτὸ μετ’ ἐπιτάσεως πολλῆς, “ θεατριζό- “ μένοι·” ὅταν μὲν γάρ τις ὀνειδίζηται, καθ’ ἑαυτὸν λυπηρὸν μὲν, πολλῷ δὲ πλέον ὅταν ἐπὶ πάντων· εἰπὲ γάρ μοι, ὅσον ἦν κακὸν, ἀποστάντας τῆς Ἰουδαϊκῆς ταπεινότητος καὶ ὡς ἐπὶ ἄριστον βίον μετελθόντας, καὶ τῶν πατρῴων καταφρονήσαντας, ὑπ’ αὐτῶν τῶν οἰκείων πάσχειν κακῶς, καὶ μηδεμίαν ἔχειν ἀντίληψιν· οὐκ ἔχω, φησὶν, εἰπεῖν, ὅτι ταῦτα ἐπάθετε μὲν, οὐκ ἠλγεῖτε δὲ, ἀλλὰ καὶ

241
σφόδρα ἐχαίρετε· καὶ τοῦτο ἐδήλωσεν εἰπὼν, “ κοινωνοὶ τῶν οὕτως “ πασχόντων γενηθέντες·” οὐ μόνον, φησὶν, ἐπὶ τοῖς οἰκείοις οὐκ ᾐσχύνεσθε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐκοινωνεῖτε τοῖς ταῦτα παθοῦσιν· τοῦτο καὶ παρακαλοῦντος αὐτούς ἐστιν· οὐκ εἶπε, φέρετε τὰς θλίψεις τὰς ἐμὰς, ἀλλὰ τὰς ὑμετέρας αἰδέσθητε· “ καὶ γὰρ τοῖς “ δεσμοῖς μου συνεπαθήσατε·” ὁρᾷς ὅτι περὶ ἑαυτοῦ φησι, καὶ τῶν ἄλλων τῶν δεδεμένων ; οὕτως οὐχ ἡγήσασθε δεσμὰ εἶναι τὰ δεσμὰ, ἀλλ’ ὥσπερ ἀθληταὶ γενναῖοι οὕτως ἔστητε, ὅτι οὐ μόνον ἐν τοῖς ὑμετέροις οὐκ ἐδέεσθε παρακλήσεως, ἀλλὰ καὶ τοῖς ἄλλοις ἐγίνεσθε παράκλησις· “ καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων μετὰ “ χαρᾶς προσεδέξασθε·” βαβαὶ πόση πληροφορία πίστεως ; εἶτα καὶ τὴν αἰτίαν τίθησιν, οὐ μόνον πρὸς ἄθλους αὐτοὺς παρακαλῶν, ἀλλὰ καὶ πρὸς τὸ μὴ διασαλευθῆναι τῆς πίστεως· τὸν ὑμέτερον πλοῦτον, φησὶν, ἁρπαζόμενον ὁρῶντες, ἠνέγκατε, καὶ ὃ πολλῷ τούτου μεῖζον ἐστὶν ἐποιήσατε, τὸ καὶ μετὰ χαρᾶς τὰ τοιαῦτα φέρειν.

Γινώσκοντες ἔχειν ἑαυτοῖς κρείσσονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.

Ἀντὶ τοῦ βεβαίαν, οὐχ οὕτως ἀπολλυμένην ὥσπερ ταύτην· εἶτα ἐπαινέσας αὐτοὺς, φησί· “ μὴ ἀποβάλητε οὖν τὴν παρρη- “ σίαν μεγάλην·” οὐκ εἶπεν ὅτι ἀπεβάλητε καὶ ἀνακτήσασθε, ἀλλ’ ὃ μᾶλλον ἐποίει αὐτοὺς ῥωσθῆναι, ὅτι ἔχετε αὐτὴν, φησί· τὸ μὲν γὰρ ἀποβληθὲν ἀνακτήσασθαι πάλιν, καμάτου δεῖται πλείονος· τὸ δὲ κατεχόμενον μὴ ἀπολέσαι, οὐχ οὕτως· “ μὴ ἀποβάλητε “ οὖν, ” φησὶ, “ τὴν παρρησίαν ὑμῶν·” ὥστε ἐν παρρησίᾳ ἦσαν πολλῇ πρὸς τὸν Θεόν· “ ἢ τις ἔχει μισθαποδοσίαν μεγάλην·” καὶ πότε αὐτὰ ληψόμεθα, φησί· εἰ ἐν οὐρανοῖς γινώσκητε, φησὶν, ἔχειν ὕπαρξιν κρείττονα, μηδὲν ἐνταῦθα ζητεῖτε, “ ὑπομονῆς γὰρ ἔχετε “ χρείαν,” οὐχὶ προσθήκης, ἵνα ἐν τοῖς αὐτοῖς μείνητε, ἵνα μὴ ῥίψητε τὸ ἐγχειρηθέν· ἵνα πρὸς τὸ τέλος ἐλθόντες “ κομίσησθε τὴν “ ἐπαγγελίαν.”

Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιει.

242

Ἵνα γὰρ μὴ λέγωσι καὶ πότε ἥξει, ἀπὸ τῆς γραφῆς αὐτοὺς παρακαλεῖ, ὥστε καὶ τὸ ἀναμένειν μισθός ἐστιν οὐ μικρός.

Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.

Μεγάλη αὕτη παράκλησις, ὅταν δεικνύῃ τις τὸ πᾶν κατορθωκότας καὶ διὰ μικρὰς ῥᾳθυμίας ἀπολλύντας αὐτό.

Περὶ πίστεως τῆς καὶ τοὺς παλαιοὺς δοξασάσης.

Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ I πίστεως εἰς περιποίησιν ψυχῆς· ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.

Ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι· ἔλεγχος γάρ ἐστιν ἐπὶ τῶν λίαν δήλων· καὶ εἰς τὴν αὐτὴν τοῖς ὁρωμένοις φέρει πληροφορίαν τὰ μὴ ὁρώμενα· οὔτε οὑν ἐν τοῖς ὁρωμένοις ἀπιστῆσαί ἐστιν, οὔτε πάλιν ἂν μὴ τῶν ὁρωμένων σαφέστερον περὶ τῶν ἀοράτων πληροφορῆται τις, πίστις εἶναι δύναται· ἐπειδὴ γὰρ τὰ ἐν ἐλπίδι ἀνυπόστατα εἶναι δοκεῖ, ἡ πίστις ὑπόστασιν αὐτοῖς χαρίζεται, μᾶλλον δὲ οὐ χαρίζεται, ἀλλ’ αὐτό ἐστιν οὐσία αὐτῶν· οἷον ἡ ἀνάστασις οὐ παραγέγονεν, οὐδὲ ἐστὶν ἐν ὑποστάσει, ἀλλ’ ἡ ἐλπὶς ὑφίστησιν αὐτὴν ἐν τῇ ἡμετέρα ψυχῇ, τοῦτό ἐστιν “ ὑπόστασις πραγμάτων.” εἰ τοίνυν ἔλεγχός ἐστιν οὐ βλεπομένων, τι δὴ βούλεσθε αὐτὰ ἰδεῖν, ἵνα ἐκπέσητε τῆς πίστεως ; οὐ τῶ δίκαιοι εἶναι, εἰ γε ἐκ πίστεως ὁ δίκαιος ζήσεται, ὑμεῖς δὲ εἰ βούλεσθε αὐτὰ ἰδεῖν, οὐκέτι ἐστὲ πιστοί.

(Θεόδωροσ.) Θεόδωρος δέ φησι· τὸ περὶ τῆς πίστεως παρὰ Ἰουδαίοις, μάλιστα εἰδὼς ἀπό τινος ἀκολουθίας, πολλαῖς ταῖς περὶ αὐτοῦ κέχρηται ἀποδείξεσιν· ἐκεῖνοι μὲν γὰρ προεβάλοντο τὸν νόμον, καὶ τὴν ἐκ τῶν ἔργων αὐτοῦ δικαίωσιν, οὗτοι δὲ τὴν πίστιν, τοῦτο λέγοντες, ὅτι κἂν μυρίοις τις ἐνέχηται κακοῖς, πιστεύσας μόνον Χριστῷ, σύντομον ἁπάντων δέχεται τὴν

243
ἀπαλλαγὴν, τῆς παρ᾿ αὐτοῦ δικαιώσεως ἀξιούμενος· ὅθεν ὁρισάμενος αὐτὴν, ὁμοῦ μὲν ὥστε οἰκειῶσαι τοῖς προειρημένοις, ὁμοῦ δὲ ὥστε μᾶλλον αὐτὴν δυνηθῆναι δεῖξαι παρὰ πᾶσι φαινομένην τοῖς ἐναρέτοις καὶ παλαιοῖς ἀνδράσιν, ἐπάγει, “ ἐν ταύτῃ γὰρ ἐμαρ- “ τυρήθησαν οἱ πρεσβύτεροι.”

(Χρυσοστόμου.) Ὁ μακάριος δὲ Ἰωάννης φησί· τὸ γενναίας καὶ νεανικῆς δεῖται ψυχῆς καὶ πάντα ὑπερβαινούσης τὰ αἰσθητὰ, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν τῶν ἀνθρωπίνων παρερχομένης· οὐ γάρ ἐστιν ἑτέρως γενέσθαι πιστὸν, ἃν μή τις ἑαυτὸν τῆς συνηθείας ὑπεραναγάγῃ τῆς κοινῆς. ἐπεὶ οὖν αἱ τῶν Ἑβραίων ἦσαν ἐξησθενημέναι ψυχαὶ, καὶ ἀπὸ πίστεως μὲν ἤρξαντο, ὑπὸ δὲ τῶν πραγμάτων, λέγω δὴ τῶν παθῶν, τῶν θλίψεων ὀλιγοψύχουν λοιπὸν καὶ παρεσαλεύοντο, πρῶτον μὲν αὐτοὺς ἀπὸ τῶν αὐτῶν παρεκάλεσεν εἰπὼν, “ μνήσθητε τὰς προτέρας ἡμέρας·” ἔπειτα ἀπὸ τῆς γραφῆς λεγούσης, “ ὁ δὲ δίκαιος ἐκ πίστεως ζή- “ σεται,” ἔπειτα ἀπὸ λογισμῶν, εἰπών· “ ἔστι δὲ πίστις ἐλπιζο- “ μένων ὑπότασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων·” νῦν δὲ πάλιν ἀπὸ τῶν προπατόρων τῶν μεγάλων ἀνδρῶν καὶ θαυμαστῶν ἐκείνων, μονονουχὶ λέγων· εἰ ἔνθα παρὰ πόδας τὰ ἀγαθὰ πάντες πίστει ἐσώθησαν, πολλῷ μᾶλλον ἡμεῖς· καὶ δείκνυσιν ὅτι τὰ μέγιστα διὰ πίστεως, καὶ οὐ διὰ λογισμῶν κατορθοῦνται· δῆλον γὰρ, φησὶν, ἐστὶν, ὅτι ἐξ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ Θεὸς, ἐκ τῶν μὴ φαινομένων τὰ φαινόμενα, ἐκ τῶν οὐχ ὑφεστώτων τὰ ὑφεστῶτα· πόθεν ; ὅτι καὶ ῥήματι τοῦτο ἐποίησεν· ὁ μὲν γὰρ λογισμὸς οὐδὲν ὑποβάλλει τοιοῦτον, ἀλλὰ τοὐναντίον, ὡς ἐκ φαινομένων τὰ φαινόμενα εἶναι, πίστεως δὲ δηλονότι ἔργον.

Πίστει γὰρ νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας.

Διὰ τι πίστει ; “ ὅτι μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γέ- “ γονεν·” εἰπὼν δὴ τὸ κοινὸν, λοιπὸν ἐπὶ προσώπῳ αὐτὸ γυμνάζει· καὶ γὰρ τῆς οἰκουμένης ἐστὶν ἀντάξιος, ἔνδοξος ἀνήρ· τοῦτο γοῦν καὶ ὕστερον ᾐνίξατο· ἐπειδὴ γὰρ ἐπὶ προσώπων αὐτὸ ἑκατὸν ἣ διακοσίων ἀντέστησεν· εἶτα εἶδε τὸν ἀριθμὸν ὀλίγον τῇ ποσότητι, λοιπὸν, φησίν· “ ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος·” καὶ θέα τίνα πρῶτον τίθησιν· τὸν παθόντα κακῶς, καὶ παρὰ ἀδελφοῦ· οἰκεῖον τὸ πάθος· καὶ γὰρ ὑμεῖς ταῦτα, φησὶν, ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυ-

244
λετῶν, καὶ ὑπὸ ἀδελφοῦ οὐδὲν ἠδικημένου, ἀλλὰ διὰ Θεὸν φθονηθέντος, δεικνὺς ὅτι καὶ αὐτοὶ βασκαίνονται καὶ φθονοῦνται, ἐτίμησεν ἐκεῖνος τὸν Θεὸν, καὶ ἀπέθανεν ἀνθ’ ὧν ἐτίμησεν· θυσίαν δὲ ἐνταῦθα τὴν ἐντιμοτέραν λέγει, τὴν λαμπροτέραν, τὴν ἀναγκαιοτέραν· καὶ οὐκ ἔχομεν, φησὶν, εἰπεῖν ὅτι οὐκ ἀπεδέχθη, ξατο καὶ ε7πεν πρὸς τὸν Κάιν, οὐκ ἃν ὀρθῶς μὲν προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς ; οὐκοῦν ὁ Ἅβελ καὶ ὀρθῶς προσήνεγκε καὶ ὀρθῶς διεῖλεν, ἀλλ’ ὁμ́ως ἀντὶ τούτων τίνα τὴν ἀμοιβὴν ἔλαβεν ; ἐσφάγη παρὰ τῆς ἀδελφικῆς χειρός· καὶ τὴν καταδίκην ἢν ὁ πατὴρ ὑπέμεινεν διὰ τὴν ἁμαρτίαν, ταύτην πρῶτος ἐδέξατο ἁ κατορθώσας· καὶ τοσούτῳ χαλεπὰ ἔπαθεν, ᾧ καὶ παρὰ ἀδελφοῦ καὶ πρῶτος, καὶ ταῦτα κατόρθωσεν εἰς οὐδένα ἰδών· εἰς τίνα γὰρ εῃεν καὶ . . . ἐτίμησε τὸν Θεόν· εἰς τὸν πατέρα καὶ τὴν μητέρα ; ἀλλ’ ἐκεῖνοι ὕβρισαν αὐτὸν ἀντὶ τῶν εὐεργεσιῶν· ἀλλ’ εἰς τὸν ἀδελφόν ’, ἀλλὰ καὶ οὗτος ἠτίμασεν, ὥστε παρ’ ἑαυτ . . . ἀγαθὸν ἐξεῦρε, καὶ ὁ τοσαύτης τιμῆς ἄξιος, ἐσφάγη· πῶς δὲ καὶ ἄλλως ἐμαρτυρήθη ετͅναι δίκαιος ; λέγεται πῦρ κατελθὸν ἀναλαβεῖν τὰς θυσίας· ἀντὶ γὰρ τοῦ “ ἐπὶ Ἅβελ ἐπέβλεψεν, καὶ ἐπὶ τὰς θυσίας “ αὐτοῦ ὁ Κύριος, καὶ ἐνεπύρισεν,” εἶπεν· ὁ τοίνυν καὶ διὰ λόγων καὶ δι’ ἔργων μαρτυρήσας τῷ δικαίῳ, καὶ δι’ αὐτὸν ὁρῶν ἀναιρού- μένον, οὐκ ἤμυνεν, ἀλλ’ εἴασεν· τὸ δὲ ὑμέτερον, οὐ τοιοῦτον· πῶς γὰρ οἱ καὶ προφήτας καὶ παραδείγματα ἔχοντες, καὶ παρακλήσεις μυρίας, καὶ σημεῖα καὶ θαύματα γενόμενα, ὥστε ἐκεῖνο ὄντως πίστις ἢν, καὶ ἀπὸ πίστεως τὴν ἀρετὴν εἵλετο· τί ἐστι " καὶ δι’ “ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ;” ἵνα μὴ εἰς πολλὴν αὐτοὺς ἐμβάλῃ, δείκνυσιν αὐτὸν ἐν μέρει ἀπολαύσαντα ἀμοιβῆς· πῶς ; ἡ ἐπισκοπὴ ἡ παρ’ αὐτοῦ, φησὶ, πολλὴ ἐστί· “ καὶ ἔτι “ λαλεῖ,” τουτέστιν ἀνεῖλεν αὐτὸν, ἀλλ’ οὐ συνανεῖλεν αὐτοῦ τὴν δόξαν καὶ τὴν μνήμην· τοῦτο δὲ καὶ τοῦ ζῆν σημεῖόν ἐστιν· ὁ γὰρ παραινῶν τοῖς ἄλλοις δικαίους εἶναι, λαλεῖ· οὐ τοσοῦτον γὰρ ἀνύει λόγος, ὅσον τὸ πάθος τοῦ ἐκείνου.

Πίστει, Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸς ὁ Θεός.

Οὗτος μείζονα πίστιν τοῦ ̓λβελ ἐπεδείξατο· τὰ γὰρ εἰς ἐκεῖ-

245
νον γενόμενα ἱκανὰ ἦν αὐτὸν ἀποτρέψαι, ἀλλ’ ἐκεῖνα ὑπερβὰς, ἔγνω ὅτι εἰ Θεὸς ἐστὶ, πάντως καὶ ἀνταποδότης ἐστίν· καὶ τοι οὐδὲν οὔπω περὶ ἀναστάσεως ᾔδεσαν· καὶ ὅμως εἰ οἱ τοῦτο μὴ εἰδότες καὶ ἐνταῦθα τἀναντία ὁρῶντες οὕτως εὐηρέστησαν, πόσῳ μᾶλλον ἡμεῖς ; κἂν ὑμεῖς οὖν, φησὶν, ὁρᾶτε μηδὲν ἐνταῦθα ἀπολαμβάνοντας ὑμᾶς, μὴ θορυβεῖσθε· πῶς πίστει μετετέθη Ἐνώχ ; ὅτι τῆς μεταθέσεως ἡ εὐαρέστησις αἰτία, τῆς δὲ εὐαρεστήσεως ἡ πίστις· εἰ γὰρ μὴ ᾔδει ὅτι λήψεται ἀμοιβὰς, πῶς εὐηρέστει ;

Χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι.

Πῶς; ἃν γάρ τις πιστεύσῃ εἶναι Θεὸν καὶ ἀντίδοσιν, ἕξει τὰς ἀμοιβάς. πόθεν οὖν ἡ εὐαρέστησις ; “ πιστεῦσαι γάρ’ φησὶ, “ δεῖ τὸν προσερχόμενον Θεῷ ὅτι ἔστιν,” οὐ τὸ τι ἐστιν· τοῦτο γὰρ λογισμῷ καταλαβεῖν ἀδύνατον· εἰ ὅτι μισθαποδότης ἐστιν πίστεως χρείαν ἔχει καὶ οὐ λογισμῶν, πῶς τὰ τῆς οὐσίας λογισμῷ περιλαβεῖν ἔνι ; πολλοὶ δὲ ζητοῦσι, ποῦ μετετέθη ὁ Ἐνὼχ, καὶ διὰ τί μετετέθη, καὶ διὰ τί οὐκ ἀπέθανεν, οὔτε αὐτὸς οὔτε ὁ Ἠλίας, καὶ εἰ ἔτι ζῶσι, καὶ πῶς ζῶσι, καὶ ἐν ποίῳ σχήματι· ἀλλὰ περιττὸν ταῦτα ζητεῖν· οὐ γὰρ προσέθηκε ταῦτα ἡ γραφή· τοῦτο μὲν γὰρ γέγονε τὸ τῆς μεταθέσεως· ἐκ προοιμίων εὐθέως τῆς ἀνθρωπίνης ψυχῆς λαμβανούσης ἐλπίδα τῆς καταλύσεως τοῦ θανάτου· μετετέθη γὰρ οὐ νεκρὸς, ἀλλὰ τοῦ μὴ ἰδεῖν θάνατον· διὰ τοῦτο προσέθηκε, ζῶν μετετέθη, ὅτι εὐηρέστησεν.

Πίστει, χρηματισθεὶς Νῶε.

Τὸ μὲν ὑπόδειγμα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγμα μόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας· αὕτη δέ ἐστιν ἀπηρτισμένη παράκλησις καὶ προτροπή· ὅταν μὴ μόνον οἱ πιστεύοντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες· τι δέ ἐστι “ χρηματισθείς ” τουτέστι, πρόρρησιν λαβών· χρηματισμὸς δὲ τίνος ἕνεκεν λέγεται ; καὶ γὰρ ἀλλαχοῦ φησιν· “ ἦν “ αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος·” καὶ πάλιν· “ καὶ τί φησιν ὁ χρηματισμός ;” ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον ὥσπερ γὰρ Θεὸς χαρὰ, οὕτω καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; ἡ προφητεία λέγεται χρηματισμός· “ περὶ “ τῶν μὴ βλεπομένων,” φησὶ, τουτέστι, τοῦ ὑετοῦ “ εὐλαβηθεὶς

246
“ κατεσκεύασε κιβωτόν·” ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλεν· ἐγάμουν γὰρ καὶ ἐγαμίσκοντο· ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν, ἀλλ’ ὅμως ἐφοβήθη ἐκεῖνος, καὶ κατεσκεύασε κιβωτόν· “ εἰς “ σωτηρίαν τοῦ οἴκου αὐτοῦ·” πῶς ; “ δι’ ἧς κατέκρινε τὸν “ κόσμον,” ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως· οἱ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο.

Καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.

Τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῶ Θεῷ· τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης.

Πίστει, καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν, ἐξῆλθεν μὴ ἐπιστάμενος που ἔρχεται· πίστει, παρῴκησεν τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.

τίνα γὰρ εἶδεν, εἰπέ μοι, ἵνα ζηλώσῃ ; πατέρα Ἕλληνα εἶχεν καὶ εἰδωλολάτρην· προφητῶν οὐκ ἀκηκόει· οὐκ ᾔδει ποῦ ἤρχετο· ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο· τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται· καὶ τί θαυμαστὸν εἰ αὐτὸς ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτως κατῴκησεν· ὥν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν· εἶπεν γὰρ “ σοὶ δώσω τὴν γῆν ταύ- “ τὴν καὶ τῷ σπέρματι σου·” εἶδε τὸν υἱὸν ἐκεῖ κατοικοῦντα· καὶ ὁ ἔγγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη· τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκ . . σθαι, καίτοι καὶ πρὸς .... ἧται ὅτι σοὶ καὶ . . . τι σου, οὐ διὰ τοῦ σπέρμ’ ... σοὶ, ἀλλὰ “ σοὶ καὶ τῷ σπέρματι σου·” καὶ οὔτε αὐτὸς ....... . . σαὰκ, οὔτε ὁ Ἰακὼβ . . . σαν τῆς ὑποσχέσεως ὁ . . γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ . . . νετο· οὗτος δὲ καὶ ἐξ ἔπι . . δεδωκὼς, καὶ τὰ μὲν εἰ . . τὰ δὲ εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο

247
ἄν· διὰ τοῦτό φησιν, ὅτι μετὰ τῶν κληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς.

Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας.

Δύο ἐνταῦθα ζητῆσαι ἄξιον· πῶς εἰπὼν ὅτι μετέθηκε τὸν Ἐνὼχ, καὶ οὐχ εὑρίσκετο τοῦ μὴ ἰδεῖν θάνατον, λέγει, “ κατὰ πίστιν ἀπέ- “ θάνον οὗτοι πάντες,” καὶ πάλιν, “ μὴ κομισάμενοι τὰς ἐπαγγε- “ λίας,” τὸν Νῶε εἰληφέναι φησὶν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἄβελ ἔτι λαλεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς, καὶ, φησὶ, “ κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι “ τὰς ἐπαγγελίας.” τί οὖν ἐστιν ; ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον· “ κατὰ πίστιν ἀπέθανον,” ἀλλ’ ἐπειδὴ ἐξῃρημένου ἐκείνου ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας· τὸ δὲ “ μὴ “ κομισάμενοι τὰς ἐπαγγελίας,” ἀληθὲς τυγχάνει· οὐ γὰρ τοῦτο ἤμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε· ποίας δὲ καὶ ἐπαγγελίας φησίν ; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς, οἱ δὲ περὶ Νῶε καὶ Ἄβελ καὶ Ἐνὼχ ποίας ἐπαγγελίας ἔλαβον ; ἣ τοίνυν περὶ τῶν τριῶν φησι τούτων, ἣ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε· ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο· γεύματα δέ τινα ἦν τῶν μελλόντων· δίδωσι γὰρ καὶ ἐνταῦθα.

Αλλὰ πόρρωθεν αὐτὰς εἰδότες καὶ ἀσπασάμενοι.

Ενταῦθά τι μυστικὸν αἰνίττεται, ὅτι πάντα προέλαβον τὰ περὶ τῶν μελλόντων εἰρημένα· περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυξεν· τὰς γὰρ ἐπαγγελίας ταύτας, φησίν· ἢ τοῦτό φησιν, ἣ ὅτι οὐκ ἔλαβον μὲν αὐτάς· θαρρήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον τῇ πίστει μόνῃ, πόρεν ἀυτὰς ιοοντες, πρὸ τεσσάρων γενέων μέτα γὰρ τοσαύτας ἀπῆλθον ἐξ Αἰγύπτου· καὶ ἀσπασάμενοι, φησὶν, καὶ ἡσθέντες· οὕτως πεπεισμένοι ησαν πέρι ἀυτῶν.

Ἐξεδέχοντο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.

Ὁρᾷς ὅτι τούτῳ ἔλαβον, τῷ ἤδη δέξασθαι καὶ θαρρῆσαι ὑπὲρ

248
αὐτῶν ; εἰ τοίνυν τὸ θαρρῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν· τι ἐστι “ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν ” οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι ; πρὸς σύγκρισιν ἐκείνων, οὐκ εἰσίν· “ πίστει, “ φησὶ, καὶ αὐτὴ Σάρρα·” ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἰ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν· ἀλλ’ εἴποι ἄν τις, πῶς πιστὴ ἡ γελάσασα ; ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως γέγονεν· τὸ γὰρ εἰπεῖν “ οὐκ ἐγέλασα,” ἀπὸ πίστεως γέγονε· τοιγαροῦν διὰ τοῦτο κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις.

Πίστει, καὶ αὐτὴ Σάρρα, δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκεν.

Τί ἐστιν εἰς καταβολὴν σπέρματος ; εἰς τὸ κατασχεῖν τὸ σπέρμα δύναμιν ἔλαβεν· ἦν νενεκρωμένη, ἦν στεῖρα· διπλῆ γὰρ ἦν ἡ πήρωσις· ὅθεν καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ἡ ἀναρίθμητος. ὅθεν, φησὶ, “ καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ “ πάντες·” οὐ τοῦτο μόνον λέγει ὅτι ἐγέννησεν, ἀλλ’ ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· ὡς τὰ ἄστρα, φησίν· πῶς οὖν αὐτοὺς ἀριθμεῖ; ἤτοι τὴν ὑπερβολήν φησιν, ἤτοι τοὺς ἀεὶ γενομένους.

Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοι εἰσὶν ἐπὶ τῆς γῆς.

Ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης, καὶ πατρίδα ἐζήτουν· ποίαν δὴ ταύτην ; ἄρα ἣν εἴασαν ; οὐδαμῶς· τι γὰρ ἐκώλυσεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν καὶ γενέσθαι πολίτας ; ἀλλ’ ἐκείνην ἐζήτουν τὴν ἐν τοῖς οὐρανοῖς· οὕτως καὶ πρὸς τὴν ἀποδημίαν τὴν ἐνθένδε ἔσπευδον, καὶ οὕτως ἤρεσκον Θεῷ.

Τί λέγεις ; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεται Θεὸς καλεῖσθαι αὐτῶν; μέγα καὶ ὄντως μέγα καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον· πῶς ; ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων Θεὸς, ᾗ ἔκτισεν καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων, οὐχ οὕτως, ἀλλ’ ὡς φίλος τις γνήσιος· ἐννόησον ὅσον

249
ἐστὶ τὸ μέγεθος· ὁ τῆς οἰκουμένης καλούμενος Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοσούτων εἰσὶν ἀντίρροποι οἱ ἅγιοι.

Πίστει, προσενήνοχεν τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος, πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.

Ἐνταῦθα οὐ τοὺς ἀνθρωπίνους ὑπερβῆναι μόνον λογισμοὺς ἐχρῆν, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ, οἷόν τι λέγω, εἶπεν, “ ἔξελθε ἐκ τῆς γῆς σου, “ καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην, καὶ οὐκ “ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός·” ὁρᾷς πῶς τὰ γινόμενα τῇ ἐπαγγελίᾳ ἐμάχετο; πάλιν φησίν· “ ἐν Ἰσαὰκ “ κληθήσεταί σοι σπέρμα, καὶ ἐπίστευσεν,” καὶ πάλιν λέγει, ὅτι θῦσόν μοι τοῦτον τὸν μέλλοντα τὴν οἰκουμένην ἅπασαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν εἰδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας ἐναντίας ταῖς ἐπαγγελίαις ; καὶ οὐδὲ οὕτως ἐθορυβήθη οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξω τῆς ἐπαγγελίας ὑπομένετε· εἶπε γὰρ ὅτι ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, λαὶ ὅσα τοιαῦτα· ἐκεῖνος ἐναντία ὣν ἐπηγγείλατο ἤκουσε παρὰ τοῦ αὐτοῦ, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ’ ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμ- φωνα· ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος εἰπὼν, “ λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός·” ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν, ἧς ἐπίστευσεν, ὅτι οὐκ ὄντα ἐχαρισατο, καὶ νεκρὸν ἤγειρεν ἄπο τῆς ἀύτης, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει ἐπέπειστο· ὁμοίως γὰρ ἄπορον ἦν ἀνθρωπινῷ λογισμῷ, καὶ ἐκ μήτρας νεκρᾶς καὶ γεγηρακυίας καὶ ἀχρήστου ἤδη γεγενημένης πρὸς παιδοποΐαν δοῦναι παιδίον, καὶ σφαγιασθὲν ἀναστῆσαι· στῆσαι· ἀλλὰ προωδοποίει ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσι· καὶ ὅρα τὰ μὲν χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ

250
γήρᾳ· ὑμῖν δὲ τοὐναντίον φησί· τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα· εἰ δὲ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποσώσει· καὶ ἕτερον δὲ δείκνυσι διὰ τοῦ εἰπεῖν “ ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ·” τι οὖν ; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος ἦν ; τίνος οὑν ἕνεκεν ἐπείραζεν αὐτόν ; οὐχ 7να αὐτὸς μάθη, ἀλλ’ ἵνα τοῖς ἄλλοις δείξη, καὶ κατάδηλον αὐτοῦ τὴν ἀν- δρείαν ἅπασι καταστήσῃ· εἶτα ἐπεξέρχεται τῷ νοήματι· οὐκ εἶχεν φησὶ, τὶς εἰπεῖν, ὅτι ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαρρῶν τοῦτον προσήνεγκε καὶ τὸν μονογενῆ προσέφερε, φησὶν, ὁ τὰς ἐπαγγελίας δεξάμενος· τί οὖν ὁ Ισμαὴλ, πόθεν ἦν ; μονογενῆ λέγω, φησὶν, ὅσον κατὰ τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν εἰπὼν “ μονογενῆ· ’ “ ἐν laaaK κληθήσεται σοι σπέρμα,” τουτ- ἐστιν, ἐξ αὐτοῦ· ειἶτα, ἵνα μή τις νομίσῃ ὅτι ἀπογνοὺς τοῦτο ποιεῖ, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐκείνην ἐξέ- βάλεν, ἀλλὰ μάθῃ ὅτι καὶ τοῦτο πίστεως ἦν, φησὶν, ὅτι κἀκείνην ε7χε τὴν πίστιν, καίτοιγε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ’ οὐκ ἐμάχετο· οὐ γὰρ λογισμὸς ἀνθρώπινος ἐμέτρει τοῦ Θεοῦ τὴν δύνα. μιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεψεν, “ ὅτι καὶ ἐκ νεκρῶν ἐγεί- “ ῥεῖν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο,” τουτέστιν, ἐν ὑποδείγματι, ἐν τῷ κριῷ, φησὶν, πῶς· τοῦ γὰρ κριοῦ σφαγιασθέντος οὕτως ἐσώθη, ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλα βεν, ἀντ’ ἐκείνου σφάξας ἐκεῖνον· ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ ἐστι σφαγιαζόμενος· καὶ θέα μοι τὴν φιλανθρωπίαν ὅση· ἐπειδὴ γὰρ μεγάλη τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ’ ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ πράγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδοὺς υἱὸν, εἴ γε ἄνθρωπος, πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι νομισθῇ τοῦτο μόνον ποιεῖν, ἀλλ’ ὀφειλῇ.

(ΘΕόΔΩΡοΣ.) Θεόδωρος δὲ φησίν· εἰς τὸ " ἐν παραβολῇ ἐκο- “ μίσατο,” τοῦτο λέγει, ὅτι ἀκολούθως ἔτυχεν τῇ ἑαυτοῦ πίστει· τῇ γὰρ ἀναστάσει πιστεύσας, διὰ συμβόλων τινῶν ἀποθανόντα αὐτὸν ἐκομίσατο· τὸ γὰρ ἐν πολλῇ τοῦ θανάτου προσδοκίᾳ γενό-

251
μένον μηδὲν παθεῖν, τοῦ ἀληθῶς ἀναστησομένου σύμβολον ἦν, ὅσον τοῦ θανάτου πρὸς βραχὺ γευσάμενος, ἀνέστη μηδὲν ὑπὸ τοῦ θανάτου παθών· τὸ γοῦν “ ἐν παραβολῇ” ἀντὶ τοῦ ἐν συμβόλοις.

(Σευηριανοῦ.) Σευηριανὸς δὲ ὁμοίω τῷ μακαρίῳ πίστει περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ· πρότερον ἔθηκεν τὸν Ἰακὼβ, εἶτα τὸν Ἠσαῦ, οὐ κατὰ τὴν τῆς γενέσεως ἀκολουθίαν, ἀλλὰ κατὰ τὴν τῆς εὐλογίας τάξιν.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησί· “ πολλοὶ, φησὶ, “ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ “ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.” ἆρα πάντα τὰ μέλλοντα ᾔδεσαν οἱ δίκαιοι ; καὶ σφόδρα· εἰ γὰρ διὰ τοῦτο οὐκ ἀπεκαλύπτετο ὁ υἱὸς, διὰ τὴν ἀσθένειαν τῶν μὴ δυναμένων αὐτὸν δέξασθαι, τοῖς ἐν ἀρετῇ διαλάμπουσιν εἰκότως ἀπεκαλύπτετο· τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι τὰ μέλλοντα ᾔδεσαν, τουτέστι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· ἣ οὐ τοῦτο, φησὶν, ἀλλὰ πίστει περὶ μελλόντων· οὐ τοῦ μέλλοντος αἰῶνος, ἀλλὰ περὶ μελλόντων τῶν ἐνταῦθα· πῶς γὰρ ἄνθρωπος καθήμενος ἐν ξένῃ τοιαύτας εὐλογίας ἐδίδου ; ἀλλὰ πάλιν ἐπέτυχεν εὐλογίας, καὶ οὐκ ἔλαβεν αὐτήν. ὁρᾷς ὅτι ὅπερ ἔφην, ἐπὶ μὲν τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοῦ Ἰακὼβ ἔστιν εἰπεῖν, ὅτι οὐκ ἀπώναντο τῆς εὐλογίας, ἀλλ’ εἰς ἐγγόνους ἐξῆλθε τὰ τῶν εὐλογιῶν, αὐτὸς δὲ τῶν μελλόντων ἔτυχεν· εὑρίσκομεν γὰρ τὸν ἀδελφὸν μᾶλλον ἀπολελαυκότα· ὁ μὲν γὰρ ἐν δουλεία καὶ θητεία καὶ κινδύνοις καὶ ἐπιβουλαῖς καὶ ἀπάταις καὶ φόβοις ’τον ἀπάντα διεγένετο χρόνον· ἐρωτώμενος τε πάρα του Φαραὼ, φησίν· “ μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου γεγόνασιν,” ἐκεῖνος δὲ ἐν αὐθεντείᾳ καὶ ἀδείᾳ πολλῇ, καὶ μετὰ ταῦτα ἦν αὐτῷ φοβερός· ποῦ οὖν ἐξεβλήθησαν αἱ εὐλογίαι, ἀλλ’ ἣ ἐν τῷ μέλλοντι; ὁρᾷς ὅτι ἄνωθεν οἱ πονηροὶ τῶν ἐνταῦθα ἀπέλαυον, οἱ δὲ δίκαιοι τοὐναντίον ; οὐ μὴν πάντες. ἰδοὺ γὰρ ὁ Ἀβραὰμ δίκαιος ἢν, καὶ ἀπέλαυσεν καὶ τῶν ἐνταῦθα, πλὴν μετὰ θλίψεως καὶ πειρασμῶν· εἰ δὲ τότε ἐν θλίψει οἱ δίκαιοι, πολλῷ μᾶλλον νῦν· προ- τίθησι δὲ τὸν Ἰακὼβ τοῦ Ἠσαῦ, ἀπὸ τῆς ἀρετῆς.

Πίστει, Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ

252
εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.

Ἐνταῦθα χρὴ θεῖναι τὰς εὐλογίας ὅλας, ἵνα καὶ ἡ πίστις καὶ ἡ προφητεία αὐτοῦ κατάδηλος γένηται· “ καὶ προσεκύνησεν,” φησὶν, “ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ·” ἐνταῦθα, φησὶν, οὐ μόνον ετͅπεν, ἀλλὰ καὶ ἐθάρρει τοῖς λεγομένοις· ἐπειδὴ γὰρ ἔμελλεν ἀπὸ τοῦ Ἐφραὶμ ἀνίστασθαι βασιλεὺς ἕτερος, διὰ τοῦτο, φησὶ, “ καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ,” τουτἐστιν καὶ γέρων ὣν ἤδη προσκυνεῖ τῷ 1ωσὴφ, τὴν παντὸς τοῦ λαοῦ προσκύνησιν δηλῶν τὴν ἐσομένην αὐτῷ· καὶ διὰ τοῦτο ἐξέβη μὲν ἤδη, ὅτε αὐτῷ οἱ ἀδελφοὶ προσεκύνησαν· ἐκβήσεσθαι δὲ ἔμελλεν ὕστερον διὰ τῶν δέκα φυλῶν· πίστεως οὖν ἔστι μόνης τὰ κατὰ τὸν Ἰακώβ· καὶ ὁ Ἰωσὴφ δὲ τούτων ἀκούσας, καὶ τῆς ὑποσχέσεως τοῦ Θεοῦ τῆς πρὸς τὸν Ἀβραὰμ, “ σοὶ δώσω καὶ τῷ σπέρματι “ σου τὴν γῆν ταύτην, ’ ἐν ἀλλοτρίᾳ ὣν καὶ οὐδέπω ὁρῶν ἐκβεβη- κυῖαν τὴν ὑπόσχεσιν, οὕτως ἐπίστευσεν, ὡς καὶ περὶ τῆς ἐξόδου εἰπεῖν, καὶ περὶ τῶν ὀστῶν αὐτοῦ ἐντείλασθαι, καὶ τοὺς ἄλλους ἐνάγων εἰς πίστιν, ὥστε προσδοκᾷν τὴν ἐπάνοδον.

Πίστει, Μωυσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ.

Πἀλιν αὔξει τὴν παράκλησιν, εἰς πρόσωπα εὐτελῆ κατάγων τὸ πρᾶγμα· καὶ ἄρχεται ἀπὸ τῶν γονέων τοῦ Μωυσέως, ἀσήμων τινῶν ἀνδρῶν, καὶ οὐδὲν τοσοῦτον ἐχόντων ὅσον ὁ παῖς· διὰ τοῦτο καὶ προιὼν αὔξει τὴν ἀτοπίαν, καὶ πόρνας γυναῖκας καὶ χήρας καταλέγων, “ πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθή- “ σασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.”

Καὶ οὐ μόνον τῆς πίστεως, ἀλλὰ καὶ τῆς ἀπιστίας τίθησι τὰ ἐπίχειρα, ὡς ἐπὶ τοῦ Νῶε· τέως δὲ περὶ τῶν γονέων τοῦ Μωυσέως ἀναγκαῖον εἰπεῖν· πόθεν οὗτοι προσεδόκησαν σῶσαι τὸ παιδίον ; ἀπὸ πίστεως· εἶδον γὰρ, φησὶν, ἀστεῖον τὸ παιδίον, αὐτὴ ἡ ὄψις αὐτοὺς πρὸς τὴν πίστιν ἐπεσπάσατο· οὕτως ἄνωθεν καὶ ἐξ αὐτῶν σπαργάνων πολλὴ τῷ δικαίῳ χάρις ἐπεκέχυτο, οὐ τῆς φύσεως τοῦτο ἐργαζομένης, ἀλλὰ τῆς χάριτος τοῦ Θεοῦ, ἣ καὶ τὴν βάρ-

253
βᾶρον ἐκείνην τὴν Αἰγυπτίαν διήγειρε καὶ ἀνέρρωσεν, καὶ εἷλεν καὶ ἐπεσπάσατο· καί τοι γ ἡ πίστις οὐχὶ καινὴν ε7χεν ἐπὶ τούτων τὴν ὑπόθεσιν· τί γὰρ ἦν ἀπὸ τῆς ὄψεως πιστεῦσαι ; ἀλλ’ ὑμεῖς, φησὶν, ἀπὸ πραγμάτων πιστεύετε, καὶ πολλὰ τῆς πίστεως ἐνέ- χυρα ἔχοντες· τὸ γὰρ μετὰ χαρᾶς τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων προσδέξασθαι, καὶ ὅσα τοιαῦτα, πίστεως ἢν καὶ ὑπομονῆς.

Καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.

καὶ τοιγε ἐκεῖνος ἐνήργει· τοῦτο δὲ ἁπλῶς ψιλή τις ἦν προσδοκία.

Πίστει, Μωυσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν.

Ὡσανεὶ ἔλεγε πρὸς αὐτοὺς, οὐδεὶς ὑμῶν ἀφῆκεν βασίλεια, καὶ βασίλεια λαμπρὰ, οὐδὲ θησαυροὺς τοσούτους, οὐδὲ ἐξὸν εἶναι βαἵλεως υἱὸν κατεφρόνησε τούτου, καθὼς ὃ Μωυσῆς ἐποίησεν· οὐ γὰρ ἁπλῶς ε7πεν ἀφῆκεν, ἀλλ’ “ ἠρνήσατο,” τουτέστιν, ἐμίσησεν, ἀπεστράφη· καὶ οὐκ εἶπεν “ μείζονα πλοῦτον ἡγησάμενος τῶν “ Αἰγύπτου θησαυρῶν,” τὸν οὐρανὸν καἰ τὰ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τι ; τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ τὸ γὰρ διὰ Χριστὸν ὀνειδρ ζεσθαι βέλτιον ἡγήσατο τοῦ μὴ ἀνίεσθαι· οὕτω καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ μισθὸς ἦν· “ μᾶλλον ἑλόμενος,” φησὶν, “ σνγκακου- “ χεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ·” ὑμεῖς μὲν γὰρ ὑπὲρ ὑμῶν αὐτῶν πάσχετε, ἐκεῖνος δὲ ὑπὲρ ἄλλων ἕλετο, καὶ ἑκὼν ἑαυτὸν ἔρριψεν εἰς τοσούτους κινδύνους, ἐξὸν αὐτῶ καὶ εὐσεβεῖν καὶ ἀπολαύειν τῶν ἀγαθῶν· ἣ πρόσκαιρον, φησὶν, “ ἔχειν ἁμαρτίας ἀπόλαυσιν·” ἁμαρτίαν ε7πεν, τὸ μὴ θελῆσαι τοῖς ἄλλοις συγκακουχηθῆναι, μέγα ἀγαθὸν τὴν κακουχίαν ἡγούμενος· τι ἐστι “ τὸν “ τοῦ Χριστοῦ ; τουτέστι τὸ ὀνειδίζεσθαι τοιαῦτα οἷα ὑμεῖς, τὸν ὀνειδισμὸν ὃν ὁ Χριστὸς ὑπέμεινεν· ὥσπερ αὐτὸς ὠνειδίζετο καὶ ἤκουεν, “ εἰ υἱὸς ε7 τοῦ Θεοῦ ’ ὑπὸ τούτων, ὑπὲρ ὧν ἐσταυροῦτο· ὅταν τις παρ’ ωτν εὐεργετῇ ὀνειδίζεται· ἐνταῦθα αὐτοὺς ἀνέ-

254
στῆσεν, δεικνὺς ὅτι καὶ ὁ Χριστὸς ταῦτα ἔπαθεν, καὶ ὁ Μωϋσῆς παρὰ τῶν ἰδίων, παρ’ ὧν καὶ ὑμεῖς.

Πίστει, κατέλιπεν Αἴγυπτον μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως· τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.

Καὶ μὴν ἡ γραφὴ τοῦτό φησιν, ὅτι ἀκούσας ἐφοβήθη, καὶ διὰ τοῦτο φυγῇ τὴν σωτηρίαν ἐπορίσατο· πρόσεχε δὲ καὶ τῷ εἰρημένῳ, τὸ “ μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως·” φοβουμένου γὰρ ἦν, μὴ ἅψασθαι τῆς προστασίας· τὸ μέντοι ἅψασθαι πάλιν, τῷ Θεῷ τὸ πᾶν ἐπιτρέποντος ἦν· οὖ γὰρ εἶπεν ὅτι ζητεῖ με καὶ περιεργάζεται, καὶ οὐκ ἀνέχομαι πάλιν τῶν αὐτῶν ἅψασθαι, ὥστε καὶ τὸ φυγεῖν πίστεως ἢν, ὥστε μὴ εἰς προῦπτον ἑαυτὸν κίνδυνον ἐμβαλεῖν· τοῦτο γὰρ λοιπὸν πειράζοντος ἦν, τὸ ἅλλεσθαι εἰς μέσους κινδύνους καὶ λέγειν, ἴδωμεν εἰ σώζει με ὁ Θεός· ταῦτα δὲ πάντα γέγονεν, ὅτι τὸν ἀόρατον ὡς ὁρῶν ἐκαρτέρει.

Πίστει, πεποίηκε τὸ πάσχα, καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ ἀυτῶν.

Τί ἐστιν “ ἡ πρόσχυσις τοῦ αἵματος ” ἀρνειὸς ἐθύετο κατ’ οἰκίαν, καὶ τὸ αἷμα ἐπεχρίετο ταῖς φλιαῖς, καὶ τοῦτο ἢν ἀποτειχισις τῆς ἀπωλείας τῆς Αἰγυπτίας· εἰ τοίνυν αἷμα ἀρνειοῦ ἐν μέσοις Αἰγυπτίοις, καὶ ἐπ’ ὀλέθρῳ τοσούτῳ ἀσινεῖς ἐφύλαττε τοὺς Ἰουδαίους, πολλῷ μᾶλλον ἡμᾶς διασώσει οὐκ ἐπὶ φλιῶν, ἀλλ’ ἐν ταῖς ψυχαῖς τὸ αἷμα ἐπιχριομένους τοῦ Χριστοῦ. ἐφοβήθη τὸ αἷμα ὁ Ἄγγελος· ᾔδει γὰρ τίνος ἦν τύπος· ἔφριξε τὸν δεσποτικὸν θάνατον ἐννοήσας, ὑμεῖς δὲ αὐτοῦ τοῦ Χριστοῦ ἔχοντες τὸ αἷμα, οὐ θαρρεῖτε ;

Πίστει, διέβησαν τὴν Ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς.

Πάλιν λαὸν ὁλόκληρον παραβάλλει λαῷ, ἵνα μὴ λέγωσιν ὅτι οὐ δυνάμεθα κατὰ τοὺς ἁγίους γενέσθαι.

Ἡς πεῖραν λαβόντες Αἰγύπτιοι κατεπόθησαν.

Πῶς ; πίστει· ὅτι ἤλπισαν διὰ τῆς θαλάττης διαβήσεσθαι· καὶ διὰ τοῦτο ηὔχοντο, μᾶλλον δὲ Μωϋσῆς ἦν ὁ εὐχόμενος, καὶ ἡ αὐτὴ τοῖς μὲν ὑπεστρώννυτο καθάπερ γῆ, τοὺς δὲ κατεπόντιζε

255
καθάπερ θάλασσα· ἐκεῖ μὲν τῆς φύσεως ἐπελανθάνετο, ἐνταῦθα δὲ καὶ ὡπλίζετο κατ’ αὐτῶν.

Πίστει, τὰ τείχη Ἱεριχὼ ἔπεσε, κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.

Οὐ γὰρ δὴ σαλπίγγων ἠχὴ λίθους οἷά τε καταβάλλειν ἐστὶ, κἂν μυρία τις ἔτη σαλπίζῃ, ἀλλ’ ἡ πίστις πάντα δύναται. ὁρᾷς πανταχοῦ οὐχὶ ἀκολουθίᾳ φύσεως νόμῳ μεταβαλλομένην αὐτὴν ἀλλὰ παρὰ προσδοκίαν ἅπαντα γενόμενα ; οὐκοῦν καὶ ἐνταῦθα παρὰ προσδοκίαν ἅπαντα γίνεται· ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν ὅτι δεῖ πιστεύειν ταῖς ἐλπίσι ταῖς μελλούσαις, εἰκότως τοῦτον ἅπαντα λόγον ἐκίνησεν, δεικνὺς, ὅτι οὐ νῦν ἀλλὰ καὶ ἐξ ἀρχῆς πάντα τὰ θαύματα διὰ ταύτης ἤνυσται καὶ κατώρθωται.

Πίστει, Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασι, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.

Οὐκοῦν αἰσχρὸν εἰ καὶ πόρνης ἀπιστότεροι φανείητε; καίτοι γε ἐκείνη τῶν ἀνδρῶν ἤκουεν ἀπαγγελλόντων, καὶ εὐθέως ἐπίστευσε· τοιγαροῦν καὶ τὸ τέλος ἐπηκολούθησε πάντων γὰρ ἀπολωλότων μόνη διεσώθη.

Καὶ τί ἔτι λέγω ; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος.

τελευτήσας εἰς τὴν πόρνην καὶ ἐντρέψας διὰ τῆς τοῦ προσώπου ποιότητος, οὐκέτι πλατύνει τὰ, ἱστορίας, ἵνα μὴ δόξῃ μακρηγορεῖν· οὐ μὴν αὐτὰς ἀφίησιν, ἀλλ’ ἐπιτρέχει σφόδρα συνετῶς ἀμφότερα, καὶ τὸν κόρον φεύγων, καὶ τὴν πυκνότητα οὐ λυμαινόμενος· ὅταν γάρ τι ἰσχυρῶς ἀγωνίζηται, ἃν ἐπιμένῃ ἀγωνιζόμενος, ἀποκναίει ’τον ἀκροατὴν.

Περὶ Γεδεὼν, Βαράχ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαβίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν.

Ἐγκαλοῦσι τῷ Παύλῳ τινὲ,; εἰ τὸν Βαρὰχ καὶ τὸν Σαμψὼν καὶ τὸν Ἰεφθάε ἐν τούτοις τίθησι τοῖς τόποις· τι λέγεις; ὁ τὴν πόρνην θεὶς, τούτους οὐ θήσει ; μὴ γάρ μοι τὸν ἄλλον αὐτῶν βίον εἴπῃς, ἀλλ’ εἰ μὴ ἐπίστευσαν καὶ ἔλαμψαν ἐν τῇ πιστει.

Καὶ τῶν προφητῶν· οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας.

256

Οἱ περὶ Γεδεών.

Εἰργάσαντο δικαιοσύνην.

Ενταῦθα περὶ τοῦ Δαβὶδ οἶμαι αὐτὸν λέγειν.

Ἐπέτυχον ἐπαγγελιῶν.

Ὡν ἔλεγεν, ὅτι τὸ σπέρμα αὐτοῦ καθίσει ἐπὶ τὸν θρόνον αὐτοῦ.

Ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας.

Ὁρᾷς πῶς ἐν αὐτῷ τῷ θανάτῳ ἦσαν, ὁ Δανιὴλ καλούμενος, ὑπὸ τῶν λεόντων, οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ διατρίβοντες, οἱ Ἰσραηλῖται, ὁ Ἀβραὰμ, ὁ Ἰσαὰκ, ὁ Ἰακὼβ ἐν διαφόροις πειρασμοῖς, καὶ οὐδὲ οὕτως ἀπέγνωσαν· τοῦτο γὰρ πίστις, ὅταν τὰ πράγματα πρὸς τὸ ἐναντίον ἐκβαίνῃ, τότε δεῖ πιστεύειν, ὅτι οὐδὲν ἐναντίον γέγονεν, ἀλλὰ πάντα ἀκόλουθα· “ ἔφυγον στόματα μα- “ χαίρας·” περὶ τῶν τριῶν πάλιν οἶμαι παίδων λέγειν αὐτόν.

Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας.

Τὰ κατὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος ἐνταῦθα αἰνίττεται· “ ἀπὸ ἀσθενείας” γὰρ, τουτέστιν ἀπὸ αἰχμαλωσίας· ίας· τίς γὰρ ἃν ἤλπισεν ἀπὸ Βαβυλῶνος ἐπανήκειν αὐτοὺς, καὶ ἰσχυροὺς γενήσεσθαι καὶ ἐκκλίναι παρεμβολὰς ἀλλοτρίων ; ἀλλ’ ἡμῖν οὐδὲν τοιοῦτο σννέβη, φησὶν, ἀλλὰ ταῦτα τύποι τῶν μελλόντων εἰσίν.

Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν.

Τὰ κατὰ τοὺς προφήτας ἐνταῦθα λέγει, τὸν Ἐλισσαῖον, τὸν Ηλίαν, νεκροὺς γὰρ ἀνέστησαν.

Ἕτεροι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν.

Διὰ τι γὰρ, εἰπέ μοι, παρὸν ζῆσαι, οὐκ ἐβουλήθησαν ; οὐκ ἄρα κρείττονα προσεδόκων ζωήν ; καὶ οἱ τοὺς ἄλλους ἀναστήσαντες αὐτοὶ εἴλοντο ἀποθανεῖν, ὥστε κρείττονος ἀναστάσεως τυχεῖν, οὐ τοιαύτης οἵας τὰ παιδία τῶν γυναικῶν· ἐνταῦθά μοι δοκεῖ καὶ τὸν Ἰωάννην αἰνίττεσθαι καὶ τὸν Ἰάκωβον· ἀποτυμπανισμὸς γὰρ τοῦτο λέγεται, ὁ ἀποκεφαλισμός.

Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων καὶ φυλακῆς. Εν τούτοις τελευτᾷ, ἐν οἰκειοτέροις· μάλιστα γὰρ ταῦτα φέρει τὴν παράκλησιν, ὅταν τῆς αὐτῆς ὑποθέσεως ἡ λύπη ἠ’, μὴ ᾐ δὲ

257
ἐκ τῆς αὐτῆς ὑποθέσεως ταχθεῖσα· διὰ τοῦτο εἰς τοῦτο τὸν λόγον ἐτέλεσεν, δεσμὰ λέγων, φυλακὰς, μάστιγας, λιθασμοὺς, τὰ κατὰ Στέφανον, τὰ κατὰ τὸν Ζαχαρίαν αἰνιττόμενος· διὸ ἐπήγαγεν,

Ἐν φόνῳ μαχαίρας ἀπέθανον.

Τί ἐστι ; ποῖον ἐπαινεῖς ; ποῖον θαυμάζεις ; τοῦτον ἣ ἐκεῖνον ; διό φησι, τοῦτο μὲν ὑμῖν οἰκεῖον, ἐκεῖνο δὲ ὅτι καὶ πρὸς αὐτὴ, τὴν τελευτὴ, ἴσχυεν ἡ πίστις, καὶ τύπος τῶν μελλόντων ἐστίν· εἰπὼν δὲ τὰ κατὰ τοὺς Ἀποστόλους ὅτι “ ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν Ἀποστόλων δόξαν ἔχειν τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος καὶ μάλιστα θαυμασθέντος φέρει τὴν παράκλησιν καὶ τὴν παραμυθίαν.

Περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἄξιος ἦν ὁ κόσμος.

Οὕτως οὐδὲ ἱμάτιον εἶχον, φησὶν, ὑπερβολῇ θλίψεως· οὐ πόλιν, οὐκ οἰκίαν, οὐ καταγώγιον, οὐ στάσιν· οὐδὲ γὰρ τὴν ἐρημίαν καταλαβόντες ἡσυχίαν ἦγον, ἀλλὰ καὶ ἐκεῖθεν ἔφευγον, καὶ ἐκεῖθεν ἠλαύνοντο.

Ἐπ᾿ ἐρημίαις γὰρ πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.

Καθάπερ ἐπὶ τοῖ, αἰσχίστοις ἑαλωκότες, καὶ οὐδὲ τὸν ἥλιον ὁρᾷν ἄξιοι· ἀλλ’ ἔδει φεύγειν ἀεὶ καὶ καταδύσεις ἐπιζητεῖν· τίς οὐν ὁ μισθὸς τῆς τοσαύτης ἀμοιβῆς ; οὐδέπω ἀπέλαβον, ἀλλ’ ἔτι μένουσιν· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ὄντες ἀσχάλλετε, ἐνοήσατε καὶ ὑμεῖς τί ἐστι καὶ ὅσον ἐστὶν τὸν Ἀβραὰμ καθῆσθαι καὶ τὸν Ἀπόστολον Παῦλον, περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν· ὁρᾷς ὅτι ἡμεῖς πλεονεκτοῦμεν αὐτῶν· περὶ ἡμῶν γὰρ, φησὶν, ὅτι κρεῖττόν τι προσβλέψατο ὁ Θεὸς, ἵνα μὴ δοκῶσι πλεονεκτεῖν ἡμῶν τῷ πρῶτοι στεφανοῦσθαι, ἵνα ὥρισε πασι τῶν στεφάνων τίν καῖρον· καὶ οὐκ εἶπεν ἴνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν, ἀλλ’ “ ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι,” προέλαβον κατὰ τοὺς ἀγῶνα,; ἀλλ’ οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους, οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ’ ἡμᾶς ἐτίμησεν.

258

Περὶ ὑπομονῆς ἐν ἀκολουθήσει Χριστοῦ.

τοιγαροῦν ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.

Πολλαχοῦ ἡ γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς, ἀπὸ τῶν συμβαινόντων πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προ- φήτης, ἀπὸ καύματος καὶ ἀπὸ σκληρότητος, καὶ ἀπὸ ὑετοῦ· τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων ὥσπερ νέφος φλεγόμενον ὑπὸ ἀκτῖνος θερμοτέρας, οὕτως τὴν ὑπὸ τῶν κακῶν καταπονουμένην ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν· καὶ οὐκ εἶπεν, ὑπεραιωρούμενον, ἀλλὰ “ περικείμενον ἡμῖν,” ὃ ἐκείνου πλέον, ὥστε ἐν μείζονι εἶναι ἀδείᾳ. ποῖον νέφος μαρτύρων ; εἰκότως μάρτυρας οὐκ ἐν τῇ καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ παλαιᾷ· καὶ γὰρ καὶ οὗτοι ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν εἰς τὸ “ ὧν οὐκ ἦν ἄξιος “ ὁ κόσμος· οὐ περὶ πάντων λέγει τοῦτο, ἀλλὰ περὶ τούτων τῶν τελευταίων, οὓς καὶ μάρτυρας οἶδεν, ἐπιμέμνηται τῶν κλινάντων παρεμβολὰς, καὶ διὰ τὸ χρήσιμον τοῦ λαοῦ εἰληφότων χάριν.

(Θεόδωροσ.) Θεόδωρος δέ φησιν· οὐχ ἁπλῶς εἶπεν ὅτι πᾶσι τῆς ἀνταποδόσεως καιρός· οὐ γὰρ τοῦτο ἦν αὐτῷ προκείμενον· ἀλλ’ ἵνα δείξῃ ὅτι καὶ τοσαῦτα μὲν πεποιηκότες, τοσαῦτα δὲ καὶ πεπονθότες διὰ πίστεως, ὅμως ἔτι περιμένουσι τῶν ἐπαγγελθέντων τὴν ἀπόδοσιν, οὐ δυσχεραίνοντες, εἴ γε μεθ᾿ ἡμῶν κομιοῦνται τῶν ὑστέρων, ὅπερ τὴν ὑπομονὴν αὐτῶν ἐδείκνυ μείζονα· εἴ περ δὴ καὶ μετὰ θάνατον ἔτι περιμένουσι τοὺς ἀγωνίσασθαι ὁμοίως αὐτοῖς ὀφείλοντας, ὥστε μετ’ ἐκείνων τυχεῖν τῆς τῶν καλῶν ἀπολαύσεως· μαρτύρων δὲ ἐνταῦθα, οὐ τῶν πεπονθότων λέγει, ἀλλὰ τῶν μαρτυρουντων πρὸς τὴν πίστιν.

Ὄγκον ἀποθέμενοι πάντα.

Πάντα τίνα, τουτέστιν τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς τοὺς εὐτελεῖς· πάντα τὰ ἀνθρώπινα.

259

Καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.

“ Εὐπερίστατον” ἤτοι τὴν εὐκόλως περιισταμένην ἡμᾶς, ἣ τὴν εὐκόλως περίστασιν δυναμένην παθεῖν· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας.

(Σευηριανοῦ.) Σευηριανὸς δέ φησιν, εἰς τὸ “ ὄγκον ἀποθέ “ μένοι πάντα·” ὄγκος ἐστὶν ἡ ἁμαρτία τῆς κατὰ τὴν σάρκα ἀπολαύσεως, ἐξ ἧς ἡ εὐπερίστατος ἁμαρτία τίκτεται· “ εὐπερί- “ στατον” δὲ εἶπε τὴν ἁμαρτίαν, τὴν εὐκόλως ἡμᾶς περιισταμένην, καὶ ἄγουσαν εἰς τὸ ἑαυτῆς θέλημα.

Άλλοσ δέ φησιν, οὕτω δεῖ ἀναγινώσκειν· “ τοιγαροῦν καὶ ἡμεῖς “ τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος, μαρτύρων ὄγκον,” τουτέστι τὸν τῶν τοσούτων μαρτυριῶν ὄγκον, ἀποθέμενοι πάντα καὶ τὴν “ εὐπερίστατον ἁμαρτίαν·” “ δι’ ὑπομονῆς, φησὶ, τρέχο- “ με,, τὸν προκείμενον ἡμῖν ἀγῶνα·” ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν, καὶ οὐκ εἶπεν, προσθῶμεν τῷ δρόμῳ, ἀλλ’ ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν, μὴ ἐκλυθῶμεν· εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστὸν, “ ἀφορῶντες,” φησὶν, “ εἰς τὸν τῆς πίστεως ἀρχη- “ γὸν καὶ τελειωτὴν Ἰησοῦν·” ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν, “ εἰ τὸν οἰκοδεσπότην, Βεελζεβοὺλ “ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ ” καὶ πάλιν· “ οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν “ κύριον αὐτοῦ·’ εἰ βουλόμεθα οὖν, φησὶν, μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Κύριον ὁρῶμεν, τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ιησοῦν· τι ἐστι τοῦτο ; τουτέστιν αὐτὸς ἡμῖν τὴν πίστιν ἐνέθηκεν· αὐτὸς καὶ τὸ τέλος ἐπιθήσει· καὶ γὰρ ὃ πρὸς τοὺς μαθητὰς ἔλεγεν, “ οὐχ ὑμεῖς ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς·” καὶ Παῦλος δέ φησι, “ τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.”

Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας.

Τουτέστιν, ἐξὸν παθεῖν αὐτῷ μηδὲν, εἴγε ἐβούλετο· “ οὐδὲ γὰρ “ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ·” καὶ ὡς αὐτός πού φησιν, “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ “ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·” εἰ τοίνυν ὁ μηδεμίαν ἔχων

260
ἀνάγκην τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν ἕνεκεν· πόσῳ μᾶλλον ἡμᾶς δίκαιον πάντα γενναίως ὑπομένειν ; τί δέ ἐστιν “ αἰσχύνης “ καταφρονήσας ” τὸν ἐπονείδιστον θάνατον εἵλετο, φησίν· ἔστω γὰρ, ἀπέθνησκεν τι καὶ ἐπονειδίστως ; δι’ οὐδὲν ἕτερον, ἀλλ’ ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρὰ ἀνθρώπων δόξαν· τι οὖν τὸ τέλος ; “ ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν·” ὁρᾷς τὸ ἔπαθλον ; ὅπερ καὶ Παῦλος γράφων φησί· “ διὸ καὶ ὁ Θεὸς αὐτὸν “ ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα, “ ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ·” τὸ κατὰ σάρκα, φησί· μάλιστα μὲν οὖν εἰ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν τὸ ὑπόδειγμα, πεῖσαι πάντας ἑλέσθαι· νυνὶ δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται οὐ τὰ τυχόντα· διὰ τὰ σκώμματα οὖν καὶ τὰς λοιδορίας καὶ τὰς ὕβρεις, καὶ τὰς διώξεις, καὶ πάντα ὅσα ἤκουσέ τε καὶ ἔπαθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ταῦτα εὐεργετῶν, καὶ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύων καὶ ὡς Θεὸς θαυματουργῶν, φησιν,

Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. καὶ ἀναλογίσασθε τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι.

Εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ δεσπό- του πόσην ἡμῖν οὐ παρέξει προθυμίαν ; καὶ παρεὶς πάντα εἰπεῖν, διὰ τῆς ἀντιλογίας τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι.

Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρ- τίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγετας.

Εἴδη παρακλήσεως δύο, ἐναντία ἀλλήλοις εἶναι δοκοῦντα, πολλὴν δὲ ἑαυτοῖς συνεισφέροντα τὴν ἰσχύν· ἅπερ ἀμφότερα ἐνταῦθα τέθεικεν· τὸ μὲν γάρ ἐστιν ὅταν πολλὰ λέγωμεν πεπονθέναι τινάς· ἡ γὰρ ψυχὴ διαναπαύεται, ὅταν ἔχῃ τῶν οἰκείων παθῶν μάρτυρας

261
πολλούς· ὅπερ ἔθηκεν ἀνωτέρω, εἰπὼν, “ ἀναμιμνήσκεσθε τὰς “ πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμεί- “ νατε παθημάτων·” τὸ δὲ ὅταν λέγωμεν ὅτι οὐ μέγα τι πέπονθας, τὸ μὲν τετρυχωμένην αὐτὴν διαναπαύει, καὶ ἀναπνεῖν ποιεῖ, τὸ δὲ ῥᾳθυμοῦσαν καὶ ὑπτίαν γενομένην ἐπιστρέφει· ἵνα γὰρ μὴ ἐξ ἐκείνης τῆς μαρτυρίας φρόνημα αὐτοῖς τεχθῇ, ὅρα τι ποιεῖ, “ οὔπω μέχρις αἵματος ἀντεκατέστητε, πρὸς τὴν ἁμαρτίαν·” ἱκανὸν γὰρ τοῦτο διαναστῆσαι ψυχὴν, ὅταν ἐννοήσῃ ὅτι οὐ πρὸς τὸ πᾶν ἦλθεν, τουτέστιν, οὔπω θάνατον ὑπέστητε, μέχρι χρημάτων ὑμῖν ἡ ζημία, μέχρι δόξης, μέχρι τοῦ ἐλαύνεσθαι· ὁ μέντοι Χριστὸς ὑπὲρ ὑμῶν τὸ αἷμα ἐξέχεεν· ὑμεῖς δὲ οὔπω εἰς κινδύνους ἐνέβητε θάνατον ἀπειλοῦντας.

Καὶ ἐκλέλησθε τῆς παρακλήσεως.

τουτέστι, καὶ παρήκατε τὰς χεῖρας καὶ ἐξελύθητε· ἐνταῦθα δείκνυσιν καὶ τὴν ἁμαρτίαν σφόδρα πνέουσαν, καὶ αὐτὴν ὁπλιζομένην. τὸ “ ἀντεκατέστητε” πρὸς τοὺς ἑστῶτας εἴρηται.

Ἥ τις ὑμῖν ὡς υἱοῖς διαλέγεται, υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος.

Ἐποιήσατο ἀπὸ τῶν πραγμάτων τὴν παράκλησιν ἐκ περιουσίας, καὶ τὴν ἀπὸ τῶν λόγων ἐπάγει· ὁ Θεὸς, φησὶν, ἐστὶν ὁ συγχωρῶν· τοῦτο δὲ οὐ μικρὸν εἰς παράκλησιν, ὅταν μάθωμεν ὅτι τοῦ Θεοῦ ἔργον ἐστὶ, τὰ τοιαῦτα δυνηθῆναι ἐκείνου συγχωροῦντος.

Ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται.

Οὐκ ἔχεις εἰπεῖν ὅτι ἐστι τις δίκαιος θλίψεως χωρὶς, εἰς παιδείαν ὑπομένετε, φησιν, οὐκ εἰς κόλασιν, οὐδὲ εἰς τιμωρίαν· ἐπειδὴ τοσαῦτα ἐπάθετε κακὰ, νομίζετε ὅτι ἀφῆκεν ὑμᾶς ὁ Θεὸς, εἰ μὴ ἐπάθετε, τότε ἔδει τοῦτο ὑποπτεύειν· εἰ γὰρ πάντα υἱὸν μαστιγοῖ ὃν παραδέχεται, ὁ μὴ μαστιζόμενος ἴσως οὐχ υἱὸς, εἰσὶ μὲν γὰρ μαστιζόμενοι πολλοὶ καὶ πονηροὶ, ἀλλ᾿ ἐκεῖνοι τῆς οἰκείας πονηρίας διδόασι δίκην, καὶ οὐχ ὡς υἱοὶ μαστιγοῦνται, ἀλλ’ ὡς κακοὶ κολάζονται· ὑμεῖς δὲ ὡς υἱοί.

262

Εἰ δὲ χωρὶς ἐστὲ παιδείας.

Ὁρᾷς ὅτι ὅπερ ἔφην εἶπεν, ὅτι οὐκ ἔνι μὴ παιδευόμενον εἶναι υιον ; ὡσπερ γὰρ ἐν ταῖς οἰκίαις τῶν νόθων καταφρονοῦσιν οἱ πατερες, τῶν δὲ γνησίων δεδοίκασι μὴ ῥᾳθυμήσωσιν· εἰ τοίνυν τὸ μὴ παιδεύεσθαι τῶν νόθων ἐστὶ, δεῖ χαίρειν ἐπὶ τῇ παιδείᾳ· εἰ δὲ γνησιότητος τοῦτό ἐστιν, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεὸς διὰ τοῦτο αὐτὸ.

Εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα.

Εἰ γὰρ τοὺς πατέρας αἰδοῦνται τοὺς σαρκικοὺς ἐκεῖνοι, πῶς τὸν πατέρα τὸν ἐπουράνιον οὐκ αἰδεσθήσεσθε ; καί τοι οὐκ ἀπὸ τούτου μόνου ἡ διαφορὰ, ἀλλὰ καὶ ἀπ’ αὐτῆς τῆς αἰτίας· ἐκεῖνοι μὲν γὰρ πρὸς τὸ αὐτοῖς δοκοῦν, τουτέστιν ἡδονὴν πληροῦντες πολλάκις· οὐ πανταχοῦ τὸ συμφέρον ὁρῶντες· ἐνταῦθα οὐ διά τι τῶν αὐτοῦ τοῦτο ποιεῖ, ἀλλὰ δι’ ὑμᾶς καὶ τὴν ὠφέλειαν μόνην τὴν ὑμετέραν· πάντα γὰρ ποιεῖ, ὥστε γενέσθαι ἡμᾶς δεκτικοὺς τῶν ἀγαθῶν τῶν αὐτοῦ.

Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν ἡμᾶς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ σύμφερον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ.

Τουτέστιν τῆς καθαρότητος, ὥστε ἀξίους γενέσθαι κατὰ δύναμιν, ἐκεῖνος σπουδάζει, ἵνα λάβητε, καὶ πάντα ποιεῖ ἵνα δῷ ὑμῖν· ὑμεῖς οὐ σπουδάζετε, ἵνα λάβητε· “ εἶτα,” φησὶ, “ τοὺς μὲν τῆς “ σαρκὸς ἡμῶν πατέρας ἔχομεν παιδευτὰς, καὶ ἐνετρεπόμεθα, οὐ “ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ “ ζήσομεν ” “ πνευμάτων,” ἤ τοι τῶν χαρισμάτων, δυνάμεων· ἐὰν οὕτως ἀποθνήσκωμεν, φησὶ, τότε ζησόμεθα.

Πᾶσα δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης.

Καλῶς εἶπεν “ οὐ δοκεῖ·” οὐκ ἔστι, φησὶ, λύπη ἡ παιδεία, ἀλλὰ δοκεῖ· πᾶσα δὲ καὶ ἡ ἀνθρωπίνη καὶ ἡ πνευματικὴ, ποία γὰρ λύπη τίκτουσα χαράν· ὥσπερ οὖν οὐδὲ ἡδονὴ τίκτουσα ἀθυμίαν.

263

Ὕστερον δὲ καρποὺς εἰρηνικοὺς τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.

Οὐ καρπὸν, ἀλλὰ “ καρποὺς,” πλῆθος πολὺ “ τοῖς δι’ αὐτῆς,” φησὶ, “ γεγυμνασμένοις ” ἀντὶ τοῦ τοῖς ἀνασχομένοις ἐπὶ πολὺ καὶ καρτερήσασιν· ἄρα γυμνασία ἐστὶν ἡ παιδεία τὸν ἀθλητὴν ἰσχυρὸν ἐργαζομένη ἐν τοῖς ἀγῶσι καὶ ἀκαταγώνιστον· μὴ τοίνυν ἐκλειψῆτε περὶ τὴν ἀνταπόδοσιν· ὀρθὰ, φησὶ, βαδίζετε, ὥστε μὴ ἐπιταθῆναι τὴν χωλείαν, ἀλλὰ μεταβληθῆναι ἐπὶ τὰ πρότερα· ὁ γὰρ μετὰ χωλείας τρέχων ἐπιτρίβει τὸ κακὸν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

Περὶ σωφροσύνης ἕως καιρὸς κατορθώσεως, μὴ ἀποτύχωμεν αὐτῆς ὡς Ἡσαῦ. μὴ εὑρὼν τόπον μετανοίας.

Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε q.

Θεόδωροσ φησί· ποῦ εἰσιν οἱ λέγοντες, τὸν Ἀπόστολον ἐν ταύτῃ τῇ Ἐπιστολῇ ἀναιρεῖν τὴν μετάνοιαν διὰ τοῦ λέγειν, “ ἀδύνατον γὰρ τοὺς φωτισθέντας καὶ τὰ ἑξῆς, πάλιν ἀνακαινί- “ ζεῖν εἰς μετάνοιαν ” πῶς ἄρα ταῦτα νοοῦσιν ; πῶς “ τὰς παρει- “ μένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα” ἀνωρθωθῆναι κελεύει; χωλοῦ δὲ ἴασιν ποίαν βούλεται γενέσθαι, ὁ μετάνοιαν τῶν ἡμαρτηκότων οὐ προσιέμενος ; ὅτι γὰρ ταῦτα πιστοῖς γράφει, δῆλον, ἐξ ὧν, φησὶ, πρὸς αὐτοὺς, “ ἀναμιμνήσκεσθε δὲ τὰς πρό- “ τερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε “ παθημάτων.”

Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.

Ὅπερ καὶ ἀνωτέρω ἔλεγεν, “ μὴ ἐγκαταλείποντες τὴν “ γωγὴν ἑαυτῶν·” τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, οὐδὲν γὰρ οὕτως [*](q Sacræ τὸ κείμενον supplevi, quod deerat aliis ut opinor.)

264
μάλιστα ἐν πειρασμοῖς εὐκαταγωνίστους ποιεῖ καὶ εὐχειρώτους, ὡς τὸ διεσπάσθαι· εἰπὲ γάρ μοι, διάσπασον φάλαγγα ἐν πολέμῳ, καὶ οὐδὲ πόνου δεηθήσονται οἱ πολέμιοι, ἀλλὰ δεδεμένους αὐτοὺς λήψονται κατ’ ἰδίαν εὑρόντες, καὶ ταύτῃ ὄντες ἀσθενεστέρους. εἰ δυνατὸν οὖν τὸ ἐξ ὑμῶν, μετὰ πάντων εἰρηνεύετε, μηδὲν τὴν εὐσέβειαν παραβλάπτων, ἀλλ’ ἐν οἷς πάσχεις κακῶς, φέρε γενναίως· μέγα γὰρ ὅπλον ἐν τοῖς πειρασμοῖς ἀνεξικακία. “ καὶ τὸν ἁγια- “ σμόν·” ἀντὶ τοῦ τὴν σωφροσύνην καὶ τὴν κοσμιότητα, εἴτε χωρὶς γάμου ἐστὶ, φησὶ, τίς ἁγνὸς μεινάτω, εἴτε ἐν γάμῳ, μὴ πορνενέτω, ἀλλὰ κεχρήσθω τῇ γυναικί· καὶ γὰρ καὶ τοῦτο ἁγιασμός· πῶς ; οὐχ ὁ γάμος ἁγιασμὸς, ἀλλ’ ὁ γάμος τηρεῖ τὸν ἀπὸ τῆς πίστεως ἁγιασμὸν, οὐκ ἀφεὶς πόρνῃ προσέχειν· ὁ γὰρ γάμος τίμιος, οὐχ ἅγιος· καθαρὸς ὁ γάμος, οὐ μέντοι καὶ ἁγιωσύνην παρέχει, “ οὗ χωρὶς, οὐδεὶς ὄψεται τὸν Κύριον·” ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους λέγει, “ μὴ πλανᾶσθε, οὔτε πορνοὶ, οὔτε μοιχοὶ, “ οὔτε εἰδωλολάτραι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε πλεο- “ νέκται, οὔτε κλέπται, οὔτε μέθυσοι βασιλείαν Θεοῦ κληρονομή- “ σουσι· πῶς γὰρ, ὁ γενόμενος πόρνης σῶμα, πῶς δυνήσεται εἶναι του χρίστου ;

Ἐπισκοποῦντες, μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, καὶ δι’ αὑτῆς μιανθῶσιν πολλοί· μή τις πόρνος ἢ βέβηλος.

Ὅρα πῶς πανταχοῦ ἑκάστῳ τὴν κοινὴν ἐγχειρίζει σωτηρίαν· “ παρακαλοῦντες,” φησὶν, “ ἀλλήλους, καθ’ ἑκάστην ἡμέραν, “ ἄχρις οὗ τὸ σήμερον καλεῖται·” μὴ τοίνυν πάντας ἐπὶ τοὺς διδασκάλους ἐπιρρίπτετε, μὴ πάντας ἐπὶ τοὺς ἡγουμένους· δύνασθε καὶ ὑμεῖς, φησὶ, ἀλλήλους οἰκοδομεῖν· “ ἐπισκοποῦντες” οὖν φησὶ, τουτέστιν ἀκριβῶς ἐρευνῶντες, καὶ καταμανθάνοντες ὅπερ ἐστὶν ἐπὶ τῶν ἀσθενῶν, “ μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ, τοῦτο ἐν τῷ Δευτερονομίῳ κεῖται· ἔλαβε δὲ αὐτὸ ἀπὸ μεταφορᾶς τῶν φυτῶν, ὃ καὶ ἀλλαχοῦ γράφων λέγει, “ μικρὰ ζύμη ὅλον τὸ φύ- “ ραμα ζυμοῖ·” οὐκ ἐκείνου μόνον ἕνεκεν τοῦτο βούλομαι, ἀλλὰ καὶ διὰ τὴν ἐξ αὐτοῦ γινομένην βλάβην· καὶ εἰκότως πικρὰν τὴν ἁμαρτίαν ἐκάλεσεν· οὐδὲν γὰρ ὄντως ἁμαρτίας πικρότερον, καὶ

265
οὐκ εἶπεν “ ῥίζα” πικρὰ, ἀλλὰ “ πικρίας·” τὴν μὲν γὰρ πικρὰν ῥίζαν ἔστι καρποὺς ἐνέγκαι γλυκεῖ; τὴν δὲ πικρίας ῥίζαν καὶ πηγὴν καὶ ὑπόθεσιν, οὐκ ἔνεστι ποτε γλυκὺν ἐνεγκεῖν καρπὸν, καὶ διὰ ταύτης, φησὶ, μιανθῶσιν οἱ πολλοί· τουτέστιν, τοὺς ἀσελγεῖς ἐκκόπτετε.

Μῆ τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ.

Καὶ ποῦ πόρνος ἦν ὁ Ἠσαῦ ; οὐ τοῦτό φησιν ὅτι πόρνος ἦν, ἀλλὰ μή τις ὡς Ἠσαῦ βέβηλος, τουτέστιν γαστρίμαργος, ἀκρατὴς, κοσμικὸς, τὰ πνευματικὰ ἀπεμπολῶν, ὃς τὴν παρὰ τοῦ Θεοῦ τιμὴν ταύτην διὰ τῆς οἰκείας ῥᾳθυμίας ἀπέδοτο, ὥστε οὐχ ὁ πόρνος ἀκάθαρτος μόνον, ἀλλὰ καὶ ὁ γα·στρίμαργος· καὶ γὰρ καὶ οὗτος ἑτέρας ἐστὶν ἡδονῆς δοῦλος.

Ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

Οὐ τὴν μετάνοιαν ἐκβάλλει· οὐ γὰρ ἦν μετανοίας τὰ ῥήματα· καὶ μετὰ ταῦτα ὁ φόνος ἔδειξεν· καὶ γὰρ αὐτὸς τῇ προαιρέσει ἀνεῖλεν τὸν Ἰακώβ· “ ἐγγυσάτωσαν γὰρ,” φησὶν, “ αἱ ἡμέραι “ τοῦ πάθους τοῦ πατρὸς, καὶ ἀποκτενῶ Ἰακὼβ τὸν ἀδελφόν μου·” οὐκ ἴσχυσαν τὰ δάκρυα μετάνοιαν αὐτῷ δοῦναι, ὅτι οὐ μετενόησεν ὃν ἔδει τρόπον. ἐμοὶ δοκεῖ αἰνίττεσθαί τινας ἐν αὐτοῖς πόρνους, καὶ ἄγνοιαν ὑποκρίνεσθαι, ἱν ὅταν ἐπιμένωσι, τότε καὶ τὸν ἔλεγχον ἐπαγάγῃ, ὥστε μὴ ἀπαναισχυντῆσαι· ἣ οὖν οὐχ εὗρεν μετάνοιαν, ἣ μετανοίας μείζονα ἥμαρτεν· ἔστι γὰρ ἁμαρτήματα μετανοίας μείζονα, τουτέστιν, μὴ πέσωμεν πτῶμα ἀνίατον· τοῖς μὲν γὰρ μηδέπω πεσοῦσιν οὕτω διαλέγεται, τῷ φόβῳ συγκροτῶν αὐτοὺς, φησὶν, ὅτι οὐκ ἔστι πεσόντα παραμυθίας τυχεῖν, τοῖς δὲ πεσοῦσιν, ὥστε μὴ εἰς ἀπόγνωσιν ἐμπεσεῖν, τὰ ἐναντία φησὶν, οὕτω λέγων, “ τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς “ ἐν ὑμῖν,” καὶ πάλιν, “ ὅτι τινὲ, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάρι- “ τος ἐξεπέσατε·” δοῦ μαρτυρεῖ ὅτι ἐξέπεσαν· ὁ μὲν γὰρ ἑστὼς ἀκούων ὅτι πεσόντα οὐκ ἐστι συγγνώμης τυχεῖν, ἀσφαλέστερος ἔσται περὶ τὴν στάσιν· ἃν μέντοι καὶ περὶ τὸν πεπτωκότα τῆ

266
αὐτῇ χρήσῃ σφοδρότητι, οὐδέποτε ἀναστήσεται· οὐ μόνον δὲ, φησὶν, ἐδάκρυσεν, ἀλλὰ καὶ ἐξεζήτησεν· οὐ τοίνυν ἐκβάλλει μετάνοιαν, ἀλλ’ ἀσφαλίζεται αὐτοὺς πρὸς τὸ μὴ πεσεῖν.

Θεόδωροσ δέ φησιν, οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται, ἀλλὰ διδάξαι ὡς οὐκ ἔνεστιν ἐν καιρῷ τὴν προσήκουσαν διόρθωσιν ἐπιδεξαμένους, ὕστερον αὐτὴν ἀνακτᾶσθαι, ὅταν ὁ τῆς ἀνταποδόσεως καιρὸς καταλλήλως ἐπάγεσθαι τῷ ἑκάστου τρόπῳ μέλλῃ. οὐ γὰρ ἐναντία λέγειν ἐσπούδακεν ἑαυτῷ, καὶ ταῦτα οὕτως ἐκ τοῦ σύνεγγυς· γνοίη δ’ ἄν τις ἐκ τοῦ παραδείγματος, ὁ φησι· πρῶτον μὲν γὰρ ἐμνημόνευσε τοῦ Ἠσαῦ, τότε μὲν ἀθυμήσαντος, ὅτε τῆς εὐλογίας οὐκ ἔτυχεν, μείναντος δὲ ἐπὶ τῆς τοῦ τρόπου κακίας ὁμοίως καὶ μέτα τοῦτο ἔπειτα οὔχι συγχωρήσεως αμαρτημάτων μετανοήσας οὐκ ἔτυχεν ἐκεῖνος· οὐ γὰρ τοῦτο ᾔτει τότε· ἀλλ’ εὐλογίας, ἣ κατὰ τὴν ἀξίαν τοῦ τρόπου τῷ ἀδελφῷ δοθεῖσαν, ἀφαιρεθῆναι αὖθις οὐδαμῶς οἷόντε ἦν καὶ δοθῆναι τούτῳ πάλιν. ἔστι μέντοι καὶ τοῦτο εὑρεῖν, ὡς οὐκ ἀνόνητα αὐτῷ πάντη τὰ δάκρυα ἐγένετο, ἀμέλει φαίνεται ὁ πατὴρ μετὰ τοῦτο παθὼν ἐπ’ αὐτῷ, καὶ τινὰς εὐλογίας αὐτῷ δεδωκώς· οὕτως οὐ τὴν μετάνοιαν ἀνελεῖν διὰ τούτων βούλεται.