Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἠσαίας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.

Χρυσοστόμου. Παραγαγὼν τὸν Ὠσηὲ, οὐ τούτῳ ἀρκεῖται μόνῳ· ἀλλὰ καὶ τὸν Ἡσαίαν μετ’ ἐκεῖνον ἄγει, συνῳδὰ τούτῳ

359
φθεγγόμενον. Ἠσαίας γὰρ κράζει φησί· τουτέστι, μετὰ παρρησίας ἀναφωνεῖ, καὶ οὐχ ὑποστέλλεται. τί τοίνυν ἡμῖν ἐγκαλεῖτε, ὅταν ἐκεῖνοι σάλπιγγος λαμπρότερον ταυτὶ προαναφωνῶσι ; τί οὑν κράζει Ἡσαίας; “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος “ τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται.” ὁρᾷς ὅτι καὶ ἐκεῖνος οὐ πάντας λέγει σώζεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι ; οὐ γὰρ αἰδοῦμαι τὸ πλῆθος φησίν· οὐ δυσωπεῖ με τὸ πλῆθος οὕτως ἐκκεχυμένον· ἀλλ’ ἐκείνους σώζω μόνους, τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν, ἀλλ’ ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς κατέστησαν. τί τοίνυν θορυβεῖσθε ὡς τῆς ὑποσχέσεως διαπεσούσης; τῶν προφητῶν ἁπάντων δηλούντων, οὐ πάντας εἶναι τοὺς σωζομένους.

Θεοδωρήτου. Εἰς καιρὸν οὖν μάλιστα, ταύτην τέθεικε τὴν μαρτυρίαν. διδάσκων, ὡς ἄνωθεν προεῖδεν ὁ τῶν ὅλων Θεὸς, καὶ τοὺς ἀπίστους, καὶ τοὺς πιστούς. ἐπειδὴ γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὀλίγους ἐξ αὐτῶν δεδέχθαι τὸ κήρυγμα, τοὺς δὲ ἄλλους ἅπαντας ὡς ἐξαπάτην φυγεῖν, ἔδειξεν ἄνωθεν ταῦτα προειρημένα. Κυρίλλου. Οὐκοῦν ἃν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται. τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι. τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατελεήσαντος.

Θεοδώρου. Διὰ γὰρ τοῦ εἰπεῖν κατάλειμμα, τὸ εὐαρίθμητον τῶν παρὰ Ἰουδαίοις σωθησομένων ἐδήλωσεν· οὓς κατάλειμμα εἶπεν, ὅτι ἐκ τοῦ πλήθους αὐτῶν ἐκλεξάμενος αὐτοὺς ὡς βελτίους, κατέλιπεν ἑαυτῷ καὶ ἀφώρισεν.

Λόγος γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.

Χρυσοστόμου. Καὶ τὸν τρόπον λέγει τῆς σωτηρίας. εἶδες ἀκρίβειαν προφητικὴν καὶ σύνεσιν ἀποστολικήν· οἵαν μαρτυρίαν παρήγαγε ; πῶς σφόδρα ἐπιτηδείαν ; οὐ γὰρ μόνον ὅτι τινὲς εἰσὶν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη· ἀλλὰ καὶ πῶς σωθήσονται, προστίθησι. πῶς οὖν σωθήσονται ; οὐ περιόδων, φησὶν, χρεία, καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων,

360
ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν. “ ἐὰν γὰρ “ ὁμολογήσῃς,” φησὶ, “ ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ “ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ “ νεκρῶν, σωθήσῃ.” εἶ ’δες τί ἐστι, “ λόγον συντετμημένον ποιή- “σει Κύριος ἐπὶ τῆς γῆς ” καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην ἡμῖν ἐκό- μισεν.

Κυρίλλου. Ἔσωσε δέ φησιν, “ λόγον συντελῶν καὶ συντέ- “ μνων.” τουτέστιν, εὐφυὲς καὶ σύντομον, καὶ ἵν οὕτως εἴπω συντετμημένον λόγιον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα. ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι. τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημενος.