Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Κυρίλλου. Τὸ μὲν οὖν “ ἐξήγειρά σε” πρὸς τὸν Φαραὼ εἰρημένον, οὐ τὸ, ἔκτισα σημαίνει· κέκληκα δὲ, ἕλ’ τὸ θελῆσαι ἀντιπράττειν ἐμοί. καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ. ἐπὶ ποίοις δέ τισιν, ἢ καὶ ὅτου χάριν, ὁ μέγας ἡμῖν διατρανώσει Παῦλος. “ θέλων γὰρ,” φησι, “ ἐνδείξασθαι τὴν ὀργήν,” καὶ τὰ ἑξῆς. πεπλάνηται γὰρ ἡ σύμπασα γῆ, κάταγε τοὺς ἄνωθεν ἔτι καιρούς. οἱ μὲν γὰρ, τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ, τὸ δοκοῦν ἐποιοῦντο σέβας. κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραάμ. ἀνέφυ τὲ οὕτω τὸ ἐξ αὐτοῦ γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον. ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίβασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι Θεοῖς. ἀλλ’ ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μώσης, ἵνα τῆς δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ’ αὐτὸν λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον, ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Εβραίων Θεός· ἀλλὰ γὰρ καὶ ταῖς ἄγαν θαυματουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ’ αὐτὸν πίστιν καὶ δόξαν· ὅτι μὴ κατὰ τοὺς ἄλλους ἔστι θεοὺς, ἄφωνός τε καὶ ἄναλκις· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτός. καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι, κατασκήπτουσιν ὀργαί. ἀλλ’ ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν, εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα. ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς· καὶ κατε-

354
σκληρύνετο τῆς θείας δυνάμεως. ταύτῃ τοι, ἐκολάζετο οὐκ ἀδίκως. ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης· κατῄκιζέ τε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ τὸν Ἰσραήλ· καὶ μισθὸν αὐτοῖς ἐπήρτισε, πόνον. διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν. τουτέστιν, εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς σκεῦος εἶναι λοιπὸν ὀργῆς τὲ καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς, ὁρῷτο τοῦ παθεῖν ἄξιος· ᾦγε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας, καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς λόγος καὶ φλυαρία κατὰ τοῦ Θεοῦ. θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν, ἤνεγκε πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους. τουτέστι, τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.

Γενναδίου. Βούλεται τοίνυν ὁ Παῦλος εἰπεῖν ἐν τούτοις, λίαν εἴρηται κάλλιστα πρός τε τὸν Μωσέα, “ ἐλεήσω ὃν ἂν ἐλεῶ, “ καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” καὶ πρὸς τὸν Φαραὼ, τὸ, “ εἰς “ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν “ μου.” θέλων γάρ, φησι, ὁ Θεὸς γνώριμον ἅπασι τὴν οἰκείαν ἐργάσασθαι δύναμιν. μεθ’ ἧς τοὺς μὲν ὀργῆς ἀξίους, κολάσει. τοὺς δὲ οἰκτιρμῶν, ἐλεήσει· τὰ κατὰ τοὺς Αἰγυπτίους καὶ τοὺς Ἰσραηλίτας ἐπραγματεύσατο. διδασκαλίαν τῆς οἰκείας δικαιοκρισίας, ταύτην κοινὴν τῷ κόσμῳ προθείς. παμπονήρων γὰρ καὶ δυσσεβῶν ὄντων τῶν περὶ τὸν Φαραὼ, καὶ τὴν ἐσχάτην δίκην ὑπομεῖναι δικαίων, μακροθυμίᾳ μὲν τὴν κατ’ αὐτῶν ἀνεβάλετο τιμωρίαν, καὶ συνεχώρησεν ὑψωθῆναι κατὰ τοῦ ἰδίου λαοῦ. περιβλέπτους δὲ καὶ περιβοήτους ἤδη δι’ ὠμότητα καταστάντας, ἐμφανῶς ἀπολώλεκε. καὶ τὸ τῶν Ἰσραηλιτῶν ἐλεήσας, πανδημεὶ διεσώσατο γένος. αὕτη μὲν τῆς ἀποστολικῆς ῥήσεως ἡ διάνοια. ἐνδεῖ δὲ αὐτῇ πρὸς ἀποπλήρωσιν, τὸ τοῦτο μέμφῃ. ἵνα ᾖ τοιοῦτον τὸ πᾶν. εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν· καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς ; πλη-

355
ῥώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν τοῦ ζητήματος ἔρχεται λύσιν. ἀκόλουθον τοῖς προκειμένοις τὴν ἀπὸ τῆς παρενθέσεως ἐπάνοδον πρὸς τὰ πρότερα ποιησάμενος. εἰπὼν γὰρ “ ἃ προητοίμασεν εἰς δόξαν,” εἰρημένον περὶ τῶν ἐξ Αἰγύπτου, συνῆψεν, “ οὓς καὶ ἐκάλεσεν ὑμᾶς, οὐ μόνον ἐξ Ἰου- “ δαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.” ὥστε καὶ νῦν παραπλησίως φησὶ τῇ αὐτοῦ κρίσει τὲ καὶ προγνώσει δικαία τοὺς ἐξ Ἰουδαίων τὲ ἡμᾶς καὶ ἐθνῶν προσδραμόντας αὐτῷ κέκληκεν ὁ Θεός· καταλελοιπὼς τοὺς οὐ βουληθέντας. καὶ καινὸν οὐδὲν παρὰ τὰ πρόσθεν ἐστὶ τὸ συμβὰν ἐφ’ ἡμῶν.

Θεοδωρήτου. Ἔφη δέ τις ὑποστίξαι δεῖν, εἰς τὸ, “ εἰ δέ.” λέγειν εἰπὼν τὸν Ἀπόστολον. εἰ τοῦτο ποθεῖς μαθεῖν, τίνος ἕνεκα πλειόνων ἁμαρτανόντων, τοὺς μὲν, κολάζει, τοὺς δὲ, δι’ ἐκείνων εὐεργετεῖ. καὶ πολλῶν τὴν ἀρετὴν μετιόντων· τοὺς μὲν, περιφανεῖς ἀποφαίνει· τοῖς δὲ, διὰ τούτων ὑποφαίνει τὰς τῶν μελλόντων ἐλπίδας, ἄκουσον τῶν ἑξῆς. “ θέλων γάρ,” φησι, “ ὁ Θεὸς ἐνδεί- “ ξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς. δι’ ὧν τοῦτο ἐμφαίνει, οὐχ ὁ Θεὸς δημιουργὸς τῆς τοῦ Φαραὼ πονηρίας, ἀλλ’ αὐτὸς τῇ μακροθυμίᾳ συνήθως ἐχρήσατο· ἐκεῖνος δὲ ὑπέλαβε τὴν μακροθυμίαν ἀσθένειαν· καὶ διὰ ταύτης τὴν οἰκείαν ηὔξησεν ἀπείθειαν. ἀλλ’ ὅμως σοφὸς ὢν τῶν ὅλων ὁ πρύτανις, καὶ τούτῳ δικαίαν τὴν τιμωρίαν ἐπήγαγε, καὶ ἐκ τῆς τούτου πονηρίας τοῖς ἄλλοις ἀλεξίκακον κατεσκεύασε φάρμακον. οὕτω καὶ ὁ Θεὸς, οὐκ ἠβούλετο μὲν τὸν Φαραὼ τῆς τιμωρίας μεταλαχεῖν. ἐπειδὴ δὲ εἰς πολλὴν ἐκεῖνος θηριωδίαν ἐξώκειλε, παντοδαπὰς μὲν αὐτῷ τιμωρίας ἐπήγαγε· τὴν δὲ οἰκείαν πᾶσιν ἀνθρώποις ἐπέδειξε δύναμιν. σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν καλεῖ, τοὺς αὐθαιρέτῳ γνώμῃ τοῦτο γεγενημένους. τοῦτο γὰρ καὶ Τιμοθέῳ γέγραφεν· “ ἐν οἰκίᾳ “ μεγάλῃ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ “ ξύλινα καὶ ὀστράκινα. καὶ τὰ μὲν, εἰς τιμὴν, τὰ δὲ, εἰς ἀτι- “ μίαν.” καὶ διδάσκων ὡς ἑκών τις τοῦτο γίνεται ἢ ἐκεῖνο, ἐπήγαγεν, “ ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τῶν τοιούτων, ἔσται “ σκεῦος εἰς τιμὴν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ· εἰς “ πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον,” οὕτω καὶ σκεύη ἐλέους ἐκάλεσε, τοὺς τῆς θείας φιλανθρωπίας ἀξίους. τὸ δὲ, “ ἃ προητοί-

356
“ μασεν εἰς δόξαν,” τὴν πρόγνωσιν τὴν θείαν παραδηλοῖ. τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν. “ οὓς προέγνω, καὶ προώ- “ρισεν.”

Βασιδείου Ἐκ Τοῦ, Ὅτι Οὐκ Ἔστιν Αἴτιοσ Τῶν Κακῶν ὁ Θεός. Ὥστε κἂν λέγῃ ὁ Ἀπόστολος “ σκεύη ὀργῆς κατηρτι- “ σμένα εἰς ἀπώλειαν,” μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν, τοῦ Φαραὼ εἶναι. οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται. ἀλλ’ ὅταν ἀκούσῃς “ σκεύη,” νόει, ὅτι ἕκαστος ἡμῶν πρός τι χρήσιμος πεποίηται. καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ, τὸ μέν ἐστι σκεῦος χρυσοῦν· τὸ δὲ, ἀργυροῦν, τὸ δὲ ὀστράκινον· τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης. καὶ χρυσοῦν μέν ἐστι σκεῦος, ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτήδειος. καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταρρυπτούμενος, καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί. οὕτω καὶ ὀργῆς σκεῦος ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν ὥσπερ ἀγγεῖον χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν, οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος. ἀλλ’ ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ὣν ἄξιος. διόπερ ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ πιστὸς τῶν ψυχῶν οἰκονόμος, διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον. ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται. ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν.

Δ(??), (sic). Εἰ δὲ λέγεις, τίνος ἕνεκεν προγινώσκων ὁ Θεὸς τοὺς τοιούτους ἁμαρτάνειν μέλλοντας καὶ μὴ μετανοεῖν, ἔκτισεν, ἄκουσον. ὁ Θεὸς δι’ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα· καὶ τῶν πάντων ἐσομένων προγνώστης ἐστίν. εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ’ ἂν κακοὶ ἔμελλον ἔσεσθαι. πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ, καλὸν ἢ κακὸν εἶναι. εἰ δὲ μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα, τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι, ἐκώλυσεν αὐτοὺς γενέσθαι, ἐνίκα ἂν τὴν τοῦ Θεοῦ ἀγαθότητα. ποιεῖ τοιγαροῦν ὡς Θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ. ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως, καλός τε καὶ κακὸς γίνεται. εἰ καὶ τοίνυν ἔφη ὁ Κόριος, “ συνέφερε τῷ

357
“ἀνθρώπῳ ἐκείνῳ εἰ οὐκ ἐγεννήθη,” οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενο- μένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία, ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησεν. ὥσπερ ἃν εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς, τυραννήσῃ τὸν εὐεργέτην. ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι αὐτὸν κατίδοι ἐναπομένοντα.

Οἰκουμενίου. Οὐκ ὀργῆς δὲ πάθει ἥλω ὁ Θεός. ἄπαγε. ἀλλ’ ἐπειδὴ ταῦτα ἐποίησεν ἃ ἡμεῖς ὀργιζόμενοι ποιοῦμεν, ὀργὴν τὸ πρᾶγμα ἐκάλεσεν ἐκ τοῦ ἡμῖν γνωρίμου.

Σευηριανοῦ. τινές γε μὴν ἕτεροι, εἰς τὸ, “εἰ δὲ θέλων ὁ “Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς, τὸ, τί οῃας ; ἀπέ- δωκαν, ἔξωθεν ἐλλιπῶς νοούμενον. καὶ τὸ, “ἐν πολλῇ μακροθυμίᾳ.” ἀντὶ τοῦ μετὰ πολλὴν μακροθυμίαν, ἐπήνεγκε τὴν ὀργήν.