Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. μήπω γὰρ γεννηθέντων, μὴ δὲ πραξάντων τί ἀγαθὸν ἢ κακὸν, ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένη, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρήθη αὐτῇ, ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται, τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.

Χρυσοστόμου. Μέγα τὸ ζητούμενον ἦν. διὸ καὶ πολλαχόθεν ἐπεχείρησε λῦσαι τὴν ἀπορίαν. εἰ γὰρ παράδοξον τὸ μετὰ τοσαύτας ἐπαγγελίας ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον τὸ καὶ ἡμᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς μηδὲν προσδοκήσαντας τοιοῦτον. εἰ γὰρ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, πῶς πάντων ἀναξίων ὄντων, τὰ ἔθνη ἐσώθη μόνα; μετὰ δὲ τούτου, καὶ ἕτερον ἄν τις διαποροίη. εἰ γὰρ μὴ ἔμελλεν αὐτοῖς πληροῦν τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν ὑπισχνεῖτο· ἐπιστάμενος ὅτι ἀναξίους ἑαυτοὺς καταστήσουσι τῶν ὑποσχέσεων, καὶ διὰ τοῦτο οὐδὲν λήψονται τῶν εἰρημένων; πῶς οὖν αὐτὸ ἔλυσεν ὁ Παῦλος; ἀπὸ τοῦ δεῖξαι τίς ἐστιν ὁ Ἰσραὴλ, ᾧ ὑπέσχετο. τούτου γὰρ δειχθέντος, κἀκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι τὰς ἐπαγγελίας ἁπάσας. διὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνομα τέθεικεν· ἀλλὰ τὸ τοῦ Ἰσραήλ. ὅπερἀρε τῆς ἦν τοῦ δικαίου, καὶ τῆς ἄνωθεν δωρεᾶς, καὶ τοῦ Θεὸν ἑωρακέναι, σύμβολον. εἰ οὖν πάντες ἥμαρτον, πῶς φησι, “οἱ μὲν, ἐσώθησαν· οἱ δὲ, ἀπώλοντο;“ὅτι μὴ πάντες προσελθεῖν ἠβουλήθησαν. ὡς, τόγε αὐτοῦ μέρος, διεσώθησαν ἅπαντες. καὶ γὰρ ἐκλήθησαν ἅπαντες. ἀλλὰ τέως τοῦτο οὐ τίθησι· ἀλλ’ ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδείγματος ἑτέρου· ἄλλο ζήτημα εἰς μέσον ἀγαγών. καθάπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην, δι’ ἀπορίας ἑτέρας.

Επειδὴ γὰρ ἐζητεῖτο πῶς τοῦ Χριστοῦ δικαιωθέντος, πάντες ἀπήλαυσαν οἱ λοιποὶ τῆς δικαιοσύνης ἐκείνης, τὸ τοῦ Ἀδὰμ παρήγαγε λέγων· “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι θάνατος ἐβασίλευσε, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος λαβόντες,

323
ἐν ζωῇ βασιλεύσουσι. καὶ τὸ μὲν τοῦ Ἀδὰμ, οὐ λύει· τὸ δὲ αὐτοῦ λύει ἐκ τούτου. ὅσῳ γὰρ ἐκεῖνο ἀσαφέστερον ἔμενε, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἐπεστομίζετο, καὶ ἡ τούτου διαπόρησις καὶ ἐπ’ ἐκεῖνο μετέβαινε, καὶ σαφέστερον τοῦτο ἐκείνου ἐγένετο· οὕτω δὴ καὶ ἐνταῦθα διὰ ἀπορουμένων ἑτέρων λύει τὰ ζητούμενα. πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ. διά τοι τοῦτο τὰ μὲν παραδείγματα ἅπερ ἤγαγεν εἰς μέσον, οὐ σφόδρα λύει. οὐ γὰρ ἦν ὑπεύθυνος ἐν τούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους μάχῃ. τὰ δὲ ἑαυτοῦ πάντα ἐξ ἐκείνου ποιεῖ σαφέστερα· τί θαυμάζεις φησί. ὅτι τῶν Ἰουδαίων οἱ μὲν, ἐσώθησαν· οἱ δὲ, οὐκ ἐσώθησαν νῦν ; καὶ γὰρ καὶ ἐπὶ τῶν πατριαρχῶν τοῦτο γινόμενον ἴδοι τίς ἄν. διατί γὰρ ὁ Ἰσαὰκ σπέρμα καλεῖται μόνος ; καὶ τοι γε καὶ τοῦ Ἰσμαὴλ αὐτὸς ἦν πατὴρ, καὶ ἑτέρων πολλῶν. ἀλλὰ ἀπὸ δούλης ἦν μητρὸς φησί. καὶ τί τοῦτο πρὸς τόν γε γεγεννηκότα ; πλὴν οὐδὲν φιλονεικῶ. ἐκβεβλήσθω διὰ τὴν μητέρα οὗτος. τί ἃν ἄρα εἴποιμι περὶ τῶν ἀπὸ τῆς Χεττούρας ; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας ; διὰ τι μὴ τοῖς αὐτοῖς ἐτιμήθησαν τῷ Ἰσαάκ ; καὶ τί λέγω τούτους ; ἡ γὰρ Ῥεβέκκα μόνη τῷ Ἰσαὰκ ἐγένετο γυνή· καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀμφοτέρους. ἀλλ’ ὅμως οἱ τεχθέντες τοῦ αὐτοῦ πατρὸς ὄντες, τῆς αὐτῆς μητρὸς, τὰς αὐτὰς λύσαντες ὠδῖνας, καὶ πρὸς τούτοις καὶ δίδυμοι ὄντες, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. ὡς ἐπὶ σαφέστερον οὖν ἐλθὼν παράδειγμα, οὐ μόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη φησὶν, “ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς “ κοίτην ἔχουσα” καὶ τὰ ἑξῆς.

Τίνος οὖν ἕνεκεν ὁ μὲν ἐμισεῖτο τῶν αὐτῆς παίδων, ὁ δὲ ἐφιλεῖτο; διὰ τί ὁ μὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο ; ἐπειδὴ ὁ μὲν, πονηρός· ὁ δὲ, ἀγαθὸς ἦν. καὶ τοι μηδέπω γεννηθέντων, ὁ μὲν, ἐτιμᾶτο, ὁ δὲ, κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων, ὁ Θεὸς εἶπεν· “ ὁ μείζων δουλεύσει τῶ ἐλάττονι.” τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν; ὅτι οὐκ ἀναμένει καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πράξεων, ἰδεῖν τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον· ἀλλὰ καὶ πρὸ τούτων οἶδε. καὶ τοῦτο ἐπὶ τῶν Ἰσραηλιτῶν γέγονε μετὰ πλείονος τοῦ θαύματος. τί γὰρ λέγω φησὶν, περὶ τοῦ Ἡσαῦ καὶ περὶ τοῦ Ἰακώβ ; ὧν ὁ μὲν, πονηρὸς ἦν, ὁ δὲ ἀγαθός. ἐπὶ γὰρ τῶν Ἰσραηλιτῶν, κοινὸν τὸ ἁμάρτημα ἦν. πάντες γὰρ τὸν μόσχον προσεκύνησαν. ἀλλ’ ὅμως

324
οἱ μὲν, ἠλεήθησαν, οἱ δὲ, οὐκ ἠλεήθησαν· “ ἐλεήσω γάρ,” φησιν, “ ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω.” τοῦτο καὶ ἐπὶ τῶν κολαζομένων ἴδοι τίς ἄν. τι γὰρ ἃν εἴποις περὶ τοῦ Φαραὼ, ὅτι ἐκολάσθη οὕτως; ὅτι σκληρὸς ἦν καὶ ἀπειθής; ἀλλ’ ἦσαν καὶ ἕτεροι τοιοῦτοι πῶς οὖν οὗτος, οὕτω σφοδρῶς ἐκολάζετο; τί δή ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων, τὸν οὐ λαὸν, ἐκάλεσε λαόν· καὶ πάλιν οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς; ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. ὅρας ὅσης ἀπορίας ἐνέπλησε τὰ κείμενα;

Εἰπέ μοι φησὶν, ὦ Ἰουδαῖε, τούτων οὐδὲν λύσαι δυνάμενος, πῶς ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως ἡμῖν πράγματα παρέχεις; καί τοι γε ἔχω ἐγὼ καὶ δικαίαν αἰτίαν εἰπεῖν, δι’ ἣν τὰ ἔθνη ἐδικαιώθη, ὑμεῖς δὲ ἐξεπέσετε. τίς οὑν ἡ αἰτία; ὅτι οἱ μὲν, ἐκ πίστεως· ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου. καὶ ταύτῃ φιλονεικήσαντες, προεδόθητε πάντες. “ ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην,” φησὶ, “ καὶ τὴν ἰδίαν “ δικαιοσύνην στῆσαι ζητοῦντες, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπε- “ τάγησαν.” ἡ μὲν οὖν λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὸ πᾶν, οὕτω προάγεται παρὰ τῆς μακαρίας ψυχῆς ἐκείνης. ἵνα δὲ καὶ σαφέστερα ταῦτα γένηται, καὶ καθ’ ἕκαστον τῶν εἰρημένων ποιησώμεθα τὴν ἐξέτασιν· ἐκεῖνο εἰδότες, ὅτι τὸ σπουδαζόμενον τῷ Παύλῳ τοῦτο ἦν· δεῖξαι διὰ πάντων, ὅτι τοὺς ἀξίους ὁ Θεὸς οἶδε μόνος· ἀνθρώπων δὲ οὐδὲ εἷς. καὶ οὐκ ἀναμένει ἀπὸ τῆς τῶν πράξεων ἐκβάσεως ἰδεῖν τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ προλαμβάνων, τὸν μὲν, εὐεργετεῖ, τὸν δὲ, κολάζει. πλὴν ἐπ’ αὐτὰ τὰ ἀποστολικὰ ῥήματα ἴωμεν. “ οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥε- “ βέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα.” ἠδυνάμην γάρ, φησὶν, εἰπεῖν καὶ τοὺς ἀπὸ τῆς Χεττούρας· ἀλλ’ οὐ λέγω. ἀλλ’ ὥστε ἐκ περιουσίας τὴν νίκην ἄρασθαι, τοὺς ἐξ ἑνὸς πατρὸς καὶ μίας τεχθέντας μητρὸς, εἰς μέσον ἀγάγω.

Καὶ γὰρ ἀπὸ τῆς Ῥεβέκκας ἦσαν ἀμφότεροι, καὶ ἀπὸ τοῦ Ισαὰκ τοῦ γνησίου παιδὸς, τοῦ δοκίμου, περὶ οὗ ἔφησεν, “ ἐν “ Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·” τοῦ πατρὸς ἡμῶν πάντων γενομένου. εἰ δὲ πατὴρ ἡμῶν ἐκεῖνος, καὶ τοὺς ἐξ ἐκείνου πατέρας εἶναι ἔδει. ἀλλ’ οὐκ ἐγένοντο. εἶδες πῶς πανταχοῦ πίστις καὶ ἀρετή ἐστιν ἡ διαλάμπουσα, καὶ τὴν ἀκριβῆ συγγένειαν χαρακ-

325
τηρίζουσα· καὶ οὐχ ὁ τρόπος τῆς γεννήσεως. εἰ γὰρ τοῦτο ἦν, ἔδει καὶ τὸν Ἡσαῦ ἀπολαῦσαι τῶν αὐτῶν τῶ Ἰακώβ. καὶ οὐ λέγει, ὅτι ἐπειδὴ ὁ μὲν, ἀγαθὸς, ὁ δὲ, πονηρὸς, διὰ τοῦτο προετιμήθη. ἵνα μὴ εὐθέως ἀντιπέσῃ αὐτῷ τοῦτο. τί οὖν ἀγαθοὶ οἱ ἐξ ἐθνῶν μᾶλλον ἣ οἱ ἐκ περιτομῆς; εἰ γὰρ καὶ οὕτως εἶχεν ἡ τοῦ πράγματος ἀλήθεια· ἀλλ’ οὔπω αὐτὸ τίθησι. καὶ γὰρ ἐδόκει φορτικώτερον εἶναι. ἀλλ’ ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν τὸ πᾶν ἐπέρριψεν. ᾗτινι μάχεσθαι οὐδεὶς ἃν ἐτόλμησε. μήπω γὰρ γεννηθέντος, φησὶν, “ ἐρρέθη αὐτῇ, ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.” καὶ δείκνυσιν ὅτι οὐδὲ ἡ κατὰ σάρκα εὐγένεια ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ ζητεῖν. ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. “ μήπω γὰρ γεννηθέν- “των,” φησὶν, “ μὴ δὲ πραξάντων τί ἀγαθὸν ἢ κακὸν, ἵν ἡ κατ’ ἐκλο- “ γὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, ἐρρέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει “ τῷ ἐλάσσονι;” τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων αὐτῶν ἐκλέγεσθαι.

Ἵναι οὖν φανὴ τοῦ Θεοῦ ἡ ἐκλογὴ, ἡ κατὰ πρόγνωσιν γενομένη, ἐκ πρώτης ἡμέρας τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον, καὶ εἶδε καὶ ἀνεκήρυξε. μὴ τοίνυν μοι λέγε, φησὶν, ὅτι νόμον ἀνέγνως καὶ προφήτας, καὶ τοσοῦτον ἐδούλευσας χρόνον. ὁ γὰρ εἰδὼς ψυχὴν δοκιμάζειν, οὗτος οἶδε καὶ τίς ἄξιος ἐστὶ σωθῆναι. παραχώρει τοίνυν τῷ ἀκαταλήπτῳ τῆς ἐκλογῆς u. οἶδε γὰρ ἐκεῖνος μετὰ ἀκριβείας πάντα ποιεῖν. διὸ καὶ ἔλεγε, “ τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ “ Ἡσαῦ ἐμίσησα.” ὅτι γὰρ δικαίως, σὺ μὲν ἀπὸ τοῦ τέλους ἔγνως. αὐτὸς δὲ καὶ πρὸ τοῦ τέλους ᾔδει σαφῶς. οὐδὲ γὰρ ἑτέρων ἐπίδειξιν ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν, καὶ γνώμην εὐγνώμονα. ο γὰρ τοιοῦτος, κὰν ὕπο περιστασεως ποτε ἁμάρτῃ τινὸς, ταχέως ἑαυτὸν ἀνακτήσεται. κἂν ἐν κακίᾳ διατριβων τύχῃ, οὐ περιοφθήσεται· ἀλλὰ ταχέως αὐτὸν ἀνιμήσεται ὁ πάντα εἰδὼς Θεός.

Κυρίλλου ἐκ Τῶν Εἰσ Τὴν Γένεσιν. Σὺ δέ μοι σκόπει κατὰ καιρὸν ἐνταῦθα παραληφθεῖσαν τὴν Ῥεβέκκαν, τύπον οὖσαν τῆς τῷ Χριστῷ νυμφευθείσης ἐκκλησίας. ὡς γὰρ ὁ Ἀβραὰμ οὐκ ἠξίωσεν ἐκ τῶν θυγατέρων Χαναὰν, ἁρμόσαι γυναῖκα τῷ ἠγαπη- [*](u I. m. a m. rec. multa hic desunt.)

326
μένω, φημὶ τῷ Ἰσαάκ. ἀλλ’ εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν τὸν γνήσιον οἰκέτην ἀποτρέχειν ἐκέλευε, φροντιοῦντα γυναικὸς τῆς ὅτι μάλιστα πρεπωδεστάτης αὐτῷ, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἠθέλησε τὴν τῶν Ἰουδαίων συναγωγὴν νοητῶς συνάψαι Χριστῷ ὡς ἐν Ἰσαὰκ σημείῳ. ὀψιγενὴς γὰρ ὁ Ἰσαὰκ καὶ ἀγαπητός. πέφηνε δὲ καὶ ἐν ἐσχάτοις καιροῖς ὁ Χριστός· καὶ ἔστιν ἠγαπημένος, τέρψις τὲ καὶ ἀγαλλίαμα· ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσαάκ. ὅτι δὲ οἱ Χανααναῖοι τύπος ἃν νοοῖντο τῶν ἐξ Ἰσραὴλ, σαφὲς ἂν γένοιτο καὶ μάλα ῥαδίως ἀπόγε τῆς τοῦ ὀνόματος ἑρμηνείας. Χανααναῖοι γὰρ ἕτοιμοι πρὸς ταπείνωσιν. μᾶλλον δὲ ἤδη καὶ εἴκειν πλὴν δὲ τοῖς Ἰουδαίοις. τεταπείνωνται γὰρ τῆς ἐν Χριστῷ δόξης ὠλισθηκότες, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατερρηγμένοι. οὐκοῦν οὐκ ἐκ Χαναὰν, ἀλλ’ ἐκ μέσης τῶν ποταμῶν τῷ Ἰσαὰκ ἡ νύμφη.

Ωσπερ γὰρ ἔφην, οὐκ ἐξ Ἰουδαίων, ἀλλ’ ἐξ ἐθνῶν ἡ συνηρμοσμένη τῷ Υἱῷ πνευματικῶς ἐκκλησία, πλὴν διὰ βουλῆς τοῦ Πατρὸς, μεσολαβούντων οἰκετῶν ὅτι μάλιστα πιστῶν καὶ γνησίων. ἵνα νοῶμεν τοὺς μαθητάς· οἳ καὶ ταμίαι γεγόνασι καὶ οἰκονόμοι μυστηρίων Θεοῦ. μόνον δὲ οὐχὶ καὶ ἐν χερσὶν ἔχοντες πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ. οὗτοι καταλιπόντες τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ ὁ τοῦ Ἁβραὰμ οἰκέτης τὴν Χαναναίαν, εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν κατέβαινον. ἄνω θέμενοι τρόπον τινὰ τὰ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγαθά. καὶ πλήρη μὲν ἔχοντες τὸν νοῦν σοφίας τῆς ἄνωθεν, ἐπίμεστοι δὲ χαρισμάτων τῶν διὰ τοῦ Πνεύματος. ἐπιτήρει δὲ, ὅτι καὶ ἀνώνυμος ὁ οἰκέτης τῷ Ἁβραάμ. ἵνα κατὰ παντὸς φέρηται μαθητοῦ πιστοῦ τὲ καὶ δεδοκιμασμένου μένου τῆς διακονίας ὁ τύπος. καὶ κατέλυσε μὲν ἐκεῖνος πρὸς τῷ φρέατι τοῦ ὕδατος πρὸς ἑσπέραν. παρεκάλει δὲ δι’ εὐχῆς Θεὸν γενέσθαι συλλήπτορα, καὶ ἐφ’ ὕδατι δοκιμάζειν τὴν παρθένον ἤθελεν.

Επεφοίτησαν δὲ καὶ οἱ μακάριοι μαθηταὶ, καθάπερ ἔφην ἀρτίως, ταῖς τῶν ἐθνῶν χώραις, τὸ πρὸς ἑσπέραν. τουτέστιν, ἐν ἐσχάτοις ὄντος τοῦ αἰῶνος καιροῖς. καὶ παρ’ ὕδασι, τὴν νοητὴν ἐδοκίμαζον παρθένον. ἐπιτηδειοτάτη γὰρ λίαν ἡ ἐκκλησία, καὶ εὐρώστως ἔχουσα, πρός γε τὸ δύνασθαι φημὶ τὸν ζωοποιὸν ἀρύσασθαι λόγον ἐκ τῶν πηγῶν τοῦ σωτηρίου κατὰ τὸ γεγραμμένον. ἔχει δὲ καὶ

327
οὐκ ἀνικάνως τὸ γεννητικὸν εἰς νοῦ καὶ φρενῶν ἐπιτηδειότητα, πρὸς τὸ καὶ ἑτέραις δύνασθαι χορηγεῖν τὰ τελοῦντα πρὸς ζωήν. ἐπότιζε γὰρ ἡ Ῥεβέκκα αὐτὸν τὲ καὶ τοὺς οἰκέτας καὶ τὰς καμήλους. καὶ ὁ μὲν οἰκέτης τύπος ἂν νοοῖτο νῦν τῶν ἐξ Ἰσραήλ. ἄνθρωποι γὰρ οἱ νόμον ἔχοντες ἤδη παιδαγωγὸν, καὶ ὡς ἐν σκιαῖς μὲν ἔτι τὸ Χριστοῦ μυστήριον. πλὴν οὐκ ἀπαιδαγώγητοι παντελῶς. κτηνῶν δὲ ἀλόγων οὐδὲν διαφέροντες οἱ ἐξ ἐθνῶν· οἱ καὶ ταῖς καμήλοις παρεικάζοντο ἂν εἰκότως. ἀνίερον γὰρ κατὰ νόμους τὸ ζῶον. τοιοίδε πάντες οἱ μήπω Θεὸν εἰδότες, τὸν φύσει τὲ καὶ ἀληθῆ. ἱκανωτάτη δὴ οὖν κατάρδειν ἡ ἐκκλησία τοῖς ἱεροῖς τὲ καὶ θείοις νάμασι τούς τε ἐξ Ἰουδαίων ἥκοντας, ἐπὶ τὸ δεῖν ἑλέσθαι τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τοὺς ἐξ ἐθνῶν κεκλημένους. ἐπειδὴ δὲ νῦν οἱ μαθηταὶ τοιαύτην τεθέανται τὴν παρθένον. ψελλίοις τὲ αὐτὴν κατηγλαΐζον εὐθύς· καὶ μέντοι τὸν ἐν ὠσὶ προσετίθεσαν κόσμον. τουτέστι λαμπρὰν ἐπετέλουν καὶ εὐπρεπεστάτην τοῖς εἰς εὐηκοΐαν αὐχήμασι. κεκοσμημένη γὰρ ἀκοὴ παραδηλώσειεν ἃν τὸ εὐήκοον. περιφανῆ δὲ ὥσπερ ὁρᾶσθαι παρεσκεύαζον, καὶ τοῖς ἐξ ἔργων ἤτοι χειρῶν κατορθώμασι. τουτὶ γὰρ οἶμαί ἐστι τὸ καὶ αὐταῖς ἐνιέναι χερσὶ τὰ ψέλλια. καὶ ὁ μὲν οἰκέτης ὁ τοῦ Ἁβραὰμ, ἀφηγεῖτο τοῖς ἐν Χαρρὰν τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον. καὶ ὅτι μόνον ἕνα καὶ ἠγαπημένον ἔχει τὸν κληρονόμον. μεμυσταγωγήκασι γὰρ τὰ ἔθνη καὶ οἱ θεσπέσιοι μαθηταὶ, τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακηρύττοντες πλοῦτον, τὴν ἐλπίδα, τὴν ζωὴν, τὸν ἁγιασμόν. ὡς εἷς δέ ἐστι καὶ μόνος κατὰ φύσιν Υἱὸς καὶ ἀληθῶς ὁ Χριστὸς, ὃς καὶ τῶν ὅλων τέθειται κληρονόμος, ἀπήγγελλον ἐναργῶς. καὶ ἠρωτᾶτο μὲν ἡ παρθένος εἰ συμβαδιεῖται τῷ οἰκέτῃ προθύμως. ἡ δὲ, κατένευεν εὐθύς. ἑτοιμοτάτη γὰρ λίαν ἡ ἐξ ἐθνῶν ἐκκλησία. μονονουχὶ δὲ καὶ θερμὴ πρὸς τὴν ἀγάπην Χριστοῦ. καὶ μαρτυρήσει λέγων ὁ Δαβὶδ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης, “ τῇ ἑτοιμασίᾳ τῆς “ καρδίας αὐτῶν προέσχε τὸ οὖς σου.” ἐπειδὴ δὲ συνήφθη λοιπὸν Ἰσαὰκ τῇ Ῥεβέκκᾳ, παρεκλήθη φησὶν περὶ τῆς μητρὸς αὐτοῦ. πάρεστι δὴ οὖν καὶ διὰ τοῦδε νοεῖν, ὅτι λελύπηται μὲν ὁ Χριστὸς, μονονουχὶ τεθνεώσης τῇ ἀπιστίᾳ τῆς Ἰουδαίων συναγωγῆς. ἐξ ἧς καὶ αὐτὸς κατὰ σάρκα γεγέννηται. ἐπειδὴ δὲ γέγονε νυμφίος τῆς
328
ἐξ ἐθνῶν ἐκκλησίας, κατέληξε τρόπον τινὰ τῆς ἐπέκεινα λοιπὸν κατηφείας. εἴρηται γάρ που διὰ φωνῆς προφητῶν πρὸς τὴν ἐκ. κλησίαν, “καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, “οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.

Κυρίλλου. Ἀλλὰ ταῦτα μὲν οὕτως. ἰστέον μέντοι, ὡς ἐν τῷ, “οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα,” συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπός. ἀπήρτηται δὲ μᾶλλον· καὶ δεῖται βραχείας τινὸς ἐπαγωγῆς, ἤγουν τῶν προσυπακουομένων· ἵνα μὴ σκάζων ὁρῷτο. ἔστι δὲ ὁ φημὶ τοιοῦτον. προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἀβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς ταῦτα αὐτῷ καταλογισθεῖεν ἃν καὶ εἰς σπέρμα. πρέποι δ ἃν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πί- στεως καὶ ἐπαγγελίας. ε7τα δέχεται τὴν Ῥεβέκκαν, καὶ τὰ ἐπ’ αὐτῇ γεγονότα, καὶ φησὶν, “οὐ μόνον δέ.” τουτέστιν, οὐ μέχρι δὲ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος. “ἀλλὰ γὰρ “καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. ’ καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν· ἢ γοῦν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς καὶ ἐκλογὴν τὲ καὶ πρόγνωσιν κλήσεως τε καὶ χάριτος. ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἃν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι ὁ λόγος. ἀλλ’ οὐκ οἶδα πῶς τοῦτο παρεὶς, ἐπ’ αὐτὰ κεχώρηκεν εὐθὺς, τὰ ἐπὶ τῇ γεννήσει τῶν ἐξ Iσαὰκ εἰρη- μένα καὶ πεπραγμένα·

Θεοδώρου Μονάχου. Περὶ δὲ τοῦ, “ἡ κατ’ ἐκλογὴν πρόθεσις,” ἰδίωμα γραφικὸν ἔφη τίς ἐκ τῆς Ἑβραίδος. ἤτοι τῆς κατ’ αὐτὴν ἑρμηνείας συμβάν. τὸ τινὰ μὲν ὕπερ καταλέγειν. τινὰ δὲ καὶ πρωθύστερα καὶ ἀντιστρόφως τιθέναι· πολλὴν δὲ καὶ τούτων τὴν χρῆσιν, οὐ μόνον ἐπὶ τῆς παλαιᾶς, ἀλλὰ καὶ ἐπὶ τῆς καινῆς δια- θήκης. ὁ γὰρ Ἀπόστολος μνησθεὶς τοῦτε Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, οὕτω φησίν· “ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ· “ἀντὶ τοῦ, ἡ κατὰ πρόθεσιν ἐκείνων ἐκλογή. οὐ γὰρ κατὰ τὴν οἰκείαν πρόθεσιν ὁ Θεὸς, τὸν μὲν, ἐξελέξατο· τὸν δὲ, ἀπώσατο. ἀμφοτέ- ἀμφοτέρους γὰρ τό γε ἐπ’ αὐτῷ, ἐβούλετο εἶναι καλούς. ἀλλὰ κατὰ ἑκατέρου τούτων πρόθεσιν τὴν ἐκλογὴν ἐποιήσατο. τὸν μὲν, ἀγα-

329
πήσας, διὰ τὴν ἀρετὴν τῆς αὐτοῦ προθέσεως· τὸν δὲ, μισήσας, διὰ τὴν κακίαν τῆς γνώμης, ἀφ’ ὧν δῆλον, ὅτι τὴν κατὰ πρόθεσιν ἐκλογὴν, καὶ οὐ τὴν κατ’ ἐκλογὴν πρόθεσιν, βούλεται ὁ Ἀπόστολος λέγειν.

Ἀκακίου. Ἕτερος δὲ “ πρόθεσιν,” τὴν προτίμησιν ἐνταῦθα λέγει. διὰ τὸ προτεθεῖσθαι τὸν Ἰακὼβ τοῦ Ἡσαῦ, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος.

Φωτίου. Ἢ πρόθεσιν εἰπὼν, τοῦ Θεοῦ τὴν βουλὴν εἰπὼν δὲ “ κατ’ ἐκλογὴν,” ἔδειξεν ὅτι καὶ διέφερον ἀλλήλων. οὐδεὶς γὰρ ἐκλέγεται ἕτερον ἀφ’ ἑτέρου, εἰ μήτι αὐτοῦ διαλλάσσει. εἰπὼν δὲ “ οὐκ ἐξ ἔργων,” παρέδειξε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ· ὅτι καὶ μηδὲν πραξάντων, ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ’ εἰ μηδὲν πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες, τι διαφέρουσι; καὶ πάνυ. ἀνθρωπίνοις μὲν γὰρ ὀφθαλμοῖς ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲ διαφέρουσι. θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος, πολὺ διαφέρουσι. καὶ γὰρ ὁ μὲν, εὐηρέστησε τῷ Θεῶ· ὁ δὲ, οὐκέτι.

Κυρίλλου ἐκ Τῶν Εἰσ Τὴν Γένεσιν. Ὅτι δὲ τύπος ἦσαν τῶν δύο λαῶν τὰ κατὰ τὸν Ἰακὼβ καὶ Ἡσαῦ, φέρε λέγωμεν. ὁ μὲν Ἰσαὰκ εἰς εἰκόνα καὶ τύπον τέθειται τοῦ Χριστοῦ. διηρμηνεύεται γὰρ ἡ τοιάδε κλῆσις ἀγαλλίαμα καὶ χαρά. ἀγαλλίαμα δὲ, τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι’ αὐτοῦ σωτηρίαν, “ τὸ ἀγαλλίαμά “ μου λύτρωσαι με ἀπὸ τῶν κυκλωσάντων με.” διενηξάμεθα γὰρ ὡς ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ἔχεις οἱ πεπιστευκότες. ὅτι δὲ ἀγαλλίαμα Χριστὸς παρὰ ταῖς θείαις γραφαῖς ὀνομάζεται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. ἔχει γὰρ ὧδε. “ καὶ ἀνατέλει Κύριος δι- “ καιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.” γέγονε γὰρ ὁ Ἐμμανουὴλ, οὐχὶ μόνοις τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι τε καὶ λαοῖς, δικαιοσύνη καὶ ἀγαλλίαμα. δεδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν. μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι. καὶ τί γάρ;

330
οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ καταπλουτήσαντες ἀγαθῶν; τοι γάρ τοι δοξολογεῖν δεδιδάγμεθα λέγοντες, “ ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα “ εὐφροσύνης περιέθηκέ μοι.” ὅτι δὲ οὗτος ἐστὶν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ σοφώτατος Παῦλος, “ ὅσοι εἰς Χρι- “ στὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.” “ ἐνδύσασθέ τε αὖθις “ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποι- “ εῖσθε εἰς ἐπιθυμίαν.”

Αγαλλίαμα τοίνυν Ἰσαὰκ ὁ ἐν τύπῳ Χριστοῦ τοῖς προκειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημμένος. τούτου γέγονε Ῥεβέκκα γυνή. διερμηνεύοιτο δ᾿ ἂν καὶ αὕτη πλείστη τὲ καὶ ὅση ὑπομονή. ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὴν ἐκκλησίαν παραληψόμεθα, νοοῦντες ὀρθῶς. ἧς τὸ εὐδόκιμον, ἐν ὑπομονῇ. καὶ γοὖν τοῖς ταύτης τέκνοις, ὡς ἐν πίστει φημὶ καὶ πνεύματι, σωτηρίας ὁδὸς πέφηνεν ἡ ὑπομονή. ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι. ποτὲ μὲν, “ ὅτι ἐν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. ποτὲ δ᾿ αὖ, “ ὑπομονῆς γὰρ ἔχετε χρείαν. ἵνα τὸ θέλημα τοῦ “ Θεοῦ ποιήσαντες, κομίσησθε τὰς ἐπαγγελίας.” ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ καὶ μόλις ὠδίνουσαν· στεῖρα γὰρ ἦν. ἀποτεκοῦσαν δ᾿ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ αἰτήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. δι’ ὧν εὖ μάλα ἐξεικονισθεῖεν ἃν οἱ δύο λαοί. ὁ τε ἐξ Ἰσραὴλ, καὶ μέντοι καὶ ὁ ἐξ ἐθνῶν λαός. καὶ πρωτότοκος μὲν ὁ Ἰσραήλ. κέκληται γὰρ διὰ νόμου. δεύτερος δὲ καὶ μετ’ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ.

Ιδοι δ᾿ ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώμῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν οἶμαί που τῶν ὀνομάτων, ἃ ἦν ἐπ’ ἀμφοῖν· καὶ ἐκ τῆς τῶν σωμάτων ἰδέας ἤτοι κατασκευῆς. ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς. τουτέστιν, ἀπηνής τε καὶ ἀκαμπής. εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ Θεοῦ, “ γινώσκω ἐγὼ ὅτι σκληρὸς “ εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· καὶ τὸ μέτωπόν σου “ χαλκοῦν.” πτερνιστὴς δὲ ὁ Ἰακώβ· τουτέστι, τεχνίτης· ἤτοι νικᾶν εἰδώς. πτερνιεῖ γάρ τις ὃν ἃν ἡττήσῃ. νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ’ ὁ ἐν Χριστῷ· διὰ πίστεως καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα· καὶ αὐτὸ καταμβλύνων τοῦ

331
θανάτου τὸ κέντρον. καὶ ὁ μὲν Ἡσαῦ πυρράκης ἦν ὅλος. γέγραπται γὰρ οὕτως, καὶ ὡσεὶ δορρὰ δασύς. ἀνὴρ δὲ λεῖος Ἰακώβ. αἴνιγμα δὴ οὖν πυρρότης, θυμοῦ καὶ ὀργῆς. εἶπέρ ἐστιν ἀληθὲς ὡς ἐρυθρόν πὼς ἀεὶ τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. θηριοπρεπὲς δὲ ὅτι τὸ δασὺ τὲ καὶ λασιότριχες, πῶς ἃν ἐνδοιάσειέ τις; κατίδοι δ᾿ ἃν οἰμαι πᾶς ὁστισοῦν ἐν τούτοις ὄντα τοῖς τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν μᾶλλον ἣ λογισμῷ τὰ καθήκοντα διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. τοι γάρ τοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας· δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχάτοις τὸν Ἐμμανουήλ. ἡ δέ γε λειότης, ἀνθρωποπρεποῦς ἰδέας, μήνυσις ἐναργής. ἤπιος δὲ λίαν, καὶ πολὺ ἤδη βλέπων ἐπὶ τὸ ἥμερον ὁ νέος τὲ καὶ ἐν πίστει λαός. ἡ γὰρ τοῦ σωματος λειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τὲ καὶ ἔσωθεν κάλλους. καθάπερ ἀμέλει καὶ ἀγριότητος ἐν Ἡσαῦ σημεῖον εἶναι δεδώκαμεν, τὸ δασύ τε καὶ ἐρυθρόν.

Πλὴν ἀμφοῖν μήτηρ μία, ἡ Ῥεβέκκα. παρέστησε δ’ ἑαυτῷ τὴν ἐκκλησίαν ὁ Κύριος Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν, ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν, ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον· ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι, κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἦν ἐξήνιος ὁ Ισραὴλ, καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ· ὁ κατὰ χρόνον πρεσβύτερος. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ καὶ ἐν αὐτῇ τῇ νηδύι ἀνασκιρτᾶν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. ὅτι δὲ ἀμείνων ὁ νεὸς ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμαινεν εὐθὺς ὁ πάντα εἰδὼς, αὐτῷ λέγων, ὅτι λαὸς λαοῦ ὑπερέξει· “ καὶ ὁ μείζων δουλεύσει τῷ “ ἐλάσσονι.” προεκηρύττετο μὲν γὰρ τὸ ἐπ’ ἀμφοῖν μυστήριον διὰ φωνῆς ἁγίων. καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προαπηγγέλλετο. Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος. προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ· εἵπετο δὲ ὁ Ἰακώβ. καὶ ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδείκνυσι.

Καὶ ταυτὶ μὲν εἰρήσθω πρὸς τὸ παρὸν, τοῦ λόγου τὰς ἀφορμάς. ἀπό τε τῆς τῶν σωμάτων ἰδέας καὶ αὐτοῦ τοῦ τόκου, λαμ-

332
βάνοντος. καὶ δι’ ἑτέρων δὲ οὐδὲν ἧττον ἰόντες ἐννοιῶν, φέρε λέγωμεν ὡς ἔνι τὰ ἐπ’ ἀμφοῖν. μήνυσις γὰρ ἔσται τῆς ἑκατέρου γνώμης, καὶ αὐτὸς ὁ τοῦ βίου τρόπος.

Ὁ μὲν γὰρ Ἡσαῦ τὰς ἐν ἀγροῖς τὲ καὶ θήραις ἠγάπα διατριβάς. ὁ δὲ, ἦν ἀστικός. εὐπρόσιτος δηλονότι καὶ κοινωνικός. καὶ ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. καὶ ὁ μὲν, ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικάς· καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν οἰκείων γερῶν κατόπιν ὥσπερ ἱείς· καὶ τὰ ψυχρὰ τὲ καὶ ἕωλα τῶν ἀναγκαίων ἀντωνούμενος. ὁ δὲ, τῶν ἀρίστων ἄπλητος ἐραστής· καὶ τὰ δι’ ὧν ἃν γένοιτο λαμπρὸς, πανταχόθεν ἀναζητῶν. ἐξεπρίατο γὰρ τὰ πρωτοτοκία παραρριπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ· καὶ τὸν τῆς γαστρὸς κόρον, τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. ταύτῃ λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. τουτέστι, γήινος. γηΐνου γὰρ ἀληθῶς καὶ χαμαλωτάτου φρονήματος ἔλεγχος ἀληθὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γενέσεως πρεσβεῖα παρ’ οὐδὲν ποιεῖσθαι παντελῶς. ἀνθέλεσθαι δὲ μᾶλλον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον ἡδονὴν, κἂν εἰ πολλὴν ἔχοι τὴν ζημίαν.

Τοί γὰρ τοι καὶ ὁ θεσπέσιος Παῦλος, πόρνον τὲ καὶ βέβηλον τὸν οὕτως αἰσχρῶς διαβιοῦν ᾑρημένον, εἰκότως ἀποκαλεῖ. τύπον ὧσπέρ τινα τῶν εἰς τοῦτο φαυλότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ· λέγων, “ μή τις πόρνος ἣ βέβηλος, ὡς Ἡσαῦ. ὃς ἀντὶ “ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκα αὐτοῦ.” οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς, καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκοπὸν, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ ἐλεύθερον, τὰ εἰκότα λέγωμεν. ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικος τὸν νοῦν, καὶ γεωδεστέραν τὴν φρένα· γαῦρος τὲ καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἐπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικον τὲ καὶ θηριοκτόνον Ἡσαῦ. καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐγκαλεῖ λόγος, ὅτι παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας. αὐτὸς δὲ ὁ Χριστὸς ἐπηρᾶτο λέγων, “ ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος “ αὐτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου. ἐλθέτω αὐτοῖς παγὶς “ ἣν οὐ γινώσκουσι· καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.” πεπόμφασι γάρ τινας τῶν Φαρισαίων μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, δασμολόγοι δὲ οὗτοι, πειράζοντές τε καὶ λέγοντες, “ εἰ

333
“ ἔξεστι δοῦναι φόρους Καίσαρι ἣ οὔ;” θηρευτὴς οὖν καὶ ὁ Ἰσραήλ. ὁ δὲ γενναῖος καὶ ἐν πίστει λαὸς, κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ἀστεῖος καὶ φιλέστιος· πρᾷος καὶ καθεστηκώς· ἁπλοῦς καὶ ἀκάκουργος, οἰκῶν οἰκίαν. τῶν ἐν πίστει δεδικαιωμένων ἡ πραοτάτη πληθὺς πόλιν ὧσπέρ τινα λαμπρὰν καὶ εὐνομουμένην ἀπεγράψατο τὴν ἐκκλησίαν. καὶ οἶκον ἐρηρεισμένον τοῖς πειράζουσιν ἀκατάσειστον, τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωὴν ἐχαρίσατο. καὶ ἁπλοῦς μὲν αὐτοῖς ὁ νοῦς, καὶ δυστροπίας πάσης ἀπηλλαγμένος. ἀπηχθημένον δὲ σφόδρα ποιοῦντα τὸ ὡς ἐν γνώμῃ τὲ καὶ τρόποις πεπλάσθαι δοκεῖν. καὶ περὶ αὐτῶν οἶμαί που λέγειν τὸν θεσπέσιον Δαβὶδ, “ Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” μονότροπος γὰρ, ὁ ἁπλοῦς ἐν Χριστῷ, ὃς καὶ ἐν οἴκῳ κατοικίζει. καί τοι τῷ Ἰσραὴλ ἐπιφωνοῦντος τινὸς τῶν ἁγίων προφητῶν, “ ταῖς πολυοδίαις σου ἐκοπίασας.” οὐκοῦν ἐναυλίζονται μὲν οἱ ἐν Χριστῷ, καθάπερ εἰς οἶκον, τὴν ἐν ὁσιότητι καὶ ἁγιασμῷ πολιτείαν καὶ ζωήν. αὐτοὶ δὲ τὸ χρῆμα ταῖς σφῶν κεφαλαῖς οἷά τινα στέφανον ἀναπλέκοντες ἁλοῖεν ἄν. καὶ μὴν καὶ εὐημερίας καταλογιζόμενοι τρόπον. ταύτῃ τοι φασὶ, “ ὅτι ηὐφράνθην ἐπὶ τοῖς “ εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα.”