Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Χρυσοστόμου. Τί δεῖ, φησιν, τὰ παρόντα λέγειν, καὶ τὰ τῷ βίῳ τούτῳ συγκεκληρωμένα δεινά. κἂν γὰρ τὰ μέλλοντα εἴπῃ τὶς, καὶ πράγματα καὶ δυνάμεις· πράγματα μὲν, ὡς θάνατον καὶ ζωήν· δυνάμεις δὲ, ὡς Ἀγγέλους καὶ ἀρχαγγέλους· καὶ πᾶσαν τὴν ἄνω κτίσιν· καὶ ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην του Χριστοῦ. οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα τὸν ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ· οὔτε εἰ ζωὴν ἐπηγγέλλετο τὴν ἄπειρον, κατεδεξάμην ἄν. τι γὰρ δεῖ λέγειν βασιλεῖς τοὺς κάτω, καὶ ὑπάτους, καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; κἂν Ἀγγέλους μοι εἴπῃς· κἂν πάσας τὰς ἄνω δυνάμεις· κἂν πάντα τὰ ὄντα· κἂν πάντα τὰ μέλλοντα· πάντα ἐμοὶ μικρά· καὶ τὰ ἐν τῇ γῇ· κα τὰ ἐν τοῖς οὐρανοῖς· καὶ τὰ ὕπο γῆν, καὶ ὕπερ οὐράνους, πρὸς τὸ φίλτρον ἐκεῖνο. εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενος φησὶν, “ οὔτε κτίσις ἕτερα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ εἰ ἄλλῃ τοσαύτῃ κτίσις ἦν, ὅση ἡ ὁρωμένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν με τῆς ἀγάπης ἐκείνης ἀπέστησε. ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς Ἀγγέλων τοῦτο ἐπιχειρούντων, ἢ τῶν ἄλλων δυνάμεων· μὴ γένοιτο· ἀλλὰ μεθ’ ὑπερβολῆς ἁπάσης τὸ φίλτρον, ὃ περὶ τὸν Χριστὸν εἶχεν, ἐπιδεῖξαι βουλόμενος. οὐ γὰρ τὸν Χριστὸν ἐφίλει διὰ τὰ Χριστοῦ· ἀλλὰ δι’ αὐτὸν, τὰ ἐκείνου· καὶ πρὸς αὐτὸν ἑώρα μόνον. καὶ ἓν ἐδεδοίκει, τὸ τῆς ἀγάπης ἐκπεσεῖν ἐκείνου. τοῦτο γὰρ αὐτῷ καὶ

291
γεέννης φοβερώτερον ἦν· ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ, βασιλείας ποθεινότερον.

Θεοδώρου μονάκου. Ἢ ἐνεστῶτα καὶ μέλλοντα, τὰ παρόντα φησὶν, καὶ τὰ προσδοκώμενα φοβερά. καὶ ὕψωμα μὲν, τὰ ἄγαν ἐπίδοξα· βάθος δὲ, τὰ ἄγαν ἄδοξα.

Θεοδωρήτου. Ἢ ἐνεστῶτα μὲν καὶ μέλλοντα, τὰ παρόντα καὶ τὰ προσδοκώμενα ἀγαθά. βάθος δὲ, τὴν γέενναν. ὕψωμα, τὴν βασιλείαν· καὶ ζωὴν, τὴν αἰώνιον· καὶ θάνατον, τὸν αἰώνιον.

Κλήμεντοσ. Ἢ ζωὴν, τὴν κατὰ τὸν παρόντα βιόν· καὶ θάνατον, τὸν κατ’ ἐπιφορὰν τῶν διωκόντων· Ἀγγέλους τε καὶ ἀρχὰς καὶ δυνάμεις, τὰ ἀποστολικὰ πνεύματα.

Θεοδωρήτου. Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν· οὐκ ἃν εἱλόμην τὴν βασιλείαν τῶν οὐρανῶν ἔχειν, καὶ τὰ ὁρώμενα πάντα καὶ τὰ νοούμενα, καὶ ἄλλα δὶς τοσαῦτα καὶ τρὶς, δίχα τῆς περὶ τὸν Θεὸν ἀγάπης. εἰ δέ τις μοι προὔτεινε τάτε παρόντα σκυθρωπὰ καὶ τὰ μέλλοντα, τὸν πρόσκαιρον θάνατον καὶ τὸν αἰώνιον, καὶ τὴν ἐν γεέννῃ μακροτάτην κόλασιν, μετὰ τῆς περὶ αὐτὸν ἀγάπης, ἀσπασίως ἃν ταῦτα καὶ προθύμως εἱλόμην· ἣ ἐκεῖνα τὰ λαμπρὰ καὶ μεγάλα καὶ ὑπὲρ λόγον, τῆς ἀγάπης ἐστερημένος.

Ωριγένουσ. Σὺ δὲ καὶ καθ’ ἑτέραν ἐπιβολὴν, πρόσχες. εἰ, θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται, τὸ, “ἕνεκα σοῦ “θανατούμεθα ὅλην τὴν ἡμέραν·” ἀλλ’ ὁ ἐχθρὸς Χριστοῦ ὁ ἐσχάτως κατακριθησόμενος. βουλήσεται μὲν γὰρ οὗτος χωρίσαι φέρε εἰπεῖν, Παῦλον. οὐ δυνήσεται δέ· καταργούμενος ὑπὸ τοῦ ἐν αὐτῷ Χριστοῦ. ζωὴ δὲ, οὐχ ἡ τῷ θανάτῳ τούτῳ ἐναντία· τὰ γὰρ ἀλλήλοις ἐναντία, οὐ πέφυκεν ἓν καὶ ταὐτὸ βούλεσθαι· ἀλλὰ ἡ κἄ ἣν ζῇ τίς τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴδεσιν αὐτῆς. αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ. οὐ δύναται δέ. καταργουμένη, πῆ μὲν, ὑπὸ τοῦ θανάτου, καθ’ ἣν ἀποθνήσκει τίς τῇ ἁμαρτίᾳ· πῆ δὲ, ὑπὸ τῆς ζωῆς ἡμῶν, ἥ τις κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. καὶ Ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ. περὶ ὧν λέλεκται τοῖς ἐξ εὐωνύμων, “πορεύεσθε “εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον μένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις

292
αὐτοῦ.” τὸ δὲ, “οὔτε ἀρχαὶ,” ἐπὶ τὸ, οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς “αἱμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τοὺς κοσμοκράτο- “ῥᾶς,“ἀναφέρεται. καὶ εἰς τὸ, “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ “ἐξουσίαν καὶ δύναμιν.” ἑξῆς τούτῳ ἐστὶ, τὸ, “ἐνεστῶτα.” ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ “τοὺς κοσμοκράτορας τοῦ “σκότους τοῦ αἰῶνος τούτου.” ἄλλος δ' ἄν σοι λέγῃ τὰ ἐνεστῶτα ἀναφέρεσθαι ἐπὶ τὰ βλεπόμενα καὶ πρόσκαιρα. μετὰ τοῦτο ἴδωμεν, τίνα “τὰ μέλλοντα.” ἤτοι, τὰ πρὸς τὸν μέλλοντα χρόνον τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας, ὡς πρὸς τὰς ἐνεστηκυίας τῆς γραφῆς τῆς ἐπιστολῆς ἡμέρας, παλαίσοντα τῷ Ἀποστόλῳ. ἣ τὰ μετὰ τὸν ἐνεστηκότα αἰῶνα, καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαντήσοντα· ὅτε ὁ ἄρχων τοῦ κόσμου τούτου, καί τινες ὑπ’ αὐτὸν δυνάμεις, βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ, ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῷ ἐστὶ, τὸ, “οὔτε ὕψωμα, οὔτε βάθος.” μήποτε οὖν ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται, ὑπὸ μὲν ὑψώματος, κάτα τὰ ἐν τοῖς ἐπουρανίοις πρὸς τὰ πνευματικὰ τῆς πονηρίας· ὑπὸ δὲ βάθους, κατὰ τὰ καταχθόνια. ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ ὁπλισάμενον χωρισθῆναι ἐάσει, αὐτῆς.

Ἐπειδὴ δὲ ταῦτα οὐ περὶ τῶν πονηρῶν πνευμάτων, ἀλλὰ περὶ τῶν θείων ἀγγέλων, ἀνωτέρω ἁπλούστερόν τε καὶ κυριώτερον ἐξειλήφθη, φέρε πλατύτερόν τι περὶ τῶν Ἀγγέλων διαληψόμεθα.

Τοῦ Ἁγίου Διονυσίου τοῦ Ἀρειοπαγίτου. Πάσας ἡ θεολογία τὰς οὐρανίους οὐσίας, ἐννέα κέκληκεν. εἰς τρεῖς δὲ ταύτας ἀφορίζει τριαδικὰς διακοσμήσεις. καὶ πρώτην μὲν εἶναι φησὶν, τὴν περὶ Θεὸν οὖσαν ἀεὶ, καὶ προσεχῶς αὐτῷ καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνῶσθαι παραδεδομένην. τούς τε γὰρ ἁγιωτάτους θρόνους, καὶ τὰ πολυόμματα καὶ πολύπτερα τάγματα, Χερουβὶμ Εβραίων φωνῇ καὶ Σεραφὶμ ὠνομασμένα, κατὰ τὴν πάντων ὑπερκειμένην ἐγγύτητα, περὶ Θεὸν ἀμέσως ἱδρῦσθαι φησίν. τὸν τριαδικὸν οὖν τοῦτον διάκοσμον ὡς ἕνα καὶ ὁμοταγῆ καὶ ὄντως πρώτην ἰεραρχίαν, ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών. ἧς οὐκ ἔστιν ἑτέρα θεοειδέστερα καὶ ταῖς πρωτουργοῖς τῆς θείας ἐλλάμψεσιν ἀμέσως προσεχέστερα. δευτέραν δέ φησιν εἶναι, τὴν ὑπὸ

293
τῶν ἐξουσιῶν καἰ κυριοτήτων καὶ δυνάμεων συμπληρουμένην. καὶ τρίτην ἐπ’ ἐσχάτων τῶν οὐρανίων ἱεραρχιῶν, τὴν τῶν Ἀγγέλων τὲ καὶ Ἀρχαγγέλων καὶ ἀρχῶν διακόσμησιν.

Ταύτην ἡμεῖς ἀποδεχόμενοι τὴν τῶν ἁγίων ἱεραρχιῶν τάξιν, φαμὲν ὅτι πᾶσα τῶν οὐρανίων νόων ἐπωνυμία, δήλωσιν ἔχει τῆς ἑκάστου θεοειδοῦς ἰδιότητος. καὶ τὴν μὲν ἁγίαν τῶν Σεραφὶμ ὀνομασίαν, φασὶν οἱ τὰ Ἑβραίων εἰδότες, ἣ τὸ, ἐμπρηστὰς ἐμφαίνειν, ἣ τὸ θερμαίνοντας. τὴν δὲ τῶν Χερουβὶμ, πλῆθος γνώσεως, σεως, ἣ χύσιν σοφίας. εἰκότως οὑν ἡ πρώτη τῶν οὐρανίων ἱεραρχία πρὸς τῶν ὑπερτάτων οὐσίων ἱερουργεῖται· τάξιν ἔχουσα τὴν πασῶν ὑψηλοτέραν, τὸ περὶ Θεὸν ἀμέσως ἱδρῦσθαι· καὶ τὰς πρωτουργοὺς θεοφανείας καὶ τελειώσεις εἰς αὐτὴν ὡς ἐγγυτάτην ἀρχικωτέρως διαπορθμεύεσθαι. θερμαίνοντες γοῦν ὀνομάζονται, καὶ χύσις σοφίας. ἐκφαντορικῶς τῶν θεοειδῶν αὐτῶν ἕξεων ὀνόματα. τὸ μὲν γὰρ ἀεικίνητον ἀυτῶν πέρι τὰ θεία καὶ ἀκατάληκτον, καὶ τὸ θερμὸν καὶ ὀξὺ καὶ ὑπερζέον, τῆς προσεχοῦς καὶ ἀνενδότου καὶ ἀκλινοῦς ἀεικινησίας. καὶ τὸ τῶν ὑποβεβηκότων ἀναγωγικῶς καὶ δραστηρίων ἀφομοιωτικὸν ὡς ἀναζέον ἐκεῖνα καὶ ἀναζωπυροῦν ἐπὶ τὴν οἰκείαν θερμότητα. καὶ τὸ πρηστηρίως καὶ ὁλοκαύτως καθαρ- τικὸν, καὶ τὴν ἀπερικάλυπτον καὶ ἄσβεστον και ἀσβεστον ἐχουσαν ὡσαύτως ἀεὶ φωτοειδῆ καὶ φωτιστικὴν ἰδιότητα. καὶ πάσης ἀλαμποῦς σκοτοποιΐας ἐλάτειραν οὖσαν καὶ ἀφανιστικὴν, ἡ τῶν Σεραφὶμ ἐπωνυμία ἐκφαντορικῶς διδάσκει. ἡ δὲ τῶν Χερουβὶμ, τὸ γνωστικὸν αὐτῶν καὶ θεοπτικόν· καὶ τῆς ὑπερτάτης Φωτοδοσίας δεκτικὸν καὶ θεωρητικὸν ἐν πρωτουργῷ δυνάμει τῆς θεαρχικῆς εὐπρεπείας, καὶ τῆς σοφοποιοῦ μεταδόσεως ἀναπεπλησμένον. καὶ κοινωνικὸν ἀφθόνως πρὸς τὰ δεύτερα τῇ χύσει τῆς δωρηθείσης σοφίας. ἡ δὲ τῶν ὑψηλοτάτων καὶ ἐπηρμένων θρόνων τὸ πάσης ἀμιγῶς ἐξηρῆσθαι περιπεζίας ὑφέσεως· καὶ πρὸς τὸ ἄναντες ὑπερκοσμίως ἀνωφερές· καὶ πάσης ἐσχατιὰς ἀνωκισμενον· καὶ πέρι ’τον ὄντως υψιστον ὁλικαῖς δυνάμεσιν, ἀκατασείστως καὶ εὐσταθῶς ἱδρυμένον· καὶ τῆς θεαρχικῆς ἐπιφοιτήσεως ἐν ἀπαθείᾳ πάσῃ καὶ αὐλίᾳ δεκτικόν· καὶ θεόφορον, καὶ θεραπευτικῶς ἐπὶ τὰς θείας ὑποδοχὰς ἀνα- πεπταμενον.

Ἀλλ’ ἐπειδὴ πάσης ἱερίας τάξις ἐστὶ, τὸ τοὺς μὲν, καθαί-

294
ρεσθαι, τοὺς δὲ, καθαίρειν. καὶ τοὺς μὲν, φωτίζεσθαι, τοὺς δὲ, φωτίζειν. καὶ τοὺς μὲν, τελεῖσθαι, τοὺς δὲ, τελεσιουργεῖν. καὶ καθαίρεσθαι μέν ἐστι, τὸ ἀμιγεῖς ἀποτελεῖσθαι καθόλου, καὶ πάσης ἐλευθερῶσθαι τῆς ἀνομοίου συμφύρσεως. φωτίζεσθαι δὲ, τὸ ἀποπληροῦσθαι τοῦ θείου φωτὸς πρὸς θεωρητικὴν ἕξιν καὶ δύναμιν, ἐν παναγίοις νοὸς ὀφθαλμοῖς ἀναγομένους. τελεῖσθαι δὲ, τὸ ἐκ τοῦ ἀτελοῦς μεταταττομένους, μετόχους γίνεσθαι τῆς τῶν ἐποπτευθέντων ἱερῶν τελειωτικῆς ἐπιστήμης. καὶ πάλιν καθαίρειν μέν ἐστι, τὸ περιουσίᾳ καθάρσεως καὶ ἑτέροις μεταδιδόναι ἁγνότητος. φωτίζειν δέ ἐστι, τὸ, ὡς διειδεστέρους νόας καὶ πρὸς μετοχὴν φωτὸς, καὶ μετάδοσιν οἰκείως ἔχοντας· καὶ πανολβίως τῆς ἱερᾶς ἀποπληρουμένης αἴγλης, τὸ κατὰ πᾶν αὐτῶν ὑπερχεόμενον φῶς εἰς τοὺς ἀξίους αὐτῶν ἐποχετεύειν. τελεσιουργεῖν δὲ ἐστι, τὸ, ὡς ἐπιστημονικοὺς τῆς τελεστικῆς μεταδόσεως τελεῖν τοὺς τελουμένους τῇ πανιέρῳ μυήσει τῆς τῶν ἐποπτευθέντων ἱερῶν ἐπιστήμης.

Ἐπειδὴ τοίνυν αὕτη πάσης ἱεραρχίας ἐστὶν ἡ τάξις. ἡ πρώτη τῶν οὐρανίων νόων ἱεραρχία, πρὸς αὐτῆς τῆς ἱεραρχίας, ἣ μᾶλλον εἰπεῖν τελεταρχίας, ἱεραρχουμένη, τῷ ἐπ’ αὐτὴν ἀμέσως ἀντείνεσθαι τῆς παναγεστάτης καθάρσεως τοῦ ἀπλέτου φωτὸς τῆς προτελείου τελείου τελεσιουργίας ἀναλόγως αὐτὴ πληρουμένη, καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται· πάσης μὲν ὑφέσεως ἀμιγὴς, πρώτου δὲ φωτὸς πλήρης, καὶ πρωτοδότου γνώσεως καὶ ἐπιστήμης μέτοχος ἀποτειλαμένη. συνελὼν δὲ καὶ τοῦτο φαίην ἃν οὐκ ἀπεικότως, ὅτι καὶ κάθαρσίς ἐστι καὶ φωτισμὸς, καὶ τελείωσις, ἡ τῆς θεαρχικῆς ἐπιστήμης μετάληψις. ἀγνοίας μὲν οἷον ἀποκαθαίρουσα, τῇ κατ’ ἀξίαν ἐνδιδομένῃ γνώσει τῶν τελειοτέρων μυήσεων. φωτίζουσα δὲ αὐτῇ τῇ θείᾳ γνώσει· δι’ ἧς καὶ καθαίρει τοὺς οὐ πρότερον ἐποπτεύσαντας ὅσα νυν ἐκφαίνεται διὰ τῆς ὑψηλοτέρως ἐλλάμψεως· καὶ τελειοῦσα πάλιν αὐτῷ τῷ φωτὶ τῇ καθ’ ἕξιν ἐπιστήμῃ τῶν φανοτάτων μυήσεων. αὕτη μὲν οὖν ἐστιν ἡ πρώτη τῶν οὐρανίων οὐσιῶν διακόσμησις. ἡ κύκλῳ Θεοῦ καὶ περὶ Θεὸν ἀμέστως ἑστηκυῖα.

Μετιτέον δὲ νῦν ἐπὶ τὴν μέσην. τὰς κυριότητας ἐκείνας, καὶ τὰς ἐξουσίας καὶ τὰς δυνάμεις, τῶν μὲν ἁγίων κυριοτήτων τὴν

295
ἐκφαντορικὴν ὀνομασίαν οἶμαι δηλοῦν, ἀδούλωτόν τινα καὶ πάσης ὑποπεζίας ὑφέσεως ἐλευθέραν ἀναγωγήν. οὐδεμιᾷ τῶν τυραννικῶν ἀνομοιοτήτων οὐδενὶ τρόπῳ καθόλου κατακλινομένην. πάσης μειωτικῆς δουλοποιίας ὑπερκειμένην, ἀνένδοτον ὑφέσει πάσῃ, τῆς ὄντως κυριότητος καὶ κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην· καὶ πρὸς τὴν αὐτῆς κυρίαν ἐμφέρειαν ὡς ἐφικτὸν ἑαυτὴν τὲ καὶ τὰ μεθ’ ἑαυτὴν ἀγαθοειδῶς διαπλάττουσαν· πρὸς οὐδὲν τῶν εἰκῆ δοκούντων· ἀλλὰ πρὸς τὸ κυρίως ἃν ὁλικῶς ἐπεστραμμένην, καὶ κυριαρχικῆς ἀεὶ ἀγαθοειδείας μέτοχον, κατὰ τὸ δυνατὸν αὐτῇ γινομένην. τὴν δὲ τῶν ἁγίων δυνάμεων ἀρρηνωπόν τινα καὶ ἀκατάσειρον ἀνδρείαν, εἰς πάσας τὰς κατ᾿ αὐτὴν θεοειδεῖς ἐνεργείας πρὸς μηδεμίαν τῶν ἐνδιδομένων αὐτῇ θεαρχικῶν ἐλλάμψεων ἀδρανῶς ἐξασθενοῦσαν. δυνατῶς ἐπὶ τὸ θεομίμητον ἀναγομένην. οὐκ ἀπολείπουσαν ἑαυτῆς ἀνανδρίᾳ τὴν θεοειδῆ κίνησιν· ἀλλ’ ἀρρηνωπῶς ἀφορῶσαν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν, καὶ ταύτης εἰκόνα δυναμοειδῆ κατὰ τὸ ἐφικτὸν γινομένην. καὶ πρὸς μὲν αὐτὴν ὡς ἀρχιδύναμον, δυνατῶς ἐπεστραμμένην· πρὸς δὲ τὰ δεύτερα, δυναμοδότως καὶ θεοειδῶς προιοῦσαν. τὴν δὲ τῶν ἁγίων ἐξουσιῶν, τὴν ὁμοταγῆ τῶν θείων κυριοτήτων καὶ δυνάμεων, τὴν εὔκοσμον καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς εὐταξίαν. καὶ τὸ τεταγμένον τῆς ὑπερκόσμου καὶ νοερᾶς ἐξουσιότητος, οὐ τυραννικῶς ἐπὶ τὰ χείρω ταῖς ἐξουσιαστικαῖς δυνάμεσιν ἀποκεχρημένης, ἀλλ’ ἀκρατήτως ἐπὶ τὰ θεῖα μετ’ εὐταξίας ἀναγομένης τὲ καὶ τὰ μετὰ ταύτην ἀγαθοειδῶς ἀναγούσης. καὶ πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν ὡς θεμιτὸν ἀφομοιουμένης. καὶ ταύτην ὡς δυνατὸν Ἀγγέλοις ἀναλαμπούσης, ἐν ταῖς κατ’ αὐτὴν εὐκόσμοις τάξεσι, τῆς ἐξουσιαστικῆς δυνάμεως.

Ταύτας ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας, ἡ μέση τῶν οὐρανίων νόων διακόσμησις καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται, καθ’ ὃν εἴρηται τρόπον, ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων, ἐνδιδομένων αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως· καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων. ἀμέλει τὴν δι’ ἀλλήλου λεγομένην φοιτᾶν εἰς ἄλλον ἄγγελον ἀκοὴν, σύμβολον ποιησόμεθα τῆς πόρρωθεν ἐπιτελουμένης, καὶ διὰ τὴν πρόοδον ἀμυδρουμένης εἰς δευτέρωσιν τελειώσεως. τοῦτο γάρ ἐστι καθόλου

296
τῇ θείᾳ ταξιαρχίᾳ νενομοθετημένον θεοπρεπῶς, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα τῶν θεαρχικῶν μετέχειν ἐλλάμψεων. διὸ καὶ πρὸς τῆς ἱερατικῆς ἡμῶν παραδόσεως τελεταὶ καὶ φωτουργοὶ καὶ καθαρτικαὶ δυνάμεις οἱ πρῶτοι νόες ὀνομάζονται, τῶν ὑφειμένων, ὡς δι’ αὐτῶν ἐπὶ τὴν ὑπερούσιον ἀρχὴν ἀγομένων. καὶ τῶν τελεταρχικῶν καθάρσεων καὶ φωτισμῶν καὶ τελειώσεων κατὰ τὸ αὐτοῖς θεμιτὸν, γινομένων ἐν μετουσίᾳ.

Λοιπὸς ἡμῖν εἰς θεωρίαν ἱερὰν διάκοσμος, ὁ τὰς ἀγγελικὰς συγκλείων ἱεραρχίας. ὁ πρὸς τῶν θεοειδῶν ἀρχῶν, Ἀρχαγγέλων τὲ καὶ Ἀγγέλων διακοσμούμενος. καὶ πρώτας εἰπεῖν ἀναγκαῖον οἶμαι κατὰ τὸ ἐμοὶ δυνατὸν, τὰς τῶν ἁγίων αὐτῶν ἐπωνυμιῶν, ἐκφαντορίας. ἐκφαίνει γὰρ ἡ μὲν τῶν οὐρανίων ἀρχῶν, τὸ θεοειδῶς ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἱερᾶς, καὶ ταῖς ἀρχικαῖς πρεπωδεστάτης δυνάμεσι. καὶ τὸ πρὸς τὴν ὑπεράρχιον ἀρχὴν αὐτὰς τὲ ὁλικῶς ἐπεστράφθαι, καὶ ἑτέρων ἀρχικῶς ἡγεῖσθαι. καὶ τὸ πρὸς αὐτὴν ἐκείνην ὡς δυνατὸν ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχήν. ἀναφαίνειν τὲ τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν τῇ τῶν ἀρχικῶν εὐκοσμίᾳ δυναμένων. ἡ δὲ τῶν ἁγίων Ἀρχαγγέλων, ὁμοταγὴς μέν ἐστι τῖς οὐρανίαις ἀρχαῖς. ἔστι γὰρ αὐτῶν τὲ καὶ τῶν Ἀγγέλων ὡς ἔφην, ἱεραρχία μία καὶ διακόσμησις. πλὴν ἐπείπερ οὐκ ἔστιν ἱεραρχία, μὴ καὶ πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις ἔχουσα, ἡ τῶν Ἀρχαγγέλων ἁγία τάξις κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβάνεται. ταῖς τε γὰρ ἁγιωτάταις ἀρχαῖς κοινωνεῖ καὶ τοῖς ἁγίοις Ἀγγέλοις· ταῖς μὲν, ὅτι πρὸς τὴν ὑπερούσιον ἄρχην ἀρχικῶς ἐπέστραπται, καὶ πρὸς ἀυτὴν ὡς ἐφικτὸν ἀποτυποῦται. καὶ τοὺς Ἀγγέλους ἑνοποιεῖ, κατὰ τὰς εὐκόσμους αὐτῆς καὶ τεταγμένας καὶ ἀοράτους ἡγεμονίας. τοῖς δὲ, ὅτι καὶ τῆς ὑποφητικῆς ἐστι τάξεως τὰς θεαρχικὰς ἐλλάμψεις ἱεραρχικῶς διὰ τῶν πρώτων δυνάμεων ὑποδεχομένης. καὶ τοῖς Ἀγγέλοις αὐτὰς ἀγαθοειδῶς ἀγγέλλουσα· καὶ δι’ Ἀγγέλων ἡμῖν ἀναφαίνουσα.

Οἱ γὰρ Ἄγγελοι, καθὼς ἤδη προειρήκαμεν, συμπληρωτικῶς ἀποπερατοῦσι τὰς ὅλας τῶν οὐρανίων νόων διακοσμήσεις. κατὰ τὸ τελευταῖον ὡς ἐν οὐρανίαις οὐσίαις ἔχοντες τὴν ἀγγελικὴν ἰδιότητα. καὶ μᾶλλον πρὸς ἡμῶν Ἄγγελοι παρὰ τοὺς προτέρους

297
οἰκειότερον ὀνομαζόμενοι· ὅσῳ καὶ περὶ τὸ ἐμφανέστερον αὐτοῖς ἐστιν ἡ ἱεραρχία, καὶ μᾶλλον, περικόσμιος. τὴν μὲν γὰρ ὑπερτάτην ὡς εἴρηται διακόσμησιν, ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιάζουσαν, κρυφιωδῶς οἰητέον ἱεραρχεῖν τῆς δευτέρας. τὴν δὲ δευτέραν, ἢ συμπληροῦται, πρὸς τῶν ἁγίων κυριοτήτων καὶ δυνάμεων καὶ ἐξουσιῶν, τῆς τῶν ἀρχῶν καὶ Ἀρχαγγέλων Ἀγγέλων ἱεραρχίας ἡγεῖσθαι, τῆς μὲν ἱεραρχίας, ἐμφανέστερον· τῆς δὲ μετὰ ταύτην, κρυφιωδέστερον· τὴν δὲ τῶν Ἄρχων καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων ἐκφαντορικὴν διακόσμησιν, ταῖς ἀνθρωπείαις ἑραρχίαις δι’ ἀλλήλων ἐπιστατεῖν· ἱν ᾖ κατὰ τάξιν πρὸς Θεὸν ἀγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις· καὶ μὴν ἡ παρὰ Θεοῦ πάσαις ταῖς ἑραρχίαις ἀγαθοπρεπῶς ἐνδιδομένη, καὶ κοινωνικῶς ἐπιφοιτῶσα μετ’ εὐκοσμίας ἱερωτάτης, πρόοδος.

Συνῆκται τοίνυν ἡμῖν ὡς ἡ μὲν πρεσβυτάτη τῶν περὶ Θεὸν νόων διακόσμησις, ὑπὸ τῆς τελεταρχικῆς ἐλλάμψεως ἱεραρχουμένη τῷ ἐπ’ αὐτὴν ἀμέσως ἀνατείνεσθαι, κρυφιωτέρα καὶ φανοτέρα τῆς θεαρχίας φωτοδοσία καθαίρεται. κρυφιωτέρα μὲν, ὡς νοητοτέρα, καὶ μᾶλλον ἁπλωτικῇ καὶ ἑνοποιῷ. φανοτέρα δὲ, ὡς πρωτοδότῳ καὶ πρωτοφανεῖ· καὶ ὁλικωτέρα, καὶ μᾶλλον εἰς αὐτὴν ὡς διειδῆ κεχυμένη. πρὸς ταύτης δὲ πάλιν, ἀναλόγως ἡ δευτέρα. καὶ πρὸς τῆς δευτέρας, ἡ τρίτη. καὶ πρὸς τῆς τρίτης ἡ καθ’ ἡμᾶς ἑραρχία, κατὰ τὸν αὐτὸν τῆς εὐκόσμου ταξιαρχίας θεσμόν. ἐν ἁρμονίᾳ θείᾳ καὶ ἀναλογίᾳ πρὸς τὴν ἁπάσης εὐκοσμίας ὑπεράρχιον ἀρχὴν καὶ περάτωσιν ἱεραρχικῶς ἀνάγεται. ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ Ἄγγελοι ἕλοι τῶν πρὸ αὐτῶν. οἱ μὲν πρεσβύτατοι, Θεοῦ τοῦ κινοῦντος. ἀναλογῶς δὲ οἱ λοιποὶ τῶν ἐκ Θεοῦ κεκινημένων. διὸ τῆς ἀγγελικῆς ἐπωνυμίας ἠξίωνται, διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν. καὶ δι’ αὐτῶν εἰς ἡμᾶς διαπορθμεύονται τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας.

Ἄλλ αὕτη μὲν ἡ αἰτία τῆς ἀγγελικῆς ἐπωνυμίας. ἐρευνῆσαι δὲ ὡς οἶμαι χρὴ, δι’ ἣν αἰτίαν οἱ θεόλογοι, πάσας μὲν ἅμα τὰς οὐρανίους οὐσίας, Ἀγγέλους καλοῦσιν· ἐρχόμενοι δὲ πρὸς τὴν ἐκφαντορίαν τῶν ὑπερκοσμίων αὐτῶν διακοσμήσεων, τάξιν ἀγγελικὴν ἰδίως ὀνομάζουσι τὴν συμπληρωτικῶς ἀποπερατοῦσαν τὰ

298
θεῖα καὶ οὐρανία τάγματα. πρὸς ταύτης δὲ τάττουσιν ἀρχαγγέλους, ἀρχὰς, ἐξουσίας, δυνάμεις, καὶ τὰ λοιπά. φαμὲν δὴ ὅτι κατὰ πᾶσαν ἱερὰν διακόσμησιν, αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις, ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακοσμήσεων ἐλλάμψεις καὶ δυνάμεις· ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων εἰσὶν αἱ τελευταῖαι. τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα, καὶ Ἀγγέλους καλοῦσιν οἱ θεόλογοι. καὶ γὰρ εἰσὶν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως. τὴν τάξιν δὲ τὴν τῶν οὐρανίων νόων τελευταίαν, οὐκ ἔχει λόγον, ἀρχὰς, ἢ θρόνους, ἣ Σεραφὶμ ὀνομάζειν. οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων.

Τούτων δὲ διωρισμένων, ἐκεῖνο ἄξιον ἐννοῆσαι, δι’ ἣν αἰτίαν ἁπάσας ὁμοῦ τὰς ἀγγελικὰς οὐσίας, δυνάμεις οὐρανίας καλεῖν εἰώθαμεν. οὐ γὰρ ἔστιν εἰπεῖν ὡς ἐπὶ τῶν Ἀγγέλων, ὅτι πασῶν ἐστιν ἐσχάτη διακόσμησις ἡ τῶν ἁγίων δυνάμεων. καὶ τῆς μὲν τῶν ἐσχάτων ἁγιοπρεποῦς ἐλλάμψεως, αἱ τῶν ὑπερκειμένων οὐσιῶν διακοσμήσεις μετέχουσιν. αἱ τελευταῖαι δὲ τῶν πρώτων οὐδαμῶς. καὶ τούτου χάριν οὐρανίαι μὲν δυνάμεις, ἅπαντες οἱ θεῖοι νόες ὀνομάζονται, Σεραφὶμ δὲ καὶ θρόνοι καὶ κυριότητες, οὐδαμῶς. οἱ γὰρ Ἄγγελοι καὶ Ἀρχάγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι, μετὰ τὰς δυνάμεις ὑπὸ τῆς θεολογίας ταττόμενοι, κατὰ κοινοῦ πολλάκις ὑφ’ ἡμῶν ὁμοῦ ταῖς ἄλλαις ἁγίαις οὐσίαις, οὐρανίαι δυνάμεις ἀποκαλοῦνται. φαμὲν δὴ ὅτι κοινῶς ἐπὶ πάσας κεχρημένοι τῇ τῶν οὐρανίω, δυνάμεων ἐπωνυμίᾳ, οὐ σύγχυσίν τινα τῶν ἑκάς διακοσμήσεως ἰδιοτήτων εἰσάγομεν. ἀλλ’ ἐπειδὴ εἰς τρία διήρηντο τῷ κατ’ αὐτοὺς ὑπερκειμένῳ λόγῳ πάντες οἱ θεῖοι νόες, εἰς οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν· ὅταν ἅπαντας ἣ τινὰς αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας, ἣ οὐρανίας δυνάμεις ἀποκαλῶ αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὤη ὁ λόγος ἐμφαίνειν ἡμᾶς οίητέον ἐκ τῆς καθ’ ἕκαστον αὐτῶν οὐσίας ἣ δυνάμεως.

Κἀκεῖνο δὲ ἔτι ζητήσεως ἄξιον. εἰ γὰρ ἀμέθεκτα τῶν ὑπερτέρων εἰσὶ τὰ τελευταῖα, δι’ ἣν αἰτίαν ὁ καθ’ ἡμᾶς ἱεράρχην, Ἄγγελος Κυρίου ὑπὸ τῶν ἁγίων ὠνόμασται; φαμὲν δὴ καὶ πρὸς τοῦτο· ὅτι τῆς ὁλικῆς καὶ ὑπερκειμένης τῶν πρεσβυτέρων διακόσμων δυνάμεως ἀποδέουσιν οἱ τελευταῖοι. τῆς δὲ μερικῆς καὶ

299
ἀναλόγου μετέχουσι κατὰ τὴν μίαν ἁπάντων ἐναρμόνιον καὶ συνδετικὴν κοινωνίαν. οἷον, ἡ τῶν ἁγίων Χερουβὶμ τάξις, μετέχει σοφίας καὶ γνώσεως ὑψηλοτέρας. αἱ δὲ τῶν ὑπ’ αὐτοὺς οὐσιῶν διακοσμήσεις, μετέχουσι μὲν καὶ αὐταὶ σοφίας καὶ γνώσεως, μερικῆς δὲ ὅμως ὡς πρὸς ἐκείνους, καὶ ὑφειμένης. καὶ τὸ μὲν ὅλως ἐν μετουσίᾳ σοφίας εἶναι καὶ γνώσεως, κοινόν ἐστι πᾶσι τοῖς θεοειδέσι καὶ νοεροῖς. τὸ δὲ προσεχῶς καὶ πρώτως, ἢ δευτέρως καὶ ὑφειμένως, οὐκέτι κοινὸν, ἀλλ’ ὡς ἑκάστῳ πρὸς τῆς οἰκείας ἀναλογίας ὥρισται. τοῦτο δὲ καὶ περὶ τῶν θείων νόων πάντων ἄν τις ὁρίσαιτο. οὐδὲν οὖν ὡς οἶμαι τὸ ἄτοπον, εἰ καὶ τὸν καθ’ ἡμᾶς ἱεράρχην, Ἄγγελον ἣ θεόλογον καλεῖ· τὸν κατὰ δύναμιν οἰκείαν τῆς τῶν Ἀγγέλων ὑποφητικῆς ἰδιότητος, μετέχοντα, καὶ πρὸς τὴν ἐκφαντορικὴν αὐτῶν ὁμοίωσιν ὡς ἐφικτὸν ἀνθρώποις ἀνατεινό- μενον.

Ἄγε δὴ καὶ τοῦτο κατὰ δύναμιν ἐπισκοπήσωμεν· ὅτου ἕνεκα πρὸς ἕνα τῶν θεολόγων, ὁ Σεραφὶμ ἀποστέλλεσθαι λέγεται, καὶ οὐ τῶν ὑφειμένων τίς Ἀγγέλων ἀποκαθαίρει τὸν ὑποφήτην. τινὲς μὲν οὖν φασὶν, ὅτι κατὰ τὸν ἤδη προαποδοθέντα τῆς πάντων τῶν νόων κοινωνίας ὅρον, οὐχ ἕνα τῶν περὶ Θεὸν πρωτίστων νόων ὀνομάζει τὸ λόγιον ἐπὶ τὴν τοῦ θεολόγου κάθαρσιν ἐληλυθέναι· τινὰ δὲ τῶν ἡμῖν ἐφεστηκότων Ἀγγέλων ὡς ἱερουργὸν τῆς τοῦ προφήτου καθάρσεως, τῇ τῶν Σεραφὶμ ὁμωνυμίᾳ κληθῆναι, διὰ τὴν πρηστήριον τῶν ἁμαρτιῶν ἀναίρεσιν, καὶ τὴν τοῦ καθαρθέντος ἐπὶ τὴν θείαν ὑπακοὴν ἀναζωπύρησιν. ἕτερος δὲ τοιοῦτόν τι περὶ τούτου ἔφη, ὅτι τὴν οἰκείαν καθαρτικὴν ἱερουργίαν ὁ μέγας ἐκεῖνος, ὅς τίς ποτε ἦν, ὁ τὴν ὅρασιν διαπλάσας Ἄγγελος, εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεόλογον, ἐπὶ Θεὸν καὶ μετὰ Θεὸν, εἰς τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκε. πᾶσα γὰρ θεαρχικὴ ἐνέργεια, διὰ τῶν πρώτων οὐσιῶν ἀναλάμπουσα, εἰς τὰς λοιπὰς διαδίδοται κατὰ τὴν ἑκάστης ἀναλογίαν. διὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν ἰδιότητα τοῖς Σεραφὶμ εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν ἐκεῖνος ὁ Ἄγγελος. ὥσπερ γὰρ ὁ καθ’ ἡμᾶς ἱεράρχης, διὰ τῶν αὐτοῦ λειτουργῶν ἢ ἱερέων καθαίρων ἣ φωτίζων, αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν· τῶν δι’ αὐτοῦ καθιερωμένων τάξεων ἐπ’ αὐτὸν ἀνατιθεισῶν τὰς οἰκείας ἱερὰς ἐνεργείας, οὕτω καὶ τὴν οἰκείαν καθαρτικὴν ἐπιστήμην καὶ

300
δύναμιν, ὁ τὴν κάθαρσιν τοῦ λόγου τελετουργῶν Ἄγγελος, ἐπὶ Θεὸν μὲν ὡς αἴτιον· ἐπὶ δὲ τὸν Σεραφὶμ ὡς πρωτουργὸν ἱεράρχην, ἀνατίθησιν, ὡς ἄν τις φαίη, μετ’ εὐλαβείας ἀγγελικῆς· διδάσκων τὸν ὑπ’ αὐτοῦ καθαιρόμενον, ὅτι τῆς εἰς σὲ πρὸς ἐμοῦ τελετουργουμένης καθάρσεως, ἀρχὴ μὲν ἔστιν ἐξηρημένη, Θεός· ἱεράρχης δὲ καὶ μετὰ Θεὸν ἡγεμὼν, ὁ τῶν πρωτίστων οὐσιῶν διάκοσμος· παρ’ οὗ καὶ τὸ καθαίρειν ἐγὼ θεοειδῶς ἐμυήθην. οὗτος οὖν ἐστιν ὁ δι’ ἐμοῦ σε καθαίρων. καὶ τοῦτο δὲ ἄξιον ἐπιστασίας· ὅτι τῶν λογίων ἡ περὶ τῶν Ἀγγέλων παράδοσις, χιλίας χιλιάδας εἶναι φησὶ, καὶ μυρίας μυριάδας. τοὺς παρ’ ἡμῖν ἀκροτάτους τῶν ἀριθμῶν εἰς ἑαυτοὺς ἐπανακυκλοῦσα καὶ πολλαπλασιάζουσα. καὶ διὰ τούτων ἐναργῶς ἐμφαίνουσα τὰς ἡμῖν ἀναριθμήτους τῶν οὐρανίων νόων διατάξεις· πολλαὶ γάρ εἰσι· τὴν ἀσθενῆ καὶ συνεσταλμένην ὑπερβεβηκυῖαι τῶν καθ’ ἡμᾶς ὑλαίων ἀριθμῶν συμμετρία ὑφ' ἑαυτῶν δὲ γινωσκόμεναι. αἱ δὲ διάφοροι τούτων ἀναπλάσεις καὶ ὀνομασίαι καὶ οἱ σχηματισμοὶ, καθ’ ὁμοιότητα ἐνεργειῶν παρὰ τῇ γραφῆ ἀναπλάττονται. περὶ ὧν ὁ ζητῶν, ἀπ’ αὐτῶν τῶν γραφῶν διδαχθήσεται.

Ἰωάννου τοῦ δαμασκέωσ. τούτους ὁ Θεὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε. κατ’ οἰκείαν εἰκόνα κτίσας αὐτοὺς, φύσιν ἀσώματον· οἷόν τι πῦρ ἄυλον, ὥς φησιν ὁ θεῖος Δαβὶδ, “ὁ ποιῶν “τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα· καὶ τοὺς λειτουργοὺς αὐτοῦ “πῦρ φλέγον.” τὸ κοῦφον, καὶ διάπυρον, καὶ θερμὸν, καὶ τομώτατον, καὶ ὀξὺ περὶ τὴν θείαν ἔφεσίν τε καὶ λειτουργίαν, διαγράφων· καὶ τὸ ἀνωφερὲς αὐτῶν, καὶ πάσης ὑλικῆς ἐννοίας ἀπηλλαγμένον. Ἄγγελος τοίνυν οὐσία ἐστὶ νοερὰ ἀεικίνητος, αὐτεξούσιος, ἀσώματος, Θεῷ λειτουργοῦσα κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφυῖα. ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον, μόνος ὁ κτίσας ἐπίσταται. ἀσώματος δὲ καὶ ἄυλος λέγεται, ὅσον πρὸς ἡμᾶς. πᾶν γὰρ συγκρινόμενον πρὸς Θεὸν τὸν μόνον ἀσύγκριτον, παχὺ τὲ καὶ ὑλικὸν εὑρίσκεται. μόνον γὰρ ὄντως τὸ θεῖον ἄυλον ἐστὶ καὶ ἀσώματον. ἔστι τοίνυν φύσις λογικὴ, νοερὰ τὲ καὶ αὐτεξούσιος· τρεπτὴ κατὰ γνώμην, ἤτοι ἐθελότρεπτος. πᾶν γὰρ κτιστὸν, καὶ τρεπτόν. μόνον γὰρ τὸ ἄκτιστον, καὶ ἄτρεπτον. καὶ πᾶν λογικὸν, αὐτεξούσιον. ὡς μὲν οὖν λογικὴ καὶ νοερὰ, αὐτεξούσιος. ὡς δὲ

301
κτιστὴ, τρεπτή. ἔχουσα ἐξουσίαν καὶ μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ· καὶ ἐπὶ τὸ χεῖρον τρέπεσθαι. ἀνεπίδεκτος μετανοίας· ὅτι καὶ ἀσώματος. ὁ γὰρ ἄνθρωπος, διὰ τὴν τοῦ σώματος ἀσθένειαν, τῆς μετανοίας ἔτυχεν. ὅπερ δέ ἐστι τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς Ἀγγέλοις ἡ ἔκπτωσις. μετὰ γὰρ τὴν ἔκπτωσιν, οὐκ ἔστιν αὐτοῖς μετάνοια· ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ τὸν θάνατον. ἀθάνατος, οὐ φύσει, ἀλλὰ χάριτι. πᾶν γὰρ τὸ ἀρξάμενον, καὶ τελευτᾷ κατὰ φύσιν. μόνος δὲ ὁ Θεὸς ἀεὶ ὣν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀεί. οὐχ ὑπὸ χρόνον γὰρ, ἀλλ’ ὑπὲρ χρόνον ὁ τῶν χρόνων ποιητής. φῶτα δεύτερα, νοερά· ἐκ τοῦ πρώτου καὶ ἀνάρχου φωτὸς τὸν φωτισμὸν ἔχοντα. οὐ γλώσσης καὶ ἀκοῆς δεόμενα· ἀλλ’ ἀναλόγου προφορικοῦ, μεταδιδόντα ἀλλήλοις τὰ διανοήματα καὶ βουλεύματα.

Διὰ τοῦ λόγου τοίνυν ἐκτίσθησαν πάντες οἱ Ἄγγελοι· καὶ ὑπὸ τοῦ Ἁγίου Πνεύματος διὰ τοῦ ἁγιασμοῦ ἐτελειώθησαν· κατὰ ἀναλογίαν τῆς ἀξίας καὶ τῆς τάξεως, τοῦ φωτισμοῦ καὶ τῆς χάριτος μετέχοντες. περιγραπτοί· ὅτε γάρ εἰσιν ἐν τῷ οὐρανῷ, οὐκ εἰσὶν ἐν τῇ γῇ· καὶ εἰς τὴν γῆν ὑπὸ τοῦ Θεοῦ ἀποστελλόμενοι, οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ. οὐ περιορίζονται δὲ ὑπὸ τοίχων καὶ θυρῶν καὶ κλείθρων καὶ σφραγίδων. ἀόριστοι γάρ. ἀορίστους δὲ λέγω· οὐ γὰρ καθ’ ὃ εἰσὶν, ἐπιφαίνονται τοῖς ἀξίοις, οἷς ὁ Θεὸς φαίνεσθαι αὐτοὺς θελήσοι· ἀλλ’ ἐν μετασχηματισμῷ. καθὼς δύνανται οἱ ὁρῶντες ὁρᾷν. ἀόριστον γάρ ἐστι φύσει καὶ κυρίως, μόνον τὸ ἄκτιστον· πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίσαντος αὐτὸ Θεοῦ ὁρίζεται. ἔξωθεν τῆς οὐσίας τὸν ἁγιασμὸν ἐκ τοῦ Ἄγ’ ἴου Πνεύματος ἔχοντες. διὰ τῆς θείας χάριτος προφητεύοντες. μὴ γάμου χρῄζοντες. ἐπειδήπερ μὴ εἰσὶ θνητοί.

Νόες δὲ ὄντες, ἐννοητοῖς καὶ τόποις εἰσίν. οὐ σωματικῶς περιγραφόμενοι. οὐ γὰρ σωματικῶς κατὰ φύσιν σχηματίζονται. οὐ δὲ τριχῆ εἰσὶ διαστατοί· ἀλλὰ νοητῶς παρεῖναι λέγονται, καὶ ἐνεργεῖν ἔνθα ἃν προσταχθῶσι· καὶ μὴ δύνασθαι κατὰ ταὐτὸν ὦδε κἀκεῖσε εἶναι καὶ ἐνεργεῖν. εἴτε ἶσοι κατ’ οὐσίαν· εἴτε διαφέροντες ἀλλήλων οὐκ ἴσμεν· μόνος οἶδεν ὁ ποιήσας αὐτοὺς Θεός· ὁ καὶ πάντα εἰδώς. διαφέροντες δὲ ἀλλήλων τῷ φωτισμῷ καὶ τῇ στάσει. εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες· ἣ πρὸς

302
τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες. καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως. δῆλον δὲ ὡς οἱ ὑπερέχοντες, τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ φωτισμοῦ καὶ τῆς γνώσεως. ἰσχυροὶ καὶ ἕτοιμοι πρὸς τὴν τοῦ θείου θελήματος ἐκπλήρωσιν. καὶ πανταχοῦ ταχέως εὑρισκόμενοι ἔνθα ἂν ἡ θεία κελεύσῃ ἐπίνευσις, τάχει φύσεως· καὶ φυλάττοντες μέρη τῆς γῆς, καὶ ἐθνῶν καὶ τόπων προἱστάμενοι· καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν. καὶ τὰ καθ’ ἡμᾶς οἰκονομοῦντες καὶ βοηθοῦντες ἡμῖν. πάντως δὲ ὅτι κατὰ τὸ θεῖον θέλημά τε καὶ πρόσταγμα ὑπὲρ ἡμᾶς ὄντες. ἀεὶ τὲ περὶ Θεὸν ὑπάρχοντες, δυσκίνητοι πρὸς τὸ κακόν. ἀλλ’ οὐκ ἀκίνητοι· νῦν δὲ ἀκίνητοι, οὐ φύσει, ἀλλὰ χάριτι· καὶ τῇ τοῦ μόνου ἀγαθοῦ προσεδρείᾳ. ὁρῶντες Θεὸν κατὰ τὸ ἐφικτὸν αὐτοῖς, καὶ ταύτην τροφὴν ἔχοντες. ὑπὲρ ἡμᾶς ὄντες ὡς ἀσώματοι, καὶ παντὸς σωματικοῦ πάθους ἀπηλλαγμένοι. οὐ μὴν ἀπαθεῖς· μόνον γὰρ τὸ θεῖον ἀπαθές ἐστι. μετασχηματίζονται δὲ πρὸς ὅπερ ἂν κελεύσοι ὁ Θεός. καὶ οὕτω τοῖς ἀνθρώποις ἐπιφαίνονται, καὶ τὰ θεῖα αὐτοῖς ἀποκαλύπτουσι μυστήρια. ἐν οὐρανῷ διατρίβουσι. καὶ ἓν ἔργον ἔχουσιν ὑμνοῦν τὸν Θεὸν, καὶ λειτουργεῖν τῷ θείῳ αὐτοῦ θελήματι.

Τινὲς μὲν οὖν φασὶν ὅτι πρὸ πάσης κτίσεως ἐγένοντο· ὡς ὁ θεόλογος λέγει Γρηγόριος. “πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις “καὶ οὐρανίους· καὶ τὸ ἐννόημα, ἔργον ἦν.” ἕτεροι δὲ, ὅτι μετὰ τὸ γενέσθαι τὸν πρῶτον οὐρανόν. ὅτι δὲ πρὸ τῆς ἀνθρώπου πλάσεως, πάντες ὁμολογοῦσιν. ἐγὼ δὲ τῷ θεολόγῳ Γρηγορίῳ συντίθεμαι. ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι, καὶ οὕτω τὴν αἰσθητήν. καὶ τότε ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον. ὅσοι δὲ φασὶν τοὺς Ἀγγέλους δημιουργοὺς τῆς οἱασδήποτε οὐσίας, οὗτοι στόμα εἰσὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. κτίσμα γὰρ ὄντες, οὐκ εἰσὶ δημιουργοί. πάντων δὲ ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς, ὁ Θεός ἐστιν· ὁ μόνος ἄκτιστος. τὰ μέλλοντα δὲ οὐκ οἴδασιν οἱ Ἄγγελοι· ὅμως, προλέγουσι, τοῦ Θεοῦ αὐτοῖς ἀποκαλύπτοντος, καὶ προλέγειν κελεύοντος· ὅθεν ὅσα λέγουσι, γίνονται.

Ὁ μέντοι τῆς Νυσσαέων πρόεδρος Γρηγόριος, ἐν τῷ τέλει τοῦ κατὰ Εὐνομίου ἑβδόμου λόγου, οὕτω φησὶν περὶ αὐτῶν.

Γρηγορίου νύσσησ. Αἱ παρὰ τοῦ Παύλου κατειλεγμέναι

303
φωναὶ τῶν ὑπερκοσμίων δυνάμεων, οὐ φύσεις τινὰς ἀλλήλων παρηλλαγμένας σημαίνουσιν· ἀλλ’ ἡ τῶν προσηγοριῶν σημασία σαφῶς ἐνδείκνυται, τὸ μὴ φύσεων διαφόρας, ἀλλὰ τῆς ἐπουρανίου στρατιᾶς τὰς ποικίλας τῶν ἐνεργειῶν ἰδιότητας τῷ λόγῳ παρίστασθαι. ἀρχαὶ γάρ φησιν, καὶ θρόνοι καὶ ἐξουσίαι καὶ δυνάμεις ἣ κυριότητες. ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν, ὡς αὐτόθεν παντὶ πρόδηλον εἶναι, τὸ κατ’ ἐνεργείας τινὸς τετάχθαι τὰ σημαινόμενα. τὸ γὰρ ἄρχειν, καὶ τὸ κυριεύειν, καὶ τὸ ἐξουσιάζειν, καὶ τὸ θρόνον εἶναί τινος, ταῦτα πάντα οὐκ ἃν ὁ λελογισμένος, εἰς οὐσίων διαφόρας ἀπαγάγῃ· προδήλως τῆς ἐνεργείας ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαινομένης. ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τούτοις σημαίνεσθαι, φρεναπατᾷ ἑαυτόν.

Βασιλείου ἐκ τοῦ εἰσ λβ ψαλμόν. τὴν μὲν οὖν εἰς τὸ εἶναι πάροδον αὐτῶν, ὁ δημιουργὸς Λόγος, ὁ ποιητὴς τῶν ὅλων παρείχετο. τὸν ἁγιασμὸν δὲ αὐτοῖς, τὸ Πνεῦμα τὸ Ἄγ’ ἴον συνεπέφερεν. οὐ γὰρ νήπιοι κτισθέντες οἱ Ἄγγελοι, εἶτα τελειωθέντες τῇ κατ’ ὀλίγον μελέτῃ, οὕτως ἄξιοι τῆς ὑποδοχῆς τοῦ Πνεύματος γεγόνασιν. ἀλλ’ ἐν τῇ πρώτῃ συστάσει, καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν, συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. διὸ καὶ μετατιθέμενοι δυσκόλως εἰσὶ πρὸς κακίαν. εὐθὺς οἱονεὶ βαφῇ τινὶ τῷ ἁγιασμῷ στομωθέντες, καὶ τὸ μόνιμον εἰς ἀρετὴν, τῇ δωρεᾷ τοῦ Ἁγίου Πνεύματος ἔχοντες.

Τοῦ αὐτοῦ εἰσ τὸν μδ. Οὐδεὶς τὲ παρ’ ἐκείνοις παῖς, οὐδὲ νεάνισκος, οὐδὲ πρεσβύτης· οὐ γὰρ ἐπιδέχονται τὴν ἀλλοίωσιν. ἀλλ’ ἐν ᾗ περ ἐξαρχῆς ἐκτίσθησαν καταστάσει, ἐν ταύτῃ διαμένουσιν· ἀκεραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως, σωζο- μενης.

Τοῦ αὐτοῦ εἰσ τὸν λγ. Καὶ παντὶ δὲ πεπιστευκότι εἰς τὸν Κύριον, Ἄγγελος παρεδρεύει· ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, δεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν Ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. ἐὰν δὲ ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, ἀναγκαίους φρουρούς σοι καὶ φύλακας ὁ Θεὸς παρακαθίστησιν.

304