Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ ; θλί- ψις, ἣ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἣ κίνδυνος, ἢ μάχαιρα ; καθὼς γέγραπται, ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβάτα σφαγῆς. ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.

Χρυσοστόμου. Δείξας πολλὴν τὴν ἄνωθεν πρόνοιαν, μετὰ παρρησίας λοιπὸν ἐπάγει ταυτί. καὶ οὐ λέγει ὅτι ὀφείλετε καὶ ὑμεῖς οὕτως αὐτὸν ἀγαπᾶν. ἀλλ’ ὥσπερ ἔνθου, γενόμενος, ὑπὸ τῆς ἀφάτου ταύτης προνοίας, φησί· “τίς ἡμᾶς χωρίσει ;“καὶ οὐκ εἶπε τοῦ Θεοῦ. οὕτως ἀδιάφορον αὐτῷ καὶ Χριστὸν καὶ Θεὸν ὀνομάζειν. καὶ ὅρα τὴν αὐτοῦ σύνεσιν. οὐ γὰρ εἶπε ταῦτα οἷς καθ’ ἡμέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα, καὶ δόξας ἐπιθυμίαν, καὶ ὀργῆς τυραννίδα· ἀλλ’ ἃ πολλῷ τούτων ἔστι τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στερρότητα ἀναμοχλεῦσαι πολλάκις. καὶ ἀκόντων ἡμῶν ταῦτα τίθησι, θλί- ψεῖς καὶ στενοχωρίας. εἰ γὰρ καὶ εὐαρίθμητα τὰ εἰρημένα, ἀλλὰ μυρίους ἔχει πειρασμῶν ὁρμαθοὺς, ἑκάστη λέξις. ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ συκοφαντίας, καὶ ταλαιπωρίας, καὶ τὰς ἄλλας ἐξορίας ἁπάσας. ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον. καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ μιᾶς ἡμῖν ἐμφαίνων λέξεως· ἀλλ’ ὅμως καὶ πάντων αὐτῶν κατα- τολμᾷ. διὸ καὶ κατὰ ἐρώτησιν αὐτὰ προάγει. ὡς ἀναντίρρητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προ-

288
νοίας, οὐδέν ἐστιν ὃ διαστῆσαι δυνήσεται. ε7τα ἵνα μὴ δόξῃ ταῦτα ἐγκαταλείψεως ετͅναι, καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα αὐτὰ πρὸ πολλοῦ τοῦ χρόνου καὶ λέγοντα, “ὅτι ἕνεκα σοῦ θανα- *’ τούμεθα ὅλην τὴν ἡμέραν. ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.” τουτέστι, πᾶσιν ἐσμὲν προκείμενοι εἰς τὸ πάσχειν κακῶς. ἀλλ’ ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας, ἀρκοῦσα παράκλησις, ἡ τῶν ἀγώνων ὑπόθεσις ἡμῖν δέδοται. μᾶλλον δὲ οὐκ ἀρκοῦσα μόνον· ἀλλὰ καὶ πολλῷ πλείων. οὐ γὰρ δι’ ἀνθρώπους, οὐδὲ δι’ ἄλλο τι βιωτικὸν ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων βασιλέα, φησίν.

Οὐ τούτῳ δὲ μόνον αὐτοὺς, ἀλλὰ καὶ ἑτέρῳ πάλιν ἀνέδησε στεφάνῳ, ποικίλῳ καὶ πολυειδεῖ. ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας, οὐκ ἐνῆν μυρίους ὑπομεῖναι θανάτους, δείκνυσιν, ὅτι οὐδὲ ταύτῃ τὰ βραβεῖα ἠλάττωται. κἂν γὰρ τῇ φύσει κεκληρωμένον ᾖ, τὸ μόνον ἅπαξ ἀποθανεῖν, τῇ προαιρέσει τὸ καθ’ ἡμέραν τοῦτο πά- σχεῖν εἰ βουληθείημεν, δέδωκεν ὁ Θεός. ὅθεν δῆλον, ὅτι τοσούτους ἀπελευσόμεθα ἔχοντες στεφάνους, ὅσας ἃν βιώσωμεν ἡμέρας· μᾶλλον δὲ καὶ πολλῷ πλείους. ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ, καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις ἀποθανεῖν. ὁ γὰρ πρὸς τοῦτο παρεσκευ- ασμένος ἀεὶ, ἀεὶ τὸν μισθὸν ἀπηρτισμένον λαμβάνει. τοῦτο γοῦν καὶ ὁ προφήτης αἰνιττόμενος ἔλεγεν, “ὅλην τὴν ἡμέραν.” διὸ καὶ ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, μειζόνως αὐτοὺς διεγείρων. εἰ γὰρ οἱ ἐν τῇ παλαιᾷ φησὶν, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τὰ τῷ παρόντι συγκαταλυόμενα βίῳ, ῥᾴδιον τῆς παρούσης ὑπερώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἃν σχοίη- μὲν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω, καὶ τὰ ἀπόρρητα ἀγαθὰ, καταμαλακιζόμενοι, καὶ μὴ δὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνοις ; ἀλλ’ οὕτω μὲν οὐκ εἶπε· τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν, τῶν ἀκροατῶν τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ. καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται. καὶ οὐ δεῖ θορυβεῖσθαι οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονο- μήσαντος. καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. ἵνα γὰρ μὴ λέγῃ τὶς, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγμάτων, ἐπήγαγεν, “ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.” τοὺς καθημερι-

289
νοῦς τῶν Ἀποστόλων θανάτους λέγων. εἶδες ἀνδρίαν καὶ ἐπιείκειαν; ὥσπερ γὰρ ἐκεῖνα, φησὶν, οὐκ ἀνθίσταται σφαττόμενα, οὕτως οὐδὲ ἡμεῖς. ἀλλ’ ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια, καὶ μετὰ τοσαῦτα, τῶν πειρασμῶν ἐδεδοίκει τὸ πλῆθος, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, εἰπὼν, “ ἀλλ’ ἐν τούτοις πᾶσιν “ ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” τὸ γὰρ δὴ θευμαστὸν τοῦτο ἐστιν· οὐχ ὅτι νικῶμεν μόνον, ἀλλὰ καὶ δι’ ὧν ἐπιβουλευόμεθα νικῶμεν. καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλὰ καὶ “ ὑπερ- “ νικῶμεν.” τουτέστι, μετ’ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων. οὐ γὰρ πράγματα ὑπομένοντες, ἀλλὰ τὴν γνώμην παρασκευάζοντες σκευάζοντες μόνον, οὕτω πανταχοῦ τὰ τρόπαια κατὰ τῶν ἐχθρῶν ἱστῶμεν. καὶ μάλα εἰκότως. Θεὸς γάρ ἐστιν ἡμῖν ὁ συναγωνιζόμενος. μὴ τοίνυν ἀπιστήσῃς εἰ μαστιζόμενοι, τῶν μαστιζόντων περιγινόμεθα. ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγά- πην θῆς, οὐδὲν τὸ κωλύου τὴν ἐκ περιουσίας λάμψαι νίκην. λέγω δὴ τὸ, ἅπερ κατ’ αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρᾶσθαι γινόμενα. διὸ καὶ ἔλεγεν, “ ὑπερνικῶμεν.” καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι· ἀλλ’ ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως εἰς τοὺς ἀγῶνας ἐξιέναι τούτους.

Θεοδωρήτου. Ἢ τὸ, “ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” ἀντὶ τοῦ, περιγινόμεθα τῶν δεινῶν, τὴν περὶ ἡμᾶς ἀγάπην τοῦ Θεοῦ τῶν ὅλων, τούτοις ἅπασιν ἀντιτάττοντες. λογιζόμεθα γὰρ ὅτι τῶν ἀτοπωτάτων ἐστὶ, τὸν μὲν δεσπότην Χριστὸν, τὸν ὑπὲρ ἁμαρτωλῶν καταδέξασθαι θάνατον· ἡμᾶς δὲ τὴν ὑπὲρ αὐτοῦ σφαγὴν, μὴ λίαν ἀσπαστῶς ὑπομένειν. κατάλληλος δὲ ἡ μαρτυρία, τὸ “ ἕνεκεν “ σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.” ἐκ προσώπου γὰρ ἀνδρῶν εἴρηται τῶν ἐσχηκότων τὸν αὐτὸν σκοπόν. τὸ γὰρ Πανάγιον Πνεῦμα, διὰ τοῦ θεσπεσίου Δαβὶδ περὶ τῶν θαυμασίων Μακκαβαίων γέγραφε τὸν ψαλμόν.

Γενναδίου. Καὶ τὸ “ ὑπερνικῶμεν” δὲ οὕτως ἀπέδωκέ τις. ἐπειδὴ, φησὶ, τὰ τῷ προφήτῃ Δαβὶδ περὶ τῆς ὑπὲρ τοῦ νόμου τῶν Μακκαβαίων ἐνστάσεως εἰρημένα προήνεγκεν, ἐπήγαγεν, “ ἀλλ’ “ ἐν τούτοις ἅπασιν ὑπερνικῶμεν.” τί γὰρ θαυμαστὸν ωργασό-

290
μέθᾳ τὴν ἴσην τοῖς πρεσβυτέροις εὔνοιαν ἐπιδεικνύμενοι περὶ τὸν Θεόν. οἷς οὐκ ἴσην, ἀλλὰ καὶ μείζονα κεκομίσμεθα χάριν. καὶ ἐπειδὴ τῆς οἰκείας γνώμης ἐξεῖπε τὴν πρόθεσιν, ἵνα μὴ δόξη κατὰ ἀλαζονείαν ἐφθέγχθαι, ἐπήγαγε, “ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” ἔχομεν λέγων, τὸ τούτων κατὰ περιουσίαν κρατεῖν, οὐκ ἀφ’ ἑαυτῶν, ἀλλὰ διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.