Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ Θεοῦ πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.

Κυρίλλου. Ἀξιάγαστος μὲν ὁ μυσταγωγὸς καὶ ἰσχνὸς ἄγαν εἰς θεωρίαν· ἰδιώτης δέ φησιν εἰναι τῷ λόγῳ. ταύτῃ τοι φαμὲν ἐρυθριῶντες οὐδέν· ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τί βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἐδεῖ γὰρ εἰπεῖν “τὸ γὰρ “ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς,” λέλυται τυχὸν ἣ πέπαυται. εἰτα προσενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν· “ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὦδε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ Χριστοῦ θεραπείας τὸν τρόπον· πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου νοοῖτο· καὶ ποίου νόμου; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον· φημὶ δὲ δὴ τὸν ἐν γράμμασι· καὶ τόν γε τοῦ Πνεύματος, κἀς ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν. κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γάρ· ὅτι” τὸ γὰρ θέλειν “παράκειται μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὔ.” πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας· καὶ τοῦ τῆς σαρκός μου νόμου καταστρέφοντος ὃς εἰς τὰ οἰκεῖα, καὶ οὐχ ἑκόντα τὸν νοῦν. κατὰ τὸν

214
αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον, νοοῖτ’ ἃν εἰκότως νόμου τὸ ἀδύνατον· τοῦ τε ἐν γράμμασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν. καθ’ ὃν “καὶ τὰ ἔθνη, καὶ τοι “τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα “φαίνεται· καὶ νόμος εἰσὶν ἑαυτοῖς. ἐνδείκνυται γὰρ τὸ ἔρ- “ γον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.” καθὰ γέγραπται.

Ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός. ὁ μὲν γὰρ ἐν γράμμασι νόμος, διδάσκαλος ἦν εὐκοσμίας, καὶ τῶν ἀρίστων εἰσηγητής. δεδικαίωκε δὲ παντελῶς οὐδένα. ὁ γε μὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος· ἀπονένευκε μὲν εἰς τὸ ἀγαθόν· ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον· τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ πνεύματος, ἤτοι τού νοὸς, ἀσθενήσει νόμος. νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ, καὶ Πατρὸς, ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας· ἵνα τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο ἁμαρτίας, διά τε τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς ἃν, οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο. ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας. τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν· οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς· καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν· ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις. ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθούμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς. ὅταν γὰρ καὶ ἐν ἡμῖν αὐλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος,

215
καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. ἀληθὲς οὖν ὅτι “τὸ ἀδύνατον “τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ.” κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου. τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου. ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν. τοῦ ἐν ἡμῖν ὄντος κατ’ οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος νόμου ἔστι, διὰ τὸ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς.

Χρυσοστόμου. Καὶ δοκεῖ μὲν διαβάλλειν τὸν νόμον πάλιν. εἰ δέ τις ἀκριβῶς προσέχει, καὶ σφόδρα αὐτὸν ἐπαινεῖ. σύμφωνον τῷ Χριστῷ δεικνὺς, καὶ τὰ αὐτὰ προῃρημένον. οὐδὲ γὰρ εἶπε τὸ πονηρὸν τοῦ νόμου, ἀλλὰ “τὸ ἀδύνατον.” καὶ πάλιν· “ἐν ᾧ “ἠσθένει.” οὐκ ἐν ᾧτ’ ἐκακούργει ἢ ἐπεβούλευε. καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· “ἐν ᾧ ἠσθένει “διὰ τῆς σαρκός.” σάρκα πάλιν αὐτὴν οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν· δι’ ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας. οὐ διὰ τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. εἰ γὰρ ἐναντίος ἦν ο νόμος, πῶς ὁ χριστοὶ εἰς βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωμα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε, κατακρίνας τὴν ἁμαρ- τίαν ἐν τῇ σαρκί; τοῦτο γὰρ ὑπολέλειπτο. ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόμος αὐτὴν κατακρίνας ἦν. τί οὖν; τὸ μεῖζον ὁ νόμος ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ μονογενής; οὐδαμῶς· μά- λιστα μὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο. ὁ τὸν φυσικὸν δεδωκὼς νόμον, καὶ τὸν γραπτὸν προσθείς. ἄλλως δὲ, οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου. τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά; οὐδέν. ἀλλὰ καὶ μείζων κατάκρισις. ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν, ὁ καὶ τὴν σάρκα εὐήνιον ποιήσας. τὸ μὲν γὰρ διδάξαι εὔκολον. τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι’ ἧς μετ’ εὐκολίας ταῦτα ἐγίνετο, τοῦτο ἐστι τὸ θαυμαστόν.

216

Διὰ δὴ τοῦτο ἦλθεν ὁ μονογενής. καὶ οὐ πρότερον ἀπέστη, ἕως ἃν ἀπήλλαξε τῆς δυσκολίας ἡμᾶς ἐκείνης. καὶ τὸ δὴ μεῖζον, ὁ τρόπος τῆς νίκης. οὐδὲ γὰρ ἑτέραν ἀνέλαβε σάρκα. ἀλλ’ αὐτὴν τὴν καταπονουμένην. ὥσπερ ἄν εἰ τις ἐν ἀγορᾷ γυναῖκα εὐτελῆ q τυπτομένην ἰδὼν, εἴποι αὐτῆς εἶναι υἱὸς, βασιλέως ὣν υἱός. καὶ οὕτως αὐτὴν ἀπαλλάξειε τῶν ἐπερεαζόντων. ὅπερ αὐτὸς ἐποίησε. καὶ υἱὸς ἀνθρώπου εἶναι ὁμολογήσας, καὶ παραστὰς αὐτὴ αὐτὴ r, καὶ κατακρίνας τὴν ἁμαρτίαν. οὐ τοίνυν ἐτόλμησεν αὐτὴν τυπτῆσαι λοιπόν. μᾶλλον γε ἐτύπτησε μὲν τῇ τοῦ θανάτου πληγῇ. τούτῳ δὲ αὐτῷ κατεκρίθη· καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ’ ἡ τυπτήσασα ἁμαρτία. ὅπερ ἁπάντων ἐστὶ θαυμαστότατον. καὶ γὰρ εἰ μὴ ἐν τῇ σαρκὶ η νίκη γέγονεν, οὐχ οὐτῶ θαυμαστὸν ἢν. ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο· τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη. καὶ η μυριάκις ὕπο τῆς ἁμαρτίας καταβληθεῖσα, αὐτὴ λαμπρὰν κατ’ αὐτῆς τὴν νίκην ἤρατο. ὅρα γὰρ πόσα τὰ παράδοξα γέγονεν. ἕνα μὲν ὅτι οὐκ ἐνίκησεν ἁμαρτία τὴν σάρκα· ἕτερον δὲ, καὶ ἐνικήθη παρ’ αὐτῆς. οὐ γάρ ἐστιν ἶσον μὴ νικηθῆναι καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. τρίτον, ὅτι οὐ μόνον ἐνίκησεν· ἀλλὰ καὶ ἐκόλασε. τῷ μὲν γὰρ μὴ ἁμαρτεῖν, οὐκ ἐνικήθη. τῷ δὲ ἀποθανεῖν, ἐνίκησε καὶ κατέκρινεν αὐτήν· φοβερὰν αὐτῷ τὴν σάρκα ἀποφήνας, τὴν πρότερον οὖσαν εὐκαταφρόνητ ὂν. οὕτω γοῦν καὶ αὐτῆς τὴν δύναμιν ἐξέλυσε, καὶ τὸν δι’ αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. ἕως μὲν γὰρ ἁμαρτωλοὺς ἐλάμβανεν, ἐπῆγε τὴν τελευτὴν κατὰ τὸν τοῦ δικαίου λόγον. ἐπειδὴ δὲ ἀναμάρτητον εὑροῦσα σῶμα, τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα κατεκρίθη.

Ὁρᾷς, ὅσα τὰ νικητήρια γέγονε; τὸ μὴ ἡττηθῆναι τὴν σάρκα ὑπὸ τῆς ἁμαρτίας. τὸ καὶ νικῆσαι αὐτὴν καὶ καταδικάσαι. τὸ μὴ ἁπλῶς καταδικάσαι, ἀλλὰ καὶ ὡς ἁμαρτοῦσαν καταδικάσαι; πρότερον γὰρ ἐλέγξας ἠδικηκυῖαν, οὕτως αὐτὴν κατεδίκασεν. οὐχ ἁπλῶς ἰσχύι· καὶ ἐξουσίᾳ· ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν [*](q i. marg. a m. rec. καὶ ἀγοραίαν. r Sic.)

217
“ἐν τῇ σαρκί. ὡς ἃν εἰ ἔλεγεν· ὅτι μέγα ἡμαρτηκυῖαν ἔλεγξε· καὶ τότε αὐτὴν κατεδίκασεν r. εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησιν πέμψαι τὸν υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε. ἐπειδὴ γὰρ εἶπεν ἁμαρτίας, διὰ τοῦτο καὶ τὸ ὁμοίωμα τέθεικεν. οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα εἶχεν ὁ Χριστός· ἀλλ’ ὁμοίαν μὲν τῆ ἡμετέρᾳ τῇ ἁμαρτωλῷ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡμῖν· ἀναμάρτητον δέ. ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις· οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστός· οὔτε αὐτὴν ταύτην μεταβαλὼν κατ’ οὐσίαν, οὕτως αὐτὴν ἀναμαχέσασθαι παρεσκεύασεν. ἀλλ’ ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς Φύσεως, τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας· καὶ τότε αὐτὴν μετὰ τὴν νίκην ἀνέστησε s, καὶ θάνατον εἰργάσατο.

Μαξίμου. Ἐν ὁμοιώματι μὲν σαρκὸς ἁμαρτίας γενόμενος, ὅτι φύσει Θεὸς ὑπάρχων, ἀπαθὴς ἀτρέπτως κατ’ οἰκονομίαν, φύσει παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος. “περὶ ἁμαρτίας” δὲ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον· καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη· καὶ διὰ τὰς ἁμαρτίας ἐτραυματίσθη. καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν.

Βασιλείου. Φαίνεται γὰρ ὁ Κύριος, τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως. τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ῥυπαίνει, ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος· καὶ διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτὸν σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε, μετὰ τῶν Φυσικῶν αὐτῆς παθῶν· ἁμαρτίαν δὲ οὐκ ἐποίησε.

Μαξίμου. Καὶ ἄλλως δὲ σάρξ ἁμαρτίας ἐστὶν ἡ ἐκ σπορᾶς ἀνδρὸς τὴν γένεσιν ἔχουσα. κατὰ ταὐτὸν γὰρ ἔχει δυνάμει τὴν ἁμαρτίαν, καὶ τὴν φθορὰν κατὰ φύσιν. τὴν μὲν, ἀρχήν· τὴν δὲ, τέλος ἔχονσαν τῆς οἰκείας γενέσεως· ἡ δὲ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας ἐστὶ σὰρξ, ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ Κυρίου [*](r I. marg. a m. rec. ὁρᾶς πανταχοῦ τὴν ἁμαρτίαν καταδικαυμἑνην, οὐχὶ τὴν σᾶμα, ἀλλὰ ταύτην στεφανομένην καὶ τὴν ἀπόφασιν κατ’ αὐτῆς ἐκφέρουσαν; s Leg. ἀθάνατον.)

218
σάρξ· κατὰ φύσιν μὲν ἔχουσα τὴν φθορὰν, καθ’ ἣν ἡμῖν ὅμοιος ἦν· κατὰ δύναμιν δὲ φύσεως τὴν ἀναμαρτησίαν, καθ’ ἣν ἡμῖν ἀνόμοιος ἢν.

Κυρίλλου. Εἰ δὲ ἠσθένησεν ὁ νόμος κατακρῖναι τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· κατέκρινε δὲ ὁ Χριστὸς, δεκτικὴν αὐτὴν ἀποδείξας Πνεύματος Ἁγίου· ὡς δύνασθαι λέγειν ἡμᾶς, οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν Πνεύματι, καὶ κατὰ τοῦτο ἄρα κρείττων τῶν Ἀγγέλων, δι’ ὧν ὁ νόμος λελάληται.

Γενναδίου. Καὶ οὕτως δὲ τίς ἄνωθεν διεξῆλθε περὶ τῶν προκειμένων. ἣν ὁ νόμος δικαίωσιν ὑπαγορεύων, ἠτόνει διὰ τῆς ἡμετέρας σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτην ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν αὐτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητὴν τὲ καὶ ἁμαρτητικὴν, οὐχὶ τῷ ἁμαρτεῖν, ἀλλὰ τῷ ἱκανὴν εἶναι ὑποδέχεσθαι. ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησί. ὡς καὶ τὸ “ ἐν ὁμοιώματι “ἀνθρώπου γενόμενος,” ἀντὶ τοῦ, γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα, φησὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας “ περὶ ἁμαρτίας,” τουτέστιν, ἐφ’ ᾧ τὴν ἁμαρτίαν καταγωνίσασθαι, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἀνέπαφον αὐτῇ καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν.

Φωτίου. Δυνατὸν γὰρ καὶ οὕτω στίξαντα, ἀναγνῶναι· “ ὁ Θεὸς “ τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ “ περὶ ἁμαρτίας·” εἶτα ἐπαγαγεῖν, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν “ τῇ σαρκί.” τουτέστι τὸν Υἰὶν περὶ ἁμαρτίας· ἤγουν ἕνεκα τῆς ἁμαρτίας, τοῦ ἐξᾶραι αὐτήν· καὶ ἐλευθερῶσαι ἡμᾶς ἀπὸ ταύτης. πῶς οὖν ἐξῆρε ; κατακρίνας αὐτήν. οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς· ἀλλ’ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν, καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται ; ἐν τῇ σαρκὶ αὐτοῦ. προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα, ἑάλω καὶ ἥττηται.

Τοῦ Θεοδόγου. Σὺ δὲ πρὸς τὸν λέγοντα ὅτι ἐλάττων ὁ Υἱὸς τοῦ Πατρός· ἐπέμφθη γὰρ παρ’ αὐτοῦ, ὡς καὶ Παῦλος φησὶ, εἰπὲ, μηδὲν ἐνδοιάσας· ἀπεστάλη μὲν ἀλλ’ ὡς ἄνθρωπος. διπλοῦς γὰρ ἦν, ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε καὶ ἐδάκρυσε, νόμῳ σώματος. εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο ;

219
τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ’ ὃν ἀναφέρει τὰ ἑαυτοῦ. καὶ ὡς ἀρχὴν τιμῶν ἄγχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος.

Σευηριανοῦ καὶ Θεοδώρου. Τέως δὲ οὐχ ὁ νόμος φησὶ, ἀδύνατα ἔπραττεν, ἀλλ’ ἡ σὰρξ οὐκ ἠδύνατο πληρῶσαι τὴν τοῦ νόμου πολιτείαν, διὰ τὸν ἐμποδίζοντα πονηρόν· ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινεν ὁ Χριστός· ἣν ὅταν ἀποβλέψῃ πρὸς τὸ αὐτῆς ἀναμάρτητον καὶ ὅσιον καὶ καθαρὸν, ὁμοίωμα σαρκὸς ὀνομάζει. ἔπεμψεν οὖν, φησι, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι Ἀγγέλου, ἢ τινὸς ἄλλου, ἀλλ’ ἐν ὁμοιώματι σαρκός. ἵνα σαρκὸς ἡττηθείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ Χριστοῦ. ἀπεστάλη δὲ ὁ Κύριος, διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “ καὶ περὶ ἁμαρτίας·” ἀντὶ τοῦ, διὰ τὴν ἁμαρτίαν. παρέλκει δὲ τὸ “ καί.” ἣν κατέκρινεν ἐν τῇ σαρκὶ αὐτοῦ.

Χρυσοστόμου. Τί οὖν πρός με s τοῦτο φησί; εἰ ταῦτα ἐν ἐκείνῃ τῇ σαρκὶ γέγονε, πρὸς σὲ μὲν οὖν μάλιστα· διὸ καὶ ἐπήγαγεν, “ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσι.” τί ἐστι “ τὸ δικαίωμα ;” τὸ τέλος, ὁ σκοπὸς, τὸ κατόρθωμα. τι γὰρ ἐκεῖνος ἐβούλετο ; καὶ τί ποτε ἐπέταττεν ; ἀναμάρτητον εἶναι. τοῦτο τοίνυν κατόρθωται νῦν ἡμῖν διὰ τοῦ Χριστοῦ. καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου. τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπόν ; οὐχ ἁμαρτησόμεθα, ἃν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες. διὸ καὶ προσέθηκε “ τοῖς μὴ “ κατὰ σάρκα περιπατοῦσιν.” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐρρύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοί· τῆς ἁμαρτίας κατακριθείσης ἐν τῆ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν. διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν “ οὐδὲν ἄρα κατάκριμα· τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” καὶ ἐνταῦθα λέγων, “ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν,” τὸ αὐτὸ τοῦτο ἐπήγαγε. μᾶλλον δὲ ούχί τοῦτο μόνον, άλλὰ καὶ πολλῷ πλέον. εἰπὼν γὰρ “ τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν,” [*](s I. m. a m. rec. πρός μ.)

220
ἐπήγαγεν, ἀλλὰ “ κατὰ Πνεῦμα.” δεικνὺς ὅτι οὐ κακῶν δεῖ μόνον ἀπέχεσθαι, ἀλλὰ καὶ ἐν ἀγαθοῖς κομᾷν. τὸ μὲν γὰρ δοῦναι σοι τὸν στέφανον, ἐκείνου. τὸ δὲ κατασχεῖν δοθέντα, σόν. καὶ γὰρ ὅπερ ἦν δικαίωμα νόμου, τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεάν t. δείκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἃν μὴ μετὰ τοῦ λουτροῦ ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ ταῦτα λέγων. καὶ γὰρ καὶ μετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι. ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν, ὅπερ ἐπλήρωσεν ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι.

Σευηριανοῦ καὶ Θεοδώρου. Τινὲς δὲ τὸ “ μὴ κατὰ σάρκα “ περιπατοῦσιν,” ἀντὶ τοῦ κατὰ τὸν νόμον εἶπον· εἶχε γὰρ ὁ νόμος παρατηρήσεις σαρκικάς· σαρκικὸν δὲ ἦν καὶ τὸ παραχωρῆσαι τρυφᾶν.

Θεοφωρήτου. Καὶ “ δικαίωμα νόμου,” τὸ δικαίους ἀποφῆναι τοὺς δεξαμένους τὸν νόμον.