Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. λεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.

Κυρίλλου. Πολλοὶ μέν, φησιν, οἱ κατὰ πρόθεσιν κλητοί· οὐ μὴν ἅπαντες ἐκλεκτοί. μόνοι δὲ οὗτοι τετίμηνται, οἳ καὶ προεγνώσθησαν, ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ τοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ, τίς ἃν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος, “ ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ,

265
φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ. τουτέστι, τὴν ἐν ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ καὶ ἁμαρτίαις ζωὴν εἶναι φαμὲν, οὐτῶ καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν, ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὖτοι καὶ κὲκλήνται.

Θεοδώρου Μονάχου. Ἢ καὶ οὕτως. διὰ τοῦτο φησὶ συνεργεῖ τὸ Πνεῦμα τοῖς κατὰ πρόθεσιν κλητοῖς, ὅτι αὐτοὺς προέγνω Θεὸς ἀξίους τῆς τοῦ Πνεύματος βοηθείας· καὶ προγνοὺς, προώρισε συμμόρφους εἶναι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. οὐκ ἀναιρῶν τὸ αὐτεξούσιον· ἡ γὰρ πρόγνωσις, οὐκ ἔστιν ἀναγκαστική· ἀλλὰ προθεωρητικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ διαθέσεως. σαφέστερον δ’ ἃν εἴη τὸ ῥηθὲν, εἰ ἀπὸ τῶν τελευταίων ἀρξάμενοι, ἐπὶ τὰ πρῶτα ἀνίωμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ Θεός; οὓς ἐδικαίωσε. τίνας δὲ ἐδικαίωσεν; οὓς καὶ ἐκάλεσε· τίνας δὲ ἐκάλεσεν; οὓς προώρισε. τίνας δὲ προώρισεν; οὓς προέγνω. τίνας δὲ προέγνω; τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας. τουτέστι, τοὺς διὰ τὴν ἰδίαν πρόθεσιν κλητοὺς ὄντας καὶ συμμόρφους Χριστῷ. σύμμορφοι δὲ γινόμεθα τῆς εἰκόνος τοῦ Υἱοῦ ἐν τῷ καὶ αὐτοὶ υἱοὶ χρηματίσαι, ὡς ἀδελφοὶ τοῦ φύσει Υἱοῦ καὶ πρωτοτόκου Ἰησοῦ Χριστοῦ, κατὰ τὸν πνευματικὸν λόγον. ἐπειδὴ γὰρ Πνεῦμα ὁ Θεὸς, πνευματικοὶ δὲ καὶ οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες· σύμμορφοι ἄρα κατὰ τοῦτον τὸν λόγον ἐσμὲν τῷ Χριστῷ. ἣ οὕτως σύμμορφοι ἐσμὲν τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι, τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν γὰρ τοῦ Πατρὸς ὁ Υἱός.

Γενναδίου. Ἢ συμμόρφους φησὶ τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ· ἀντὶ τοῦ, τῆς υἱότητος τοῦ σώματος αὐτοῦ. διὸ καὶ ἐπήγαγεν, “εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον·” εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσἱας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν Υιὸν ἐζημίωσεν· ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχήν· καὶ πλεονεκτεῖ τοῖς πρωτοτοκίοις τῶν ἀδελφῶν.

266

Θεοδωρήτου. Ἀκριβῶς δὲ σφόδρα οὐκ εἶπε συμμόρφους τοῦ Υἱοῦ αὐτοῦ· σαφέστερον δὲ τοῦτο τέθεικεν ἐν τῇ πρὸς Φιλιππησίους. εἰρηκὼς γάρ· “ ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. “ ἐξ καὶ καὶ Σωτῆρα ἀπεκδεχόμεθα, Κύριον Ἰησοῦν Χριστὸν,” “ ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς “ τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις· τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ.

Σευηριανοῦ. Ἢ τῆς εἰκόνος τοῦ Υἱοῦ, ἀντὶ τοῦ Ἁγίου Πνεύματος. ὥσπερ γὰρ Υἱὸς τοῦ Πατρὸς εἰκὼν ἀπαράλλακτος, οὕτω καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ. ὅσοι οὖν Πνεύματος Ἁγίου ἀξιωθέντες, πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ.

Βασιλείου. Διὰ τοῦτο καὶ Θεοῦ μὲν ὁ Υἱὸς, Λόγος· ῥῆμα δὲ Υἱοῦ, τὸ Πνεῦμα. “ φέρων γάρ,” φησι, “ τὰ πάντα τῆς δυνάμεως αὐτοῦ. καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ, καὶ διὰ τοῦτο “ Θεοῦ, “ τὴν μάχαιραν,” φησὶ, “ τοῦ Πνεύματος. “ Θεοῦ.” ῥῆμα δὲ, ζῶν καὶ

Χρυσοστόμου. Εἶδες τιμῆς ὄγκον; ὅπερ ὁμογενὴς ἦν τοῦτο καὶ οἱ κατὰ πρόθεσιν κληθέντες γεγόνασιν ἐν χάριτι. ἀλλ’ ὅμως, οὐκ ἠρκέσθη τῷ εἰπεῖν συμμόρφους, ἀλλὰ καὶ ἕτερον προστέθεικεν, “ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ ἕτερον ἐπάγει, “ ἐν πολλοῖς ἀδελφοῖς.” διὰ πάντων, σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε. κατὰ γὰρ τὴν θεότητα, μονογενής.

267

Θεοδωρήτου. Οὐ γὰρ ἔχει ἀδελφοὺς ὁ Θεὸς, ὡς Θεός. ὡς δὲ ἄνθρωπος, ἀδελφοὺς τοὺς πεπιστευκότας καλεῖ, ὧν ἐστι πρωτότοκος. οὐκ ἄλλος ὣν παρὰ τὸν μονογενῆ· ἀλλ’ ὁ αὐτὸς, καὶ μονογενης καὶ πρωτότοκος.

Βασιλείου. Πρωτότοκος, πρὸς τοὺς δι’ υἱοθεσίαν τοῦ Ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους. ὡς ὁ Παῦλος ἐνταῦθα φησὶ, “ εἰς τὸ εἶναι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.” λέγεται δὲ “ πρωτότοκος τῆς κτίσεως·” ὡς πρὸ πάσης αὐτῆς ἐκ Θεοῦ γεννηθείς. ἀλλ’ οἱ τῇ κτίσει τοῦτον συντάττοντες, εἰ πρωτότοκος, φασὶν, ὁ μονογενὴς, οὐκέτι μονογενής· ἀλλ’ ὀφείλει καὶ ἄλλος εἶναι οὗ πρωτότοκος λέγεται. καί τοι γε, ὦτ’ σοφοὶ, καὶ ἐκ Μάριας τῆς παρθένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. “ ἕως οὗ γὰρ “ἔτεκε,” φησὶν, “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.” ὥστε ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι, εἰ δὲ πρὸ τῆς κτίσεως ὣν, οὐ γέννημα ἐστὶν ἀλλὰ κτίσμα, πρωτόκτιστος ἃν ἐλέγετο, καὶ οὐ πρωτότοκος.

Ἰωάννου Τοῦ Δαμασκέωσ. Ἀλλ᾿ ἰστέον ὅτι πρωτότοκος ἐστὶν, ὁ πρῶτος γεννηθείς· εἴτε μονογενὴς, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. εἰ μὲν οὖν ἐλέγετο Υἱὸς τοῦ Θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετο, ὑπενοήσαμεν ἃν κτισμάτων αὐτὸν εἶναι πρωτότοκον, ὡς κτίσμα ὑπάρχοντα. ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἄμφω τηρῆσαι ἐπ’ αὐτοῦ. πρωτότοκον μὲν αὐτὸν φαμὲν ἀληθῶς ἁπάσης τῆς κτίσεως, ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ, καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ. ἀλλ’ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, μόνος ἀχρόνως γεγεννημένος, εἰκότως υἱὸς μονογενὴς πρωτότοκος, καὶ οὐ πρωτόκτιστος λεχθήσεται. ἡ γὰρ κτίσις, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλὰ θελήματι αὐτοῦ, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. “ πρωτό- “ τόκος δὲ ἐν πολλοῖς ἀδελφοῖς.” μονογενὴς γὰρ ὣν καὶ ἐκ τρός· ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ ἄνθρωπος γέγονε. γεγόναμεν δὲ καὶ ἡμεῖς δι’ αὐτοῦ υἱοὶ Θεοῦ· υἱοθετηθέντες διὰ βαπτίσματος. αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ, πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γεγεεννημένοις, καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. ὅθεν ἔλεγεν,

268
“ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.” Πατέρα μου, φύσει· πατέρα ὑμῶν, θέσει καὶ χάριτι.

Καὶ ἄλλως δὲ πρωτότοκος τῆς κτίσεως, διὰ τὸ τῆς ἐνανθρωπή- σεως τοῦ Θεοῦ μυστήριον λεχθείη ἂν ἐπ’ αὐτοῦ.

Γρηορίου Νύσσησ. Ο γάρ τοι μέγας Παῦλος εἰδὼς ὅτι παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁμογενὴς ἔστι Θεὸς, ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ, τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι’ ἐκείνου γενέσθαι, ἀλλ’ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος τις καθηγήσατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώ- πων γενομένης κτίσεως, αὐτός ἐστιν ὁ πρωτότοκος. ὡς ἃν σαφέ- στερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψό- διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος Ἀπόστολος. ἅπαξ μὲν, οὕτως εἰπών· “ὅτι πρωτότοκος πάσης κτίσεως·” πάλιν δέ· “ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” ἐκ τρίτου δέ· “ὅτι “πρωτότοκος ἐκ τῶν νεκρῶν.” μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρ·ατίθεται, εἰπών· “ὅταν δὲ πάλιν εἰσαγάγῃ “τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην.” οὐκοῦν ἥνπερ ἃν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκο- λούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη μίαν ε7ναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς τοίνυν γίνεται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος ; ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς καὶ σάρκα, καθὼς φησὶν ἡ γραφὴ, ὁ δι’ ἡμᾶς γενόμενος καθ’ ἡμᾶς, καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς ἐκ τοῦ φθαρτοῦ μεταποιεῖν πρὸς τὸ ἄφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο διὰ τοῦ ἰδίου βαπτίσματος· τὸ Ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος. ὥστε πάντων τῶν πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι· καὶ ἀδελ- φοὺς ὀνομάσαι τοὺς τῆς, ὁμοίας αὐτῶ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως.

Ἐπειδὴ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἔδει αὐτὸν ἐναπο-

269
θέσθαι τῇ φύσει τὴν δύναμιν, πάλιν γίνεται “ ἀπαρχὴ τῶν κεκοι- “ μημένων· καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ὁ πρῶτος δι’ ἑαυτοῦ λύσας τὰς ὠδῖνας τοῦ θανάτου. ὥστε καὶ ἡμῖν ὁδοποιηθῆναι τὴν ἐκ τοῦ θανάτου παλιγγενεσίαν, διὰ τῆς τοῦ Κυρίου ἀναστάσεως, τῆς ὠδῖνος τοῦ θανάτου λυθείσης, ᾧτ’ κατειχόμεθα. ὥσπερ οὖν μετασχὼν τῆς διὰ λουτροῦ ἀναγεννήσεως, ἀδελφῶν πρωτότοκος γίνεται. καὶ πάλιν ἀπαρχὴν τῆς ἀναστάσεως ἑαυτὸν ποιήσας, πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται· οὕτως ἐν πᾶσι πρωτεύων μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα, καθὼς φησὶ ὁ Ἀπόστολος, τῆς ἐν Χριστῷ καινῆς κτίσεως τῶν ἀνθρώπων πρωτότοκος γίνεται. διὰ τῆς διπλῆς παλιγγενεσίας· τῆς τε κατὰ τὸ ἅγιον βάπτισμα, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἀρχηγὸς τῆς ζωῆς καθ’ ἑκάτερον ἡμῖν γενόμενος, καὶ ἀπαρχὴ καὶ πρωτότοκος. ἐν οἷς δέ φησιν, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἡ τοῦ “ πάλιν” προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου τῶν ὅλων ἐμφάνειαν προαγορεύει. ὡς γὰρ “ ἐν τῷ ὀνόματι Ἰησοῦ “ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.” καί τοι ὁ Υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἰναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερκοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει, τὸν δι’ ἡμᾶς οὕτως ὠνομασμένον· πάλιν εἰς τὴν οἰκουμένην εἰσιόντα· ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. οὕτως διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας, τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον. ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου σημασίας φυλασσομένης. ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα, πῶς διασώσει τὴν τοῦ μονογενοῦς ἔννοιαν; οὐ γὰρ συμβαίνει ταῦτα προσάλληλα· μήτε τοῦ πρωτοτόκου, χωρὶς ἀδελφῶν νοουμένου· μήτε τοῦ μονογενοῦς, μετὰ ἀδελφῶν. ὅταν μὲν γὰρ εἴπῃ “ ἐν ἀρχῇ ἦν ὁ διὰ τούτου τὸν μονογενῆ παρεδεξάμεθα. ὅταν δὲ ἐπαγάγῃ ὅτι “ ὁ “ Λόγος σὰρξ ἐγένετο,” διὰ τούτου τὸν πρωτότοκον ἐνοήσαμεν.

Τοῦ Αὐτοῦ. Διὰ πάντων τοίνυν δέδεικται πρωτότοκος ὁ Υἱὸς, ὡς ἄνθρωπος ὀνομαζόμενος. καὶ εἰ βούλει πάλιν ἐξετάσωμεν τὰ ῥητὰ ἐν οἷς πρωτότοκος εἴρηται· ἐν τῷ, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον ἕλ’ τὴν οἰκουμένην, λέγει, “ καὶ προσκυνησάτωσαν “ αὐτὸν πάντες ἄγγελοι τοῦ Θεοῦ.” ἡ τοῦ “ πάλιν” προσθήκη,

270
τὸ μήτε πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ λέξιν σημασίας ἐνδείκνυται. ἐπὶ τῆς ἐπαναλήψεως γὰρ τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν βερὰν αὐτοῦ ἐπιφάνειαν, σημαίνει τῷ λόγῳ· ὅτε οὐκέτι τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ’ ἑ ’πὶ τοῦ θρόνου τῆς μεγαλοπρεπείας προφανῶς καθήμενος, καὶ ὑπὸ τῶν Ἀγγέλων πάντων τῶν περὶ αὐτὸν μεγαλοπρεπῶς προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην, πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τὲ καὶ ἀδεκφῶν καὶ πάσης τῆς κτίσεως· ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἱκουμένην, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο· ἀλλ’ ὡς ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον, προσκυνεῖ ἅπαν τῶν Ἀγγέλων τὸ πληρημα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον· ἣν διὰ τοῦ γενέσθαι ἡμῶν πρωτότοκος πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. καὶ πρωτότοκος δὲ ἐκ νεκρῶν γίνεται, πρῶτος δι’ ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας, ἵνα πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος, τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι· οὗ τὰς ὠδῖνας ἡ πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο. δι’ οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως, ἀδελφοὺς ἑαυτοῦ ποιεῖ. καὶ πρωτότοκος γεννωμένων μετ’ αὐτὸν, ἐκ τοῦ ὕδατός τε καὶ τοῦ Πνεύματος γίνεται.

Εἰ ταῦτα τοίνυν κατὰ λόγον νενόηται· οὐδὲ τὸ τῆς κτίσεως σημαινόμενον, ἧς πρωτότοκος ἐστὶν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν. τήν τε πρώτην, καθ’ ἣν ἐπλάσθημεν· καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ἀλλ’ οὐκ ἂν r τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τὲ καὶ ἀφανισθείσης, νισθείσης, ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθὼς φησὶν ὁ Ἀπόστολος, “ ἐνδύσασθε,” λέγων, “ τὸν καινὸν “ κατὰ Θεὸν κτισθέντα.” καὶ “ εἴ τις ἐν Χριστῷ,” φησὶν, “ [*](r Leg. ἂν ἦν.)

271
“κτίσις.” ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκος, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς, ἀδελφοὺς οὐκ ἔχεν πῶς οὖν ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος; ἀλλ’ ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὰ μὲν, κατὰ τὴν ὑπερέχουσαν φύσιν ὣν, τὰ δὲ, κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς Θεὸς ὢν, πρωτότοκος πάσης τῆς κτίσεως γίνεται· μονογενὴς μὲν ὢν ἐν τῷ πατρῴῳ κόλπῳ· ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζομένοις, πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος.

Εἰ δὲ, καθὼς ἡ αἵρεσις βούλεται, δοιὰ τὸ προκατεσκευάσθαι τῆς λοιπῆς κτίσεως πρωτότοκος λέγεται, οὐ συμφωνεῖ τοῖς πη αὐτῶν περὶ τοῦ μονογενοῦς Θεοῦ κατασκευαζομένοις τὸ ὄνομα. οὐ γὰρ τοῦτο φασὶν, ὅτι παρὰ τοῦ Πατρὸς τὴν ἡμῶν περιεβάλετο σάρκα. οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. καὶ πρωτότοκος δὲ πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρωτότοκος αὐτῆς κατὰ χρόνον ὑπάρχων· οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμα- σιν οὐσίας· ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. ἐπιτηρῆσαί δὲ ὅμως κἀκεῖνο, καλόν. μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμέ- νης αἰτίας, καθ’ ἣν ἐστὶ μονογενὴς, τοῦτο καλεῖται. ἀλλὰ ἀπολε- λυμένως ὁ μονογενὴς Θεὸς “ ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός” ὅτε δὲ πρωτότοκον αἱ θεῖαι καλοῦσι γραφαὶ αὐτὸν, εὐθὺς ἐπιφέρουσιν. ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. φασὶν γὰρ, “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” καὶ “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ κάτα φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἅνθρωπος τοῦτο μὴ ἀπολέσας, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως.

Οὐδὲ γὰρ καθὸ γέγονεν ἄνθρωπος, ἐλάττων ἔσται τινός· ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει. ἀλλὰ καὶ οὕτω, πρωτεύει· καὶ καθηγήσεται πάσης ὁμοῦ τῆς κτίσεως· ἅτε δὴ ποιητὴς αὐτῆς ὑπάρχων καὶ Κύριος. οὕτω καὶ ὁ εὐαγγελιστὴς φησίν· “ καὶ

272
“ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ ἄλλως τε οὐδὲ εἴρηκεν ἡ θεία γραφὴ, ὅτι περ ἐστὶ πρωτότοκος τῶν ἄλλων κτισμάτων. ἵνα μὴ ὄντως ὡς εἷς ἐξ αὐτῆς εἶναι νοοῖτο· ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἴναι φησι. ἴνα δία του “ πάσης” εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος εἶναι παρ’ αὐτὴν πιστεύηται. ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ’ ἕτερος παρ’ αὐτήν. καὶ γοῦν ἡ θεῖα γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὶμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακώβ. ἵνα μὴ ἕτερος παρὰ τούτους εἶναι νομίζηται. ἀλλὰ μετὰ πολλῆς ἀκριβείας πρωτότοκον αὐτὸν εἶναι φησὶ τοῦ Ἰακὼβ καὶ τῶν αὐτοῦ. εἰ οὖν διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσι τινὲς, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται· καθὸ πάσης τῆς κτίσεως πρωτότοκος ὢν, καὶ αὐτὸς ἐν τοῖς πᾶσιν ἐστίν. ἔσται οὐν ἑαυτοῦ, καὶ πρωτότοκος καὶ δεύτερος. εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρωτότοκον, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος. πρῶτος μὲν, κατ’ ἐκεῖνον τὸν τρόπον· δεύτερος δὲ, κατὰ τοῦτον. καὶ ἔτι, εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης τῆς κτίσεως, εἷς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων· γέγονε δὲ πάντα δι’ αὐτοῦ· ἑαυτοῦ ποιητὴς ἔσται καθ’ ὑμᾶς· καὶ ὁ κτίζων, κτίζεται. καὶ τοῦτο, δι’ ἑαυτοῦ. εἰ γὰρ ἐν τοῖς πᾶσιν ἔστι, καὶ πάντα δι’ αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. καὶ εἰ πᾶσα κτίσις ἐν αὐτῷ συνέστηκε, πῶς εἷς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς;

“ Πρωτότοκος δὲ ἐν πολλοῖς ἀδελξοῖς” λέγεται, καθὸ “ γέγονεν “ὅμοιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας.” καὶ καθὸ τὴν ἡμετέραν σάρκα φορέσας, ἀδελφὸς τὲ ἡμῶν χρηματίσας, τοῦτο καλεῖται δικαίως. “ πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν·” πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. διὸ καὶ φησὶν, ἐγὼ εἰμὶ ἡ ὀδός.” καὶ “ἐγὼ “ εἰμὶ ἡ θύρα.” δι’ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία, καὶ τὴν καινὴν τῆς ἀναστάσεως ὁδὸν βαδίζειν ἐκδιδάσκεται· καὶ ὥσπερ διά τινος

273
θύρας εἰς αὐτὸν ἀνέρχεται τὸν οὐρανόν. καὶ ἄλλως δὲ κατὰ τὸν εὐσεβῆ λόγον διὰ τὴν τοῦ Πατρὸς φιλίαν, ἣν ἔχει περὶ τὰ ἑαυτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσε, τῆς τε ὁρωμένης, τῆς τε ἀοράτου, ὁ Υἱός. καὶ τῇ πρὸς τὰ πεποιημένα συγκαταβάσει μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ. ἱν ἐπειδή περ καλεῖται τούτων πρωτότοκος, δι’ αὐτοῦ σώζηται μετ’ αὐτόν. εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἔσται πρωτότοκος. ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὣν ἐκ Πατρός· Θεὸς ἐκ Θεοῦ· καὶ φῶς ἐκ φωτὸς ἀναλάμψας. πρωτότοκος δὲ δι’ ἡμᾶς. ἱν ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ, πᾶσα ἡ κτίσις ἐγκεκεντρισμένη, καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστήσασα, γέγονε γὰρ τὰ πάντα δι’ αὐτοῦ, καὶ συνέστηκεν εἰς ἀεὶ, καὶ αὐτὴ διασώζηται.

Εἰ δὲ τὸ καλεῖσθαι πρωτότοκον πάσηι κτίσεως κτίσμα κατὰ φύσιν ὄντα, τῇ κτίσει συντάξει τὸν Υἱὸν, ἔσται μὲν ταύτης κατὰ τὸν χρόνον, πρῶτος, συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἰναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. συγγενὴς οὐν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τὲ καὶ νηκτοῖς. ταῦτα γὰρ εἰ καὶ ἐλάχιστα, μέρη γοῦν τῆς πάσης κτίσεως ἐστίν. ἀλλὰ τοῦτο ἄτοπον. οὐκοῦν εὐσεβῶς μὲν πρωτότοκος, ὡς ἐν πολλοῖς ἀδελφοῖς, διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους, νοηθήσεται. πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται· ὡς πρὸ ταύτης ὣν, καὶ εἰς τὸ εἶναι παραγαγών· κτιστῆς τὲ αὐτὸς οὐχ ὑπάρχων οὐσίας. καὶ πάλιν, εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθείς· ἔστι δὲ καὶ ἐκ τῆς παρθένου πρωτότοκος, εἴη ἃν καὶ ἐξ αὐτῆς ὡς πρωτότοκος ἑτέρων. εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθείς. ἐκ Μάριας πρωτότοκος αὐτῆς κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ’ ὡς μόνος γεννηθείς. εἰ δὲ κτίσμα καὶ αὐτὸς, οὐκέτ’ ἀν’ εἴη πρωτότοκος· οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ πατρός. αὐτὸ δὲ δὴ τοῦτο τὸ εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον ἑαυτὸν εἶναι φησὶ, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς, καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται. ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατήρ. καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρί. καὶ δι’ αὐτοῦ τὰ πάντα

274
γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά. κἂν τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἰόν. ἀνάγκη συγγενῆ τοῖς μετ αὐτὸν γενομένοις ὑπάρχειν αὐτόν· καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖα περ ἂν ᾖ τὰ τῷ χρόνῳ δεύτερα. τί ἄρα φατέ; κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, “ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα,” ἆρα καὶ αὐτῷ τὸ τῳ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρησαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν; καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; ἀλλ’ οὐκ ἂν οἶμαί τις εἰς τοσαύτην μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ’ αὐτὸν νοεῖσθαι· οὕτω κἂν ὁ Υἱὸς πρῶτος λέγηται τῆς κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἱς. ἀλλ’ ὥσπερ ὁ Πατὴρ ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, “ ἐγὼ “ πρῶτος,” οὕτω καὶ ὁ Υἱὸς πρωτότοκος τῆς κτίσεως λέγεται. δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων τῶν κτισμάτων ἀρχή. ὡς κτίστης καὶ δημιουργός. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν. οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε. καὶ οὓς ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.

Χρυσοστόμου. Δείκνυσι τοῦ Θεοῦ τὴν κηδεμονίαν, τῷ λέγειν ἄνωθεν ταῦτα προτετυπῶσθαι. ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων, τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι. τῷ δὲ Θεῷ πάλαι τοῦτο ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο. οὓς δὲ ἐκάλεσεν, ἐδικαίωσε μὲν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· ἐδόξασε δὲ, διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας.

Θεοδωρήτου. Σὺ δὲ τούτοις συνυπάκουε, ὅτι ὧν προέγνω τὴν πρόθεσιν, τούτους προώρισεν ἄνωθεν. ἀλλὰ μηδεὶς τὴν πρόγνωσιν αἰτίαν εἶναι λεγέτω τῶν ἐπ’ αὐτοῖς γεγονότων. οὐ γὰρ ἡ ρόγνωσις αὐτοὺς τοιούτους εἰργάσατο. οὐ δὲ γὰρ εἰ γαῦρον ἵππον ἐνδακόντα τὸν χαλινὸν ὁρῶν, καὶ τοῦ ἐποχουμένου οὐδαμῶς ἀνεχόμενον, εἴποιμι αὐτὸν κατὰ κρημνοῦ χωρήσειν πελάζοντα εἶτα γένοιτο κατὰ τὸν λόγον ἡ ἔκβασις, ἐγὼ τὸν ἵππον ἐνέβαλον εἰς κρημνόν. ἀλλὰ τὸ μέλλον ἔσεσθαι προηγόρευσα· τεκμηρίῳ χρησάμενος τῇ τοῦ ἵππου θρασύτητι. ὁ δὲ τῶν ὅλων Θεὸς πόρρωθεν οἶδεν ἅπαντα

275
ὡς Θεός. οὐ μὴν ἀνάγκην ἐπάγει τῷ δεῖνι εἰς κατόρθωσιν ἀρετῆς, τῷ δεῖνι δὲ εἰς ἐργασίαν κακίας. εἰ γὰρ αὐτὸς εἰς ἑκάτερον ἐβιάζετο, οὐ δικαίως τὸν μὲν ἀνακηρύττει καὶ στεφανοῖ, τοῦ δὲ, καταψηφίζεται κόλασιν. εἰ δὲ δίκαιος ὁ Θεὸς, ὥς περ οὖν δίκαιος, προτρέπει μὲν ἐπὶ τὰ καλὰ, καὶ ἀπαγορεύει τἀναντία. ἐπαινεῖ δὲ τοὺς τῶν ἀγαθῶν ἐργάτας, καὶ τιμωρεῖται τοὺς ἑκόντας τὴν κακιαν ἀσπασαμένους.

Ιωάννου Τοῦ Δαμασκηνοῦ. Χρὴ γὰρ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ Θεός· οὐ πάντα δὲ προορίζει. προγινώσκει γὰρ καὶ τὰ ἐφ’ ἡμῖν, οὐ προορίζει δὲ αὐτά, οὐ γὰρ θέλει τὴν κακίαν γενέσθαι, οὐ δὲ βιάζεται τὴν ἀρετήν. ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἐστὶν ὁ προορισμός. προορίζει δὲ τὰ οὐκ ἐφ’ ἡμῖν κατὰ πρόγνωσιν αὐτοῦ. προέκρινε γὰρ πάντα ὁ Θεὸς ἤδη κατὰ τὴν πρόγνωσιν αὐτοῦ, κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. χρὴ δὲ γινώσκειν ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ Θεοῦ ἐδόθη ἐν τῇ φύσει, καὶ αὐτός ἐστιν παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία. καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας, ἀδύνατον ἀγαθὸν θελῆσαι ἣ πρᾶξαι ἡμᾶς. ἐφ’ ἡμῖν δέ ἐστιν ἣ ἐμμεῖναι τῇ ἀρετῇ, καὶ ἀκολουθῆσαι τῷ Θεῷ πρὸς ταύτην καλοῦντι, ἣ ἀποφοιτῆσαι αὐτῆς. ὅπερ ἐστιν ἐν κακίᾳ γενέσθαι, καὶ ἀκολουθῆσαι τῶ διαβόλῳ πρὸς ταύτην καλοῦντι ἀβιάστως. ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ· ὥσπερ καὶ τὸ σκότος, τοῦ φωτός ἐστιν ἀναχώρησις. μένοντες οὖν ἐν τῷ κατὰ φύσιν, ἐν τῇ ἀρετῇ ἐσμέν. ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν, ἤγουν ἐκ τῆς ἀρετῆς, εἰς τὸ περὶ q φύσιν ἐρχόμεθα, καὶ ἐν τῇ κακίᾳ γινόμεθα.

Κυρίλλου. Οὐδὲν μέντοι τὸ ἀπεικὸς, εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαι τινὰς, ἐξ ἀμαθίας συνηρπασμένους, καὶ λέγοντας, εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν, καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν. οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα. πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλε συναγεῖραι τοὺς κεκλημένους. οἱ δὲ, οὐκ ἠθέλησαν ἐλθεῖν. εἰσῆλθον δὲ μετ’ ἐκείνους οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν. πέπλησται δὲ [*](q Leg. παρά.)

276
οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησι τινάς. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν σεσωκότα Θεόν. ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπεδήκασι τινὲς εἰς τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοί· οὐ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἐμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν ἡμῶν Ἰησοῦν Χριστὸν, ἀναφανδὸν εἰρηκότα, “ δεῦτε πρός με “ οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ δὴ σύμπαντας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειε δ’ ἃν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος. ἐν γὰρ τῷ, “ πάντες” εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα.

Ἐκ Τῆσ Φιλοκαλίασ Τοῦ Ὠριγένουσ. Προσχῶμεν δὲ ἄνωθεν τοῖς εἰρημένοις, ὣς ἃν ὁμοῦ ἀπολογησώμεθα, καὶ πρὸς τοὺς ἐπιλαμβανομένους τῶν τοιούτων λέξεων, καὶ οἰομένους διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους, καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τούτων ἀναιροῦντας. ἴδωμεν οὖν τὴν τάξιν τῶν εἰρημένων. δικαιοῖ ὁ Θεὸς, καλέσας πρότερον. οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσε· καλεῖ δὲ, πρὸ τῆς κλήσεως προορίσας. οὐκ ἂν καλέσας, οὓς μὴ προώρισε. καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως, οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, πιθανώτατα ἃν ἔλεγον οἱ παρεισάγοντες τὸν περὶ τῆς φύσεως ἄτοπον λόγον. ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· “ οὓς γὰρ φησὶν, “ καὶ προώρισε, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” προενατενίσας οὖν ὁ Θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ’ ἡμῖν, τῶν δέ τινων ἐπὶ εὐσέβειαν· καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν· καὶ ὡς ὅλους ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ’ ἀρετὴν ζῆν, προέγνω αὐτούς. γινώσκων μὲν τὰ ἐνιστάμενα, προγινώσκων δὲ τὰ μέλλοντα. καὶ οὓς οὕτω προέγνω, “ προώρισε συμ- “ μόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” ἔστιν οὖν ὁ τοῦ Θεοῦ, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· τούτου δὲ εἰκὼν, ἡ λεγομένη εἰκὼν, τοῦ Θεοῦ r. ἥντινα νομίζω εἶναι, ἣν ἀνέλαβε ψυχὴν ὁ [*](r Ι. marg. ab ead. m. τοῦ υἱοῦ.)

277
Υἱὸς τοῦ Θεοῦ ἀνθρωπίνην· γενομένην διὰ τὴν ἀρετὴν, τῆς εἰκόνος τοῦ Θεοῦ εἰκόνα. ταύτης δὲ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι τοῦ Υἱοῦ τοῦ Θεοῦ, συμμόρφους προώρισε γενέσθαι ὁ Θεὸς, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν, τὴν πρόγνωσιν τοῦ Θεοῦ. ἀλλ’ ἐπεὶ ἔμελλε γίνεσθαι κατ’ ἰδίας ὁρμὰς τοῦ ποιοῦντις, διὰ τοῦτο προέγνω· εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν. καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν, τούσδε μέν τινας προέγνω καὶ προώρισε συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα· εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ Θεὸς, φήσομεν ἀδύνατον μὲν μὴ γενέσθαι· οὐχὶ δὲ εἰ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκημὴ γενέσθαι ἣ γενέσθαι. καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης. ἀλλὰ δυνατόν ἐστι καὶ τὸ αὐτὰ μὴ γενέσθαι.

Τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας καὶ θεωρίας ὁ περὶ δυνατῶν τόπος. ἵν ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς, δυνηθῇ τῆ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας, κατανοῆσαι πῶς μέχρι καὶ τῶν τυχόντων οὐκ ἐμποδίζεται, τὸ εἶναι τι εἰς πολλὰ δυνατὸν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· μένου· προεγνωσμένου τε οὑτωσὶν, ὅτι ἔσται μὲν, οὐκ ἐξ ἀνάγκης δὲ ἔσται. ἀλλ’ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι, ἔσται. οὐ στοχαστικῶς εἰρημένον, ἀλλ’ ἀληθῶς προεγνωσμένον. μὴ νομιζέτω μιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλῖβον ἡμῶν τὸν λόγον. ἐπεὶ φησὶν ὁ Παῦλος, “ οἴδαμεν δὲ, ὅτι “ ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν· τοῖς κατὰ “ πρόθεσιν κλητοῖς οὖσιν.” ἀλλὰ προσεχέτω, ὅτι τοῦ κατὰ εἶναι κλητοὺς τὴν αἰτίαν εὐθέως ἀποδέδωκε καὶ ὁ Ἀπόστολος, ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος, εἰπὼν, τοῦ Υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ Θεοῦ, ἣ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ του ἐφ’ ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως, τὸ, “ οἴδαμεν δὲ, ὅτι τοῖς “ τὸν Θεὸν, πάντα συνεργεῖ εἰς ἀγαθόν.” σχεδὸν γὰρ εἶπεν, ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν, διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοι εἰσὶ

278
συνεργίας οἱ ἀγαπῶντες τὸν Θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινέσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ’ ὑπόθεσιν εἶναί τινα ἐφ’ ἡμῖν. καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ’ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ’ ἡμῖν, ἄρα ὁ Θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων, προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ’ ἡμῖν, ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ’ ἡμῖν, ἣ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντος ἐστὶ τὸν ἐπὶ πᾶσι νοῦν, καὶ τὴν μεγαλωσύνην τοῦ Θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτοὺς. ἅ τὸ εγνωκεναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα; διδομένου τοῦ τοῦ τὸ ἐφ’ ἡμῖν; ἣ ἐπεὶ ἔσται προέγνω. καὶ οὐδαμῶς ἐστιν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ’ ἡμῖν ἑκάστῳ. δυνατὸν οὖν ἦν τῶν δέ τινων ἀπαντησάντων, μὴ τόδε, ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον.