Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Κυρίλλου. Οὐδὲν μέντοι τὸ ἀπεικὸς, εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαι τινὰς, ἐξ ἀμαθίας συνηρπασμένους, καὶ λέγοντας, εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν, καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν. οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα. πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλε συναγεῖραι τοὺς κεκλημένους. οἱ δὲ, οὐκ ἠθέλησαν ἐλθεῖν. εἰσῆλθον δὲ μετ’ ἐκείνους οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν. πέπλησται δὲ [*](q Leg. παρά.)

276
οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησι τινάς. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν σεσωκότα Θεόν. ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπεδήκασι τινὲς εἰς τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοί· οὐ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἐμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν ἡμῶν Ἰησοῦν Χριστὸν, ἀναφανδὸν εἰρηκότα, “ δεῦτε πρός με “ οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ δὴ σύμπαντας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειε δ’ ἃν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος. ἐν γὰρ τῷ, “ πάντες” εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα.

Ἐκ Τῆσ Φιλοκαλίασ Τοῦ Ὠριγένουσ. Προσχῶμεν δὲ ἄνωθεν τοῖς εἰρημένοις, ὣς ἃν ὁμοῦ ἀπολογησώμεθα, καὶ πρὸς τοὺς ἐπιλαμβανομένους τῶν τοιούτων λέξεων, καὶ οἰομένους διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους, καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τούτων ἀναιροῦντας. ἴδωμεν οὖν τὴν τάξιν τῶν εἰρημένων. δικαιοῖ ὁ Θεὸς, καλέσας πρότερον. οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσε· καλεῖ δὲ, πρὸ τῆς κλήσεως προορίσας. οὐκ ἂν καλέσας, οὓς μὴ προώρισε. καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως, οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, πιθανώτατα ἃν ἔλεγον οἱ παρεισάγοντες τὸν περὶ τῆς φύσεως ἄτοπον λόγον. ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· “ οὓς γὰρ φησὶν, “ καὶ προώρισε, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” προενατενίσας οὖν ὁ Θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ’ ἡμῖν, τῶν δέ τινων ἐπὶ εὐσέβειαν· καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν· καὶ ὡς ὅλους ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ’ ἀρετὴν ζῆν, προέγνω αὐτούς. γινώσκων μὲν τὰ ἐνιστάμενα, προγινώσκων δὲ τὰ μέλλοντα. καὶ οὓς οὕτω προέγνω, “ προώρισε συμ- “ μόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” ἔστιν οὖν ὁ τοῦ Θεοῦ, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· τούτου δὲ εἰκὼν, ἡ λεγομένη εἰκὼν, τοῦ Θεοῦ r. ἥντινα νομίζω εἶναι, ἣν ἀνέλαβε ψυχὴν ὁ [*](r Ι. marg. ab ead. m. τοῦ υἱοῦ.)

277
Υἱὸς τοῦ Θεοῦ ἀνθρωπίνην· γενομένην διὰ τὴν ἀρετὴν, τῆς εἰκόνος τοῦ Θεοῦ εἰκόνα. ταύτης δὲ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι τοῦ Υἱοῦ τοῦ Θεοῦ, συμμόρφους προώρισε γενέσθαι ὁ Θεὸς, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν, τὴν πρόγνωσιν τοῦ Θεοῦ. ἀλλ’ ἐπεὶ ἔμελλε γίνεσθαι κατ’ ἰδίας ὁρμὰς τοῦ ποιοῦντις, διὰ τοῦτο προέγνω· εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν. καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν, τούσδε μέν τινας προέγνω καὶ προώρισε συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα· εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ Θεὸς, φήσομεν ἀδύνατον μὲν μὴ γενέσθαι· οὐχὶ δὲ εἰ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκημὴ γενέσθαι ἣ γενέσθαι. καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης. ἀλλὰ δυνατόν ἐστι καὶ τὸ αὐτὰ μὴ γενέσθαι.

Τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας καὶ θεωρίας ὁ περὶ δυνατῶν τόπος. ἵν ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς, δυνηθῇ τῆ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας, κατανοῆσαι πῶς μέχρι καὶ τῶν τυχόντων οὐκ ἐμποδίζεται, τὸ εἶναι τι εἰς πολλὰ δυνατὸν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· μένου· προεγνωσμένου τε οὑτωσὶν, ὅτι ἔσται μὲν, οὐκ ἐξ ἀνάγκης δὲ ἔσται. ἀλλ’ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι, ἔσται. οὐ στοχαστικῶς εἰρημένον, ἀλλ’ ἀληθῶς προεγνωσμένον. μὴ νομιζέτω μιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλῖβον ἡμῶν τὸν λόγον. ἐπεὶ φησὶν ὁ Παῦλος, “ οἴδαμεν δὲ, ὅτι “ ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν· τοῖς κατὰ “ πρόθεσιν κλητοῖς οὖσιν.” ἀλλὰ προσεχέτω, ὅτι τοῦ κατὰ εἶναι κλητοὺς τὴν αἰτίαν εὐθέως ἀποδέδωκε καὶ ὁ Ἀπόστολος, ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος, εἰπὼν, τοῦ Υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ Θεοῦ, ἣ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ του ἐφ’ ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως, τὸ, “ οἴδαμεν δὲ, ὅτι τοῖς “ τὸν Θεὸν, πάντα συνεργεῖ εἰς ἀγαθόν.” σχεδὸν γὰρ εἶπεν, ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν, διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοι εἰσὶ

278
συνεργίας οἱ ἀγαπῶντες τὸν Θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινέσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ’ ὑπόθεσιν εἶναί τινα ἐφ’ ἡμῖν. καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ’ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ’ ἡμῖν, ἄρα ὁ Θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων, προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ’ ἡμῖν, ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ’ ἡμῖν, ἣ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντος ἐστὶ τὸν ἐπὶ πᾶσι νοῦν, καὶ τὴν μεγαλωσύνην τοῦ Θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτοὺς. ἅ τὸ εγνωκεναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα; διδομένου τοῦ τοῦ τὸ ἐφ’ ἡμῖν; ἣ ἐπεὶ ἔσται προέγνω. καὶ οὐδαμῶς ἐστιν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ’ ἡμῖν ἑκάστῳ. δυνατὸν οὖν ἦν τῶν δέ τινων ἀπαντησάντων, μὴ τόδε, ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον.

Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;

Χρυσοστόμου. Ὡς ἃν εἰ ἔλεγε. μὴ τοίνυν λοιπὸν λέγε μοι περὶ τῶν κινδύνων, καὶ τῆς παρὰ πάντων ἐπιβουλῆς. εἰ γὰρ καὶ τοῖς μέλλουσι τινὲς διαπιστοῦσιν. ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ, οὐδὲν ἃν ἔχοιεν εἰπεῖν. οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο. καὶ ὅπερ ἐνόμιζες αἰσχύνης εἶναι, ’τον σταυρὸν, τὰς μάστιγας, τὰ δέσμα, ταύτα ἐστιν α την οἰκουμένην κατώρθωσεν ἅπασαν. ὥσπερ οὖν οὗν αὐτὸς ἔπαθε, καί τοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν ρίαν τῆς φύσεως ἀπεχρήσατο, οὕτως καὶ ἐφ’ οἷς αὐτὸς ὑπομένεις, ποιεῖν εἴωθεν· εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσι. καὶ τίς οὐ καθ’ ἡμῶν, φησιν; καὶ γὰρ ἡ οἰκουμένη καθ’ ἡμῶν, καὶ τύραννοι, καὶ δῆμοι, καὶ συγγενεῖς, καὶ πολίται· ἀλλ’ οὗτοι οἱ καθ’ ἡμῶν, τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι. τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς, εἰς τὴν ἡμετέραν

279
τρεπούσης σωτηρίαν καὶ δόξαν. ὁρᾷς, πῶς οὐδεὶς καθ’ ἡμῶν; ὅτι τοῦ Θεοῦ ὄντος ὑπὲρ ἡμῶν, καὶ τὰ καθ’ ἡμῶν δοκοῦντα εἶναι, ὑπὲρ ἡμῶν πάντα γίνεται. ἐκ γὰρ τούτων, ἡμῖν οἱ στέφανοι πλέκονται· καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων οὐκ ἔλαττον ἡμᾶς ὠφελοῦσι.

Θεοδωρήτου. Πάντα δὲ ὁμοῦ συμπεριέλαβε, διὰ τοῦ, “ καὶ βασιλέας, καὶ στρατηγοὺς, καὶ δήμους, καὶ δημαγωγοὺς, καὶ πᾶσαν ὁμοῦ τὴν οἰκουμένην.

Θωτίου. Ἢ καὶ οὕτως. τι ἐροῦμεν πρὸς ταῦτα; ὅτι προώρισεν, ὅτι ἐκάλεσεν, ὅτι ἐδικαίωσεν, ὅτι ἐδόξασε· πρὸς τοιαύτην ἀφθονίαν εὐεργεσιῶν, τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησὶν, λόγων εὐποροῦμεν· μή τι γε ἔργων ἀμοιβῆς. τοιαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθεν, φησὶν, “ εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;” οὐδείς. τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν, ἀλλὰ ὠφελήσουσιν.