Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. τὸ γὰρ τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν. ἀλλ’ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις.

Χρυσοστόμου. Δείκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο. τὴν ἐν ἐλπίδι ὑπομονὴν, πολλῆς ἀπολαύομεν βοηθείας. τὸ μὲν γάρ, φησιν, γίνεται σὸν, τὸ τῆς ὑπομονῆς. τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας· εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος, καὶ δι’ αὐτῆς πάλιν τοὺς πόνους κουφίζοντος. εἶτα ἵνα μάθῃς ὅτι οὐκ ἐν τοῖς πόνοις σοι μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὐτη ἡ χάρις, ἄλλα κα ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ’ ἑαυτοῦ βοήθειαν εἰσφέρει, ἐπήγαγε· “ τὸ γὰρ τι προσ- “ εὐξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.” ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος ἐμφαίνων πρόνοιαν τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μυρία πάσχοντας δεινὰ ἄνεσιν ζητεῖν, καὶ ταύτην αἰτεῖν παρὰ Θεοῦ τὴν χάριν, καὶ νομίζειν αὐτοὺς λυσιτελεῖν, λέγει· μὴ πάντως τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε· καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας. ὅθεν καὶ ἔλεγε, τὸ, “ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” ἵνα μηκέτι ὁ μαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. οὐ γὰρ εἶπεν, οὐκ οἴδατε, ἀλλ’

258
“οὐκ οἴδαμεν”. καὶ ὅτι οὐ μετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι’ ἑτέρων. καὶ γὰρ ἀδιαλείπτως ἐπὶ τῶν προσευχῶν αὐτοῦ, τὴν Ῥώμην ἰδεῖν ἐδεῖτο. καὶ οὐχ ὅτε ἐδεῖτο τότε ἐπέτυχε. καὶ ὑπὲρ τοῦ σκόλοπος δὲ τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκί· τουτέστι τῶν κινδύνων, παρεκάλεσε καὶ ἀπέτυχε. καὶ Μωϋσῆς δὲ ἐν τῇ παλαιᾷ ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν δεόμενος. καὶ Ἱερεμίας δὲ, ὑπὲρ Ιουδαίων ἱκετεύων. καὶ Ἁβραὰμ ὑπὲρ Σοδομιτῶν ἐντυγχάνων.

“ Ἀλλ᾿ αὐτό” φησι, “τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, στε- “ ναγμοῖς ἀλαλήτοις.” ἀσαφὲς τὸ εἰρημένον διὰ τὸ πολλὰ τότε γενομένων θαυμάτων, νῦν πεπαῦσθαι. διόπερ ἀναγκαῖον διδάξαι ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. τίς οὖν ἡ τότε κατάστασις; διάφορα πᾶσι τοῖς τότε βαπτιζομένοις χαρίσματα ἐδίδοτο, ἃ δὴ καὶ πνεύματα ἐκα- λεῖτο. πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται φησί. καὶ ὁ μὲν, εἶχε προφητείας χάρισμα· τοῦ τὰ μέλλοντα προλέγειν. ὁ δὲ, σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς. ὁ δὲ, ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας. ὁ δὲ, δυνάμεων, καὶ τοὺς νεκροὺς ἤγειρε. μετὰ δὲ τούτων ἁπάντων, ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ ἐλέγετο πνεῦμα. καὶ ὁ τοῦτο ἔχων, ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. ἐπειδὴ γὰρ ἀγνοοῦντες πολλὰ τῶν συμφερόντων ἡμῖν, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο εἰς ἕνα τινὰ τῶν τότε χάρισμα εὐχῆς. καὶ τὸ κοινὴ συμφέρον ἁπάσης τῆς ἐκκλησίας, αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ κατανύξεως πολλῆς, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν· τῷ Θεῷ προσπίπτων, ᾔτει πᾶσι τὰ συμφέροντα· οὗ καὶ νῦν σύμβολον ὁ διάκονος ἐστὶ, τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων εὐχάς. ἐνταῦθα τοίνυν οὐ περὶ τοῦ Παρακλήτου ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς.

Κυρίλλου. “ Ἐντυχχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἐπειδὴ στενάζομεν ἐσθ’ ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ἐκτελεῖν σπουδάζοντες. οὐκοῦν μανθάνομεν ἐν Ἁγίῳ Πνεύματι, καὶ τοῦτο·

259
σοφὸν γὰρ, ὡς καὶ ὁ Υἱός. “ ἐπειδὴ δέ,” φησιν, “ τὸ “ ξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν,” ἐκεῖνο ζητήσωμεν. καί τοι τίνα δεῖ τρόπον εὔχεσθαι, πεπαιδεύμεθα παρὰ τοῦ Χριστοῦ λέγοντος ἐναργῶς, “ ὑμεῖς οὖν προσεύχεσθε· Πάτερ ἡμῶν, ὁ ἐν “ οὐρανοῖς·” καὶ ὅσα τούτοις κείμενα ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν καθ’ ὃν πρέπει τρόπον ἐκτελεῖν τὰς ἱκετείας ἐγνώκαμεν, τίς ἃν, εἰπέ μοι, γένοιτο τῶν ἀποστολικῶν γραμμάτων ὁ λόγος; ἣ, ἔνθα ἃν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον; φαμὲν οὖν ὅτι προσευχόμεθα μὲν ἐκζητοῦντες τὴν τῶν ἀγαθῶν αἴτησιν, καὶ τὰ εἰς δόξαν Θεοῦ πρό γε τῶν ἄλλων· καὶ τὰ δι’ ὧν ἂν ἔσοιτο βιῶναι τε ὀρθῶς, καὶ τὴν ζωὴν τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι. “ τὴν δὲ ἀπαρχὴν ἔχοντες τοῦ Πνεύματος, καὶ αὐτοὶ “ ἐν ἑαυτοῖς. υἱοθεσίαν ἀπεκδεχόμενοι, καὶ ἐλπίζοντες τὴν ἀπολύ- “ τρῶσιν τοῦ σώματος.” καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ, “τί “ προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” “ εἰ γὰρ ὀφθαλμὸς οὐκ “ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,” τι προσιόντες ἣ πῶς ἃν εἰδείημεν, ἃ μὴ τεθεάμεθα; μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ, καὶ ταῖς τῶν ἀνθρώπων καρδίαις οὐκ ἔγνως μένα; ποία δ᾿ ἃν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις· ἣ τίς ὁ μεταπλασμός· ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν· αὐτὸς ἃν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς, καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας, “ αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. ἵνα ἐν ταῖς “ ναῖς ὑμῶν δαπανήσητε·” οὐκοῦν πρέποι ἃν τοῖς ὧδε διακειμένοις εἰπεῖν, τὸ, “ τί προσευξόμεθα, καθὸ δεῖ οὐκ οἴδαμεν.” ἀλαλήτοις δὴ οὑν ἐν στεναγμοῖς λαλοῦμεν ἐν Πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται, πεπιστεύκαμεν· τίνα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς.

Θεοδωρήτου. Ἢ καὶ ἁπλούστερον, μὴ αἰτεῖτε, φησὶ, λυπηρῶν τὴν ἀπαλλαγήν· οὐ γὰρ ἴστε τὸ συμφέρον, ὡς ὁ κυβερνῶν Θεός. δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια· οὗτος γὰρ, κἂν μηδὲν αἰτήσετε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοι- κούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ κἄ ὑμᾶς πρυτανεύει, καὶ τὸ συνοῖσον μέλλει παρέξειν.

260

Οἰκουμενίου. λῦτό, φησιν, τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. εἰ μὲν γὰρ σπεύδεις ἐργάσασθαι τὰ ἀγαθὰ, ὡσαύτως καὶ τὸ Πνεῦμα φροντίσει σου. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ.

Θεοδώρου Μονάχου. Σημεῖον δὲ ἀσθενείας, καὶ τὸ σπουδάζειν παραγενέσθαι τὰ ἐλπιζόμενα, πρὸ τοῦ δέοντος καιροῦ. συναντιλαμβάνεται οὖν ἡμῖν τὸ Πνεῦμα, ἀσθενοῦσι περὶ τὸ εὔχεσθαι ἃ δεῖ. ἐπειδὴ ἡμεῖς τὰ συμφέροντα οὐκ ἴσμεν, οὐδὲ τοὺς εὐθέτους καιρούς. τὸ μέντοι Πνεῦμα τὸ Ἄγ’ ἴον ἐν τῷ συνεργεῖν, οὐκ ἀναιρεῖ τῆς αὐτεξουσιότητος τὴν χάριν. τὸ γὰρ συνεργεῖν, συμπράττειν ἐστὶν ἀσθενούσῃ τῇ γνώμῃ. οὐκ ἀναγκάζει, ἀλλὰ τοὺς ἑκουσίως εἰς ἀρετὴν ὁρμῶντας, ἐπιρωννύει· καὶ αὐτὸ δὲ τὸ Ἅγιον Πνεῦμα ἔστιν εἰπεῖν, ὅτι διὰ τῶν ἀλαλήτων στεναγμῶν, οὓς ἐγκαταμιγνυσι ταῖς τῶν ὁσίων εὐχαῖς, διορθοῦται τῶν εὐχομένων τὴν ἄγνοιαν· ὅταν ὁ εὐχόμενος ἐξ ἀγνοίας αἰτῇ τὸ μὴ δέον. ἀλαλήτους δέ φησι στεναγμοὺς, τοὺς ἐν βάθει τῆς καρδίας ὑπὸ τοῦ Ἁγίου Πνεύματος κινουμένους.

Γενναδίου. Ἢ καὶ οὕτως. ἡ μὲν φύσις ἡμῶν ἐστι, ἀσθενὴς, καὶ τὸ καθ’ αὑτὴν τὸ αὖθις ἀναβιώσεσθαι· τὰ δὲ ἐπηγγελμένα, μεγάλα τὲ καὶ θεῖα, καὶ οἷα μηδὲ νῷ χωρηθῆναι δυνάμενα. ἀλλ’ ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων, ἀπὸ τοῦ Πνεύματος οὐ μικρὰν ἐπικουρίαν ἔχομεν. τὰ γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν, οὐ δὲ ὅπως εὔξασθαι χρὴ, ἵν εἴπῃ καὶ τὰ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχὴν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος τοῦ Ἀγίου χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἔπι τῶν γάμων ἀρραβῶνες, οὓς ἀλλήλοις οἱ γαμοῦντες διδόασιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα· καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας, ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἴμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος, τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος χάρισμα, ὁ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βέβαιοι. δέον οὖν ἄρα τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. τὸ δὲ ἐντυγχάνειν, μεταφορικῶς εἶπεν· ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χρείας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.

261