Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. τῆ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ’ ἐλπίδι.

Χρυσοστόμου. Ἐπαίρων καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον· δύο κατασκευάζων διὰ τῶν λεχθέντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων. καὶ τρίτον μετὰ τούτων· μᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι περισπούδαστον πῶς τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἔχει τιμῇ. μετὰ δὲ τούτων, καὶ τὰ τῶν φιλοσόφων ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα ἐν τούτῳ καταβάλλει τῷ δόγματι. ἀλλ’ ἵνα σαφέστερα ταῦτα γένηται, ἴδωμεν τι φησι. καὶ ἡ κτίσις αὐτὴ σφόδρα ὠδίνει· ταῦτα ἀναμένουσα καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαμεν. ἀποκαραδοκία γὰρ, ἡ σφοδρὰ προσδοκία ἐστίν. ὥστε δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἀπάντα τοῦτον. ἅπερ κα οἱ προφήται ποιοῦσι. ποτάμους κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτῶντα. οὐχ ἵνα ταῦτα λογισμὸν ἔχειν νομίσωμεν καὶ ψυχὴν, ἀλλ’ ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων αὐτῶν καθικνουμένην. τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσιν, ἄψυχα θρηνοῦντα εἰσάγοντες. ἵνα πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν νοήσωμεν. τούτους δὴ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καὶ φησὶ στενάζειν αὐτὴν καὶ ὠδίνειν. οὐκ ἐπειδὴ στεναγμοὺς ἤκουεν ἀπὸ γῆς ἐκπεμπομένους, ἢ οὐρανοῦ. ἀλλ’ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν.

Γρηγορίου Θεολόγου. Πόλλα γὰρ προσωποποιεῖν ἡ γραφὴ οἶδε καὶ τῶν ἀψύχων. ὡς τὸ, ἡ θάλασσα εἶπε τάδε καὶ τάδε. “ “ ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί.” καὶ οἱ οὐρανοὶ διηγούμενοι δόξαν Θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται σκιρτήσεως.

Κυρίλλου. Ἀποκαραδοκία μὲν οὖν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς

247
τῶν πραγμάτων ἐκβάσεως προσδοκία καὶ ἐπιτήρησις. ἐκδέχεταί γε μὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ· οὐκ εἰδυῖα τὸ ἐσόμενον. πῶς γάρ; ἣ πόθεν; ἀλλὰ ταῖς ἀπορρήτοις οἰκονομίαις τοῦ πάντα μεταρρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, προσδοκῶσα τὴν εἰς τὸ κρεῖττον ἕξειν μεταβολήν. μεταπλαττομένων γὰρ τῶν τοῦ Θεοῦ τέκνων τῶν θεοσεβῶς ζησάντων, ἐξ ἀτιμίας εἰς δόξαν· καὶ αὐτὴ πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον, τὴν πρέπουσαν τοῖς τότε καιροῖς αὐχοῦσα κατάστασιν· καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.

Σευηριανοῦ. Καραδοκία μέντοι ἡ ἐπιτεταμένη τῶν ἐλπιζομένων ἐπιτήρησις εἴρηται. ἀπὸ τοῦ, τὸν προσδοκῶντα τυχὸν καὶ ἐπικλίνειν τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς ἐντείνειν, ὡς παραυτίκα ἰδεῖν μέλλοντα τὸ προσδοκώμενον.

Γενναδίου. Ἔφη δέ τις ἀποκαραδοκίαν τῆς κτίσεως, τὴν ἄποθεν προσδοκίαν αὐτῆς. ἥτις ἐστὶ τὸ ἀπεκδέχεσθαι ἀποκαλυφθῆναι τὴν τέως κεκρυμμένην ἐν Χριστῷ ζωὴν ἡμῶν. οὕτως ἔχειν εἰπὼν τὸ σύμπαν νόημα. εἰώθαμεν πολλάκις οἱ ἄνθρωποι μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις, ὡς σαφῆ ταῖς μνήμαις ἀναλαμβάνειν τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷον τι λέγω. πεφώραται τις ἀγαθόν τι πεποιηκὼς ἢ κακόν. εὐθὺς παρόντες φαμέν· ἀλλὰ καὶ πόρρωθεν οὗτος, τοιοῦτος ὣν καταφαίνεται· καὶ ἐδείκνυ τῷ σχήματι· καὶ ἐγὼ αὐτὸν ἐκ τῆσδε τῆς ῥήσεως, ὅστις ἦν, αὐτίκα κατέμαθον. καὶ ὅλως τοιαῦτα τινὰ πρὸς τὴν παροῦσαν πρᾶξιν ἐκ τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν φησι καὶ ὁ εὐαγγελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίον. ὅτι οὐ συνίεσαν μὲν τὰ πέρι αὐτὸν σικονομούμενα πρότερον. “ ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν, “ ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα.” κἀνταῦθα τοίνυν ὁ μακάριος Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνῶσιν παρειληφώς· καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκται τοῦτο τῷ Θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα. λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιουτότροπος διασκευὴ προκηρύττει, τὸ νῦν πεφηνὸς

248
εὐαγγέλιον, καὶ δήλη ἐστὶ τὴν ἀποκάλυψιν τῶν υἱῶν περιμένουσα τοῦ Θεοῦ. ἐπεὶ μὴ δὲ ματαίως ἔκτισε τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ Θεός.

Θεοδώρου Μονάχου. Ἕτερος δὲ κτίσιν μὲν λέγειν τὸν Παῦλον νῦν ἀπεφήνατο τὰς ἐφεστηκυίας δυνάμεις ταῖς ἀψύχαις ὕλαις τὰς ταγείσας παρὰ Θεοῦ τὴν κτίσιν διέπειν. ἀποκαραδοκίαν δὲ, τὴν ἀνελπιστίαν. ἡ κτίσις γάρ, φησι, ἐπιμενόντων ἡμῶν τῇ κακίᾳ, καὶ ἐπισφιγγόντων ἑαυτοῖς τοῦ θανάτου τὴν ἀπόφασιν, τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ καθ’ ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, τὴν ἀνάστασιν λέγει· υἱοθεσίαν, τὴν ἀθανασίαν καλῶν. ὅθεν καὶ ὁ Δαβὰιδ λέγει, “ ἐγὼ εἶπα, θεοὶ ἐστέ.” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, ὡς οὐκ ἔχοντος λόγον τοῦ ἀποθνήσκειν, τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας.

Χρυσοστόμου. Τί δέ ἐστι “ τῆ ματαιότητι, ἡ κτίσις ὑπε- “τάγη;” φθαρτὴ γέγονε. διατί; διὰ σὲ τὸν ἄνθρωπον· ἐπειδὴ γὰρ σῶμα ἔλαβες θνητὸν καὶ παθητὸν, καὶ ἡ γῆ κατάραν ἐδέξατο, καὶ ἀκάνθας ἤνεγκε καὶ τρίβολόν. ὅτι δὲ καὶ ὁ οὐρανὸς μετὰ τῆς γῆς παλαιούμενος πρὸς τὴν ἀμείνω λῆξιν ὕστερον μεταστήσεται, ἄκουσον τοῦ προφήτου λέγοντος, “ καταρχὰς, Κύριε, τὴν γῆν “ μελίωσας. καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπο- “ λοῦνται. σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον- “ τᾶι· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. καὶ Ἡσαίας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν, “ ἐμβλέψατε εἰς τὸν “ οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω. ὅτι ὁ οὐρανὸς ὡς καπνὸς “ ἐστερεώθη. ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ “ κοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται.” εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις; πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; ὁ μὲν γάρ φησιν, “ ὡς ἱμάτιον ἑλίξει αὐτοὺς, καὶ ἀλλαγήσονται.” ὁ δὲ Ἡσαίας. “ οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦν- “τᾶι.” οὐ παντελῆ λέγων ἀπώλειαν. οὐδὲ γὰρ οἱ κατοικοῦντες ἀυτὴν, τουτεστιν ἄνθρωποι, ταύτην ὑποστήσονται· ἀλλὰ τὴν πρόσκαιρον. καὶ δι’ αὐτῆς, ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται· ὥσπερ οὖν καὶ ἡ κτίσις. ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν ὡς ταῦτα, παρεδή-

249
λωσεν. ὅπερ οὐν καὶ ὁ Παῦλος προιὼν φησίν· τέως μέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται· καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν, ἡμᾶς τίθησι. τί οὖν ἐπηρέασται, δι’ ἕτερον ταῦτα παθοῦσα; οὐδαμῶς. καὶ γὰρ δι’ ἐμὲ γέγονεν. ἡ τοίνυν δι’ ἐμὲ γενομένη, πῶς ἃν ἀδικοῖτο, εἰς ἐμὴν διόρθωσιν ταῦτα πάσχουσα; ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον, οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων δεῖ. ἀλλ’ ὁ Παῦλος ἐπειδὴ ταύτην ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ’ ἑτέρῳ τινὶ λόγῳ τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. ποίῳ δὴ τούτῳ; τί λέγεις; φησίν. κακῶς ἔπαθε, καὶ διὰ σὲ φθαρτὴ γέγονεν· ἀλλ’ οὐδὲν ἠδίκηται. καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν. τοῦτο γὰρ ἔστι τὸ “ ἐπ’ ἐλπίδι.” ὅταν δὲ λέγῃ, “ ἑκοῦσα ὑπετάγη,” οὐχ ἵνα κυρίαν γνώμης οὖσαν δείξῃ, τοῦτο λέγει. ἀλλ’ ἵνα μάθῃς ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, καὶ οὐκ ἐκείνης κατόρθωμα τοῦτο.

Θεοδωρήτου. Ματαιότητα μὲν οὖν, τὴν φθορὰν λέγει. τοῦτο γὰρ μετ’ ὀλίγα διδάσκει. “ ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσε- “ται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” διδάσκει δὲ, ὡς πᾶσα ἡ κτίσις ἡ ὁρωμένη, θνητὴν ἔλαχε φύσιν. ἐπειδήπερ τῶν ὅλων ὁ ποιητὴς προεώρα τοῦ Ἀδὰμ τὴν παράβασιν, καὶ τὴν ἐπενεχθησομένην αὐτῷ τοῦ θανάτου ψῆφον. οὐ γὰρ ἦν εἰκὸς οὐδὲ δίκαιον, τὰ μὲν δι’ αὐτὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας· αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαμβάνει τῆς ἀφθαρσίας. λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. τρεπτὴ γὰρ ἐγένετο· οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργήσαντος ἀσπασαμένη τὸν ὅρον. τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα.

Κυρίδδου. Ἢ ματαιότητα ἐνθάδε φησὶν τοὺς ζῶντας ἐν ματαιότητι· τουτέστιν, ἐν φρονήματι σαρκικῷ. περὶ ὣν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ ἄνθρωπος ματαιότητι ὡμοιώθη.” καὶ μὴν ὅτι παρεσυνεβλήθη τῆς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται· καὶ οὔ τι που πάντως ἑκοῦσα. πόθεν; πῶς δὲ δὴ

250
ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς οὐδὲν, ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶν, τῆς οὕτως αἰσχρᾶς δουλείας· οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων, ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις. ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶν, τῶν σωθησομένων, καὶ τῶν κατὰ καιροὺς ἁγίων τὲ καὶ ἐκλεκτῶν ὑποτέτακται τέως. καταζεύγνυντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις. ἀλύει μὲν γὰρ μονονουχὶ, καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ αὐτῇ ἦν τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώξασα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ.

Γενναδίου. Ματαιότητα τοιγαροῦν λεκτέον τὸν παρόντα τοῦτον βίον ἡμῶν· λέγοντος ἄντικρυς τοῦ Ἀποστόλου. ἐπεὶ τίνος χάριν οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν, ἅπασα συνετείνετο μὴ ἐπ’ ἐλπίσι τοιαύταις ποιεῖν αὐτῇ, Θεοῦ τοῦτο νομοθετήσαντος; καὶ τὸ, “ οὐχ ἑκοῦσα,’ ἣ προσωποποιήσας εἴρηκε, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον.

Κυρίκκου. Οὐκοῦν εἴπερ εἶναι φασὶν κτιστὸν τὲ καὶ ποιητὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι· καὶ συστενάζειν μὲν καὶ συνωδίνειν· εἶναι τὲ νῦν ὥσπερ ἐν δουλείᾳ· ἐλευθερωθήσεσθαι o δὲ μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. εἶτα ποῖ ποτε ὁ Παῦλος ἡμῖν οἰχήσεται λέγων, “ οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν “ φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. ἐν ᾧ κράζομεν “ ὁ πατήρ;” εἰ δοῦλον ἐστὶν, ὡς κτιστὸν καὶ ποιητὸν τὸ Πνεῦμα Ἅγιον, πῶς ἐν αὐτῷ κράζομεν ἀββᾶ ὁ πατήρ; ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἃν γένοιτο. ἀναμορφοῖ δὲ μᾶλ- [*](ο Cod. ἐλευθερωθήσεσθε.)

251
λον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα· μετόχους ἀποδεικνύον τῆς οἰκείας φύσεως. οὐκ ἄρα δοῦλον ἐστίν. εἰ δὲ δὴ τοῦτο, οὐ κτίσμα. τὸ δὲ καὶ τὸ εἰναι κτίσμα, καὶ τὸ ἐν δούλοις τετάχθαι διαφυγὸν, τῆς θείας λοιπὸν ἃν εἴη οὐσίας δηλαδή.

Χρυσοστόμου. Ἀλλ’ εἰπὲ λοιπὸν καὶ ἐπὶ ποίᾳ ἐλπίδι.