Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Γενναδίου. Ματαιότητα τοιγαροῦν λεκτέον τὸν παρόντα τοῦτον βίον ἡμῶν· λέγοντος ἄντικρυς τοῦ Ἀποστόλου. ἐπεὶ τίνος χάριν οὕτω πρὸς τὴν ὑπηρεσίαν τῶν φθαρτῶν, ἅπασα συνετείνετο μὴ ἐπ’ ἐλπίσι τοιαύταις ποιεῖν αὐτῇ, Θεοῦ τοῦτο νομοθετήσαντος; καὶ τὸ, “ οὐχ ἑκοῦσα,’ ἣ προσωποποιήσας εἴρηκε, κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον.

Κυρίκκου. Οὐκοῦν εἴπερ εἶναι φασὶν κτιστὸν τὲ καὶ ποιητὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀνάγκη συνομολογεῖν ὑποτετάχθαι καὶ αὐτὸ τῇ ματαιότητι· καὶ συστενάζειν μὲν καὶ συνωδίνειν· εἶναι τὲ νῦν ὥσπερ ἐν δουλείᾳ· ἐλευθερωθήσεσθαι o δὲ μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. εἶτα ποῖ ποτε ὁ Παῦλος ἡμῖν οἰχήσεται λέγων, “ οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν “ φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. ἐν ᾧ κράζομεν “ ὁ πατήρ;” εἰ δοῦλον ἐστὶν, ὡς κτιστὸν καὶ ποιητὸν τὸ Πνεῦμα Ἅγιον, πῶς ἐν αὐτῷ κράζομεν ἀββᾶ ὁ πατήρ; ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἃν γένοιτο. ἀναμορφοῖ δὲ μᾶλ- [*](ο Cod. ἐλευθερωθήσεσθε.)

251
λον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα· μετόχους ἀποδεικνύον τῆς οἰκείας φύσεως. οὐκ ἄρα δοῦλον ἐστίν. εἰ δὲ δὴ τοῦτο, οὐ κτίσμα. τὸ δὲ καὶ τὸ εἰναι κτίσμα, καὶ τὸ ἐν δούλοις τετάχθαι διαφυγὸν, τῆς θείας λοιπὸν ἃν εἴη οὐσίας δηλαδή.

Χρυσοστόμου. Ἀλλ’ εἰπὲ λοιπὸν καὶ ἐπὶ ποίᾳ ἐλπίδι.

Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.

Χρυσοστόμου. Ti ἐστι καὶ αὐτή; οὐχὶ σὺ μόνος, ἀλλὰ καὶ ὃ σοῦ ἐστι καταδεέστερον, καὶ οὐ μετέχει λογισμοῦ οὐδὲ αἰσθήσεως, καὶ τοῦτο σοι κοινωνήσει τῶν ἀγαθῶν. “ ἐλευθερωθήσεται “ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” τουτέστιν. οὐκέτι ἔσται ἀλλ’ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφία τοῦ σοῦ. ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονεν ἐκείνη τοιαύτη, οὕτως ἀφθάρτου κατάσταντος, καὶ αὐτὴ ἕψεται πάντως. ὅπερ οὖν δεικνὺς ἐπήγαγεν, “ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Φεοῦ.” διὰ τὴν ἐλευθερίαν. καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικόν· ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις φησί. ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι’ αὐτὸν ἅπαντα γινόμενα; εἰδες πῶς καὶ παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; τι γὰρ ἀλγεῖς, φησι, ἐπὶ τοῖς πειρασμοῖς; σὺ διὰ σαυτὸν πάσχεις. ἡ κτίσις, διὰ σέ. οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα δείκνυσι τὰ λεγόμενα. εἰ γὰρ ἡ κτίσις ἐλπίζει, ἡ διὰ σὲ πάντα γενομένη, πολλῷ μᾶλλον σύ· δι’ ὃν καὶ ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν ἐκείνων. οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ Υἱοῦ μέλλοντος ἐπ’ ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύσει στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν. ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίᾳ περιβάλλει, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων. Οἰκουμενίου. Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις, ἐλεύσεται.

252

Θεοδώρου Μονάχου. οἷον ἐκ φθαρτῆς ἄφθαρτος ἔσται. καὶ ἄλλως δὲ ἡ ὑλώδης, φησὶ, φύσις ἐδουλώθη τῷ πονηρῷ, καὶ ἐπιβουλεύεται ὑπ’ αὐτοῦ πολλάκις κατὰ συγχώρησιν Θεοῦ. ὥστε καὶ λοιμοὺς καὶ πολέμους, καὶ ἄλλας φθορὰς ὑπ’ αὐτοῦ κατασκευά- ζεσθαι. καὶ γὰρ εἰκὸς τῶν ἐνοικούντων εὐσεβῶς διαγόντων, ἔχειν χώραν τὸν πονηρὸν ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει, τὰ περὶ αὐτὰ στοιχεῖα κακοῦν. ὣν γινομένων· αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις, στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν. ἐν ᾗ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ. ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβοῦται, ἡ πόλις ἀγανακτεῖ. ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς. ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ἡ κτίσις ὑπὸ τῶν συνδούλων αὐτῆς, “ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ “κτίσει παρὰ τὸν κτίσαντα.” ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται προσκυνουμένη ματαίαν προσκύνησιν ὕπο τῶν ἀνθρώπων· καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς· οὐδὲ ἐξ ἀρχῆς ἑλοῦσα, οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ· ἀλλ’ ὑπετάγη, συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη, ἐπ’ ἐλπίδι μελλούσῃ. “ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται.” πότε δέ; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων. διὸ καὶ “ ἡ ἀποκαραδοκία τῆς κτίσεως “ τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·” ὅτε καὶ πάντα ἀνακαινισθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. τουτέστι, τοῦ διαβόλου. φθορὰν γὰρ, τὸν διάβολον ἔστιν εἰπεῖν, ὡς καὶ μα- ταιοτητα.

Γρηγορίου Νύσσησ. Ἢ ἀποκαραδοκίαν τῆς κτίσεως, καὶ ἀντὶ τοῦ τῶν Ἀγγέλων νοητέον, καθὰ καὶ ἀνωτέρω δεδήλωται· ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζομένοις ἐξ ἁμαρτίας. διότι ἡ κτίσις ἐκείνη μέχρι τοῦ νῦν συστενάζει καὶ συνωδίνει τῆ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώ-

253
λείαν. ὅταν ἡ ἄπο κάλυψις γένηται τῶν υἱῶν τοῦ Θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκεῖ τὲ καὶ ἀπεκδέχεται· καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον. ἡμεῖς δὲ πάντως ἐσμὲν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρόβατον, τὸ δὲ διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ εὐχαριστίᾳ, τῇ ὑπὲρ ἡμῶν, προσάξουσι τῷ Θεῷ τὴν προσκύνησιν χαίροντες οἱ Ἄγγελοι.