Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. εἰ δὲ τέκνα, καὶ κληρονόμοι. κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.

Χρυσοστόμου. Εἰπὼν τὴν ἀπὸ τῆς πολιτείας διαφορὰν, καὶ τὴν ἀπὸ τῆς χάριτος τῆς δεδομένης ἐλευθερίαν, ἐπάγει καὶ ἑτέραν ἀπόδειξιν τῆς ὑπεροχῆς τῆς κατὰ τὴν υἱοθεσίαν ταύτην. “ αὐτὸ τὸ “ Πνεῦμα,” λέγων, ὅτι “ τῷ πνεύματι ἡμῶν μαρτυρεῖ, ὅτι ἐσμὲν “ τέκνα Φεοῦ.” οὐκ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ’ ἧς ἡ φωνὴ τίκτεται. τοῦ γὰρ πνεύματος ὑπαγορεύοντος ταῦτα λέγομεν. ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, “ ὅτι ἐξαπέστειλε ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς “ δίας ἡμῶν, κράζον ἀββᾶ ὁ πατήρ.·’ τί δέ ἐστι τὸ πνεῦμα τῷ πνεύματι μαρτυρεῖ; ὁ παράκλητος φησὶν τῶ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. οὐ γὰρ τοῦ χαρίσματος ἐστὶ μόνον ἡ φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν παρακλήτου. αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξε διὰ τοῦ χαρίσματος φθέγγεσθαι. ὅταν δὲ τὸ Πνεῦμα μαρτυῇ, ποία λοιπὸν ἀμφισβήτησις; εἰ μὲν γὰρ ἄνθρωπος ἡ ἄγγελος ἣ ἄλλη τίς τοιαύτη δύναμις τοῦτο ὑπισχνεῖτο, ἀμφιβάλλειν εἰκὸς ἦν τινάς. τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, δι’ ὧν ἐκέλευσεν εὔχεσθαι, μαρτυρούσης ἡμῖν, τίς ἃν λοιπὸν ἀμφισβητήσειε περὶ τῆς ἀξίας;

Γενναδίου. “ Αὐτὸ μὲν γὰρ τὸ Πνεῦμα.” τὴν τοῦ Ἁγίου Πνεύματος ὑπόστασιν λέγει. πνεῦμα δὲ ἡμῶν τὴν ἀπ’ ἐκείνου δεδομένην χάριν ἡμῖν, ἣν εἴωθεν ἰδίαν τῶν λαβόντων καλεῖν. ὡς ἐν τῶ, “ συνελθόντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνύματος.” καὶ, “ ὁλόκληρον

242
“ὑμῶν τὸ πνεῦμα.” καὶ “ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη.” ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τὸ σῶμα τοῦ ἡλίου· λέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ὁμωνύμως τῷ ὅλῳ. φαμὲν δὲ τῶν τόπων, τοὺς μὲν, ἔχειν ἥλιον, τοὺς δὲ, ἀνηλίους ὑπάρχειν οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου ἐξισταμένης, ἀλλὰ διὰ τὸ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, τῷ μὲν, τῶν χωρίων προσβάλλειν· τοῦ δὲ, προβόλοις τισὶν ἀπο- κλείεσθαι· οὕτω καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή.

Θεοδωρήτου. Φησῖν τοίνυν ὁ Παῦλος ὅτι πνευματικὴ δι- δασκαλίᾳ πειθόμενοι προφέρομεν τὴν εὐχήν. οὐ κατηγορούμεθα δὲ τοῦτο ποιοῦντες, ἐπειδὴ κατὰ νόμον θεῖον ἐπιτελοῦμεν.

Bασιλείου. Πῶς οὖν τὸ πνεῦμα συμμαρτυρήσει τῷ πνεύματι σου κατὰ τὸν Ἀπόστολον, ὅτι υἱὸς εἰ Θεοῦ, εἴπερ αὐτὸ τῆς Υἱοῦ δόξης ἀλλότριον ; πῶς ἐν σοὶ βοήσεται ἀββᾶ ὁ πατὴρ, εἰ μὴ μετά- δοσίς ἐστιν ὄντως ἐξ Υἱοῦ, οὐ κτῆμα αὐτοῦ παρ’ αὐτοῦ πεμπόμε νον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνεμιαῖον, ἅπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωρίζοντες ἀπὸ τῆς θεότητος· ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἴδιον, ἐν τῇ θείᾳ δόξῃ τυγχάνον καὶ γνωριζόμενον ; οὐ γὰρ τὸ σὸν πνεῦμα Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκάθαρτον. ἐπεὶ καὶ τοῦτο ἐτόλμησαν παραγαγεῖν τινές. τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Χριστοῦ, καὶ Κύριος ὀνομάζεται· λέγοντος τοῦ Ἀποστόλου καθὰ πρὸ ὀλίγου εἰρήκαμεν, “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν “αὐτοῦ. εἰ δ̔οὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὰ ἑξῆς. καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ. λέγοντος δὲ πάλιν, “ ὁ δὲ Κύριος τὸ Πνεῦμα ἐστίν. οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευ- “ θερία.” ὥστε τὸ τοῦ Κυρίου Πνεῦμα, Κύριος. οὐκ ἄρα κτῆμα ἣ κτίσμα Κυρίου.

Εἰ δὲ τέκνα, καὶ κληρονόμοι.

ΧΡΥΣοΣTóMΩΥ. Ὁρᾶς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν ; ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι. οὐ γὰρ πάντως ἅπαντες κληρονόμοι οἱ παῖδες, ἐπάγει καὶ τοῦτο· ὅτι καὶ κληρονόμοι· οἱ δὲ Ἰουδαι-οι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν, καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. ’* κακοὺς γάρ,” φη-

243
σιν, “ κακῶς ἀπολέσει. καὶ τὸν ἀμπελῶνα ἐκδώσει γεωργοῖς ἑτέ- “ ροις.” καὶ πρὸ τούτου δὲ ἔλεγεν, “ ὅτι πολλοὶ ἀπὸ “ καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἁβραάμ· οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται.” ἀλλ’ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. ποῖον δὴ τοῦτο; ὅτι Θεοῦ κληρονόμοι. διὸ καὶ ἐπήγαγε, “ κληρονόμοι μὲν Θεοῦ.” καὶ τὸ πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ “ συγκληρονόμοι “ στοῦ.” ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ δεσπότου; ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν, ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. ἐπεὶ δὲ οὐ πάντες οἱ κληρονόμοι, μεγάλων εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχομεν, κληρόνομοι ὄντες Θεοῦ. πάλιν, ἐπειδὴ κληρονόμον μὲν εἶναι· συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ μονογενεῖ συγκληρονόμον· δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. καὶ σκόπει σοφίαν. τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε τί πείσονται οἱ κατὰ σάρκα ζῶντες· οἷον ὅτι μέλλουσιν ἀποθνήσκειν. ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον· ἐμπλατύνων αὑτὸν τῇ τῶν μισθῶν ἀντιδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. εἰ γὰρ καὶ τὸ τέκνον εἶναι ἄφατος ἦν ἡ χάρις· ἐννόησον ἡλίκον τὸ κληρονόμον. εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον καὶ τὸ, συγκληρονόμον.

Θεοδωρήτου. Οὐκ ἤρκεσεν ἡμῖν, φησὶν, ἡ τῆς δουλείας ἀπαλλαγή· οὐδὲ τῆς ἐλευθερίας ἡ χάρις. ἀλλὰ καὶ τῷ τῆς υἱοθεσίας ἐκοσμήθη ἀξιώματι. καὶ οὐ μόνον υἱοὶ προσηγορεύθημεν, ἀλλὰ καὶ Θεοῦ κληρονόμοι. ἐπειδὴ οὐ πᾶς υἱὸς κληρονόμος τοῦ φύσαντος γίνεται. καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνεται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, “ συγκληρονόμοι δὲ Χριστοῦ.” ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώσῃ.

Χρυσοστόμου. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος ἐστὶ μόνον ἡ δωρεά. καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν. “ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησι, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. ὃ γὰρ τοῖς οὐδὲν κατωρθωκόσι τοσαῦτα δωρη-

244
σάμενος ἀγαθά· ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται;