Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Κύριον ἡμῶν Ἰησοῦν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.

Χρυσοστόμου. Πάλιν τὸν περὶ τῆς ἀναστάσεως κινεῖ λόγον. ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν διήγειρεν ἡ ἐλπίς. καὶ βεβαιοῖ αὐτὴν ἀπὸ τῶν ἐπὶ Χριστοῦ συμβάντων. μὴ γὰρ δὴ φοβηθῇς, φησι, ὅτι νεκρὸν περίκεισαι σῶμα. ἔχει τὸ πνεῦμα, καὶ ἀναστησεται πάντως. τι οὑν τὰ μὴ ἔχοντα πνεῦμα σώματα; οὐκ ανισταται ἐκεῖ; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ e; τί οὖν ἐστι τὸ λεγόμενον ; πάντες μὲν ἀναστήσονται. οὐ πάντες δὲ, εἰς ζωήν. ἀλλ’ οἱ μὲν, εἰς κόλασιν· οἱ δὲ, εἰς ζωήν. διὰ τοῦτο οὐκ εἶπεν ἀναστήσει, ἀλλὰ ζωοποιήσει. ὃ, πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. καὶ τὴν αἰτίαν τῆς τοιαύτης τιμῆς τιθεὶς, προσέθηκε, λέγων, “διὰ τὸ “ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.’ ὥστε ἃν ἀπελάσῃς ἐνταῦθα ὣν, τοῦ Ἁγίου Πνεύματος τὴν χάριν· καὶ μὴ σώαν ἔχων αὐτὴν, ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς.

Γενναδίου. Οὔκουν δεῖ, φησι, περὶ τούτου διαμφισβητεῖν. ὅτι τοὺς ἠξιωμένους ναοὺς γενέσθαι τοῦ Πνεύματος, καὶ ταύτῃ κεκοινωνηκότας Χριστῷ, ἐχόμενόν ἐστι τὸ κοινωνῆσαι αὐτῷ δι’ αὐτὸ τοῦτο, καὶ τῆς ἐκ νεκρῶν εἰς θάνατον ζωὴν ἀναστάσεως.

Θεοδωρήτου. Ψυχαγωγεῖ δὲ τῇ τῶν μελλόντων ἐλπίδι, καὶ δίδωσιν ἱκανὴν προθυμίαν εἰς τοὺς παρόντας ἀγῶνας. οὐκ εἰς μακρὰν γάρ, φησιν, ἀθάνατα ὑμῶν ἔσται τὰ σώματα· καὶ κρείττονα τῶν νῦν ἐνοχλούντων παθημάτων γενήσεται. ποιήσει δὲ τοῦτο [*](e i. m. a m. rec. καὶ πῶς ὁ τῆς γεέννης ἀξιόπιστος ἔσται ὁ λόγος; εἰ γὰρ μὴ ἔχον τὸ πνεῦμα οὐκ ἀνίστα, οὐδὲ γέεννα ἔσται.)

233
αὐτὸς ὁ τῶν ὅλων Θεός. ὁ νῦν ἡμῖν τοῦ πνεύματος τὸν ἀγῶνα παρασχὼν φιλοτίμως. δέδωκε δὲ αὐτοῖς καὶ ἐνέχυρον τῆς ἀναστάσεως, τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ἐδίδαξέ τε ἡμᾶς διὰ τῶν εἰρημένων, καὶ τὴν μίαν τῆς θεότητος φύσιν, τὸ γὰρ Πανάγιον Πνεῦμα, καὶ Θεοῦ προσηγόρευσε καὶ Χριστοῦ· οὐκ ἐπειδὴ κατὰ τοὺς δυσωνύμους αἱρετικοὺς ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ δεδημιούργηται. ἀλλ’ ἐπειδὴ ὁμοούσιον ἐστὶ Πατρὸς καὶ Υἱοῦ. καὶ ἐκ Πατρὸς μὲν ἐκπορεύεται, κατὰ τὴν τῶν εὐαγγελίων διδασκαλίαν. ἡ δὲ τούτου χάρις τοῖς ἀξίοις διὰ τοῦ Χριστοῦ χορηγεῖται.

Κυρίλλου. Ἐγήγερταί γε μὴν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ Πατρὸς, ἐνεργουμένης πέρι τὴν σάρκα αὐτοῦ τῆς ζωῆς, διὰ τοῦ Ἁγίου Πνεύματος, ὁ ἐστιν αὐτοῦ. ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίησε ναὸν, λέγει πρὸς Ἰουδαίους, “ λύσατε “τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ’ οὖν αὐτὸς ἦν ὁ ἀνιστὰς, διὰ τοῦ Ἁγίου Πνεύματος. πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός.

Τοῦ αὐτοῦ. Τὸ τοίνυν ἰσουργεῖν δυνάμενον τῷ Θεῷ Πνεῦμα, Θεὸς τέ ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν. ζωοποιοῦντος γὰρ τοῦ Πατρὸς, ὁμοίως δὲ καὶ τοῦ Υἱοῦ, ζωοποιόν ἐστι καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. γράφει οὖν ὁ μακάριος Παῦλος, “παραγγέλλω σοι “ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.” ἔφη δὲ καὶ ὁ Υἱὸς, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει, καὶ ἀκο- “ λουθοῦσί μοι. κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.” ὅτι δὲ καὶ τὸ Πνεῦμα ζωογονεῖ, γράφει πάλιν ὁ Παῦλος, “ὁ ἐγείρας Χρι- “’στὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, “διὰ τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος ἐν ὑμῖν.”

Κυρίλλου. Ἀλλ᾿ εἴπερ ἦν ὄντως ποίημα καὶ κτίσμα κατὰ τὴν τῶν ἑτεροδόξων μανίαν τὸ Πνεῦμα τὸ Ἅγιον, πῶς ὅλην ἔχει τοῦ Θεοῦ τὴν ἐνέργειαν; οὐ γὰρ δή τις τοσοῦτον οἶμαι τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμῆσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι’ ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι, πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας

234
τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. ἐπειδὴ δὲ ζωὴ μέν ἐστι κατὰ φύσιν ὁ Θεός· ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ’ αὐτοῦ χορηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Θεοῦ· πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον. ὥσπερ ἃν εἰ ἐξ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι’ ὧν ἐνεργεῖ τοὺς παρ’ οἷς ἃν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνοι.

Τοῦ αὐτοῦ. Εἰ δὲ ζωοποιεῖν τὸ Πνεῦμα τὸ Ἅγιον φήσουσιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωὴν, οὐ μὴν αὐτόχρημα ζωὴν, ἀκουέτωσαν τοῦ μακαρίου λέγοντος Παύλου, “εἰ δὲ “τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ “ἔγειρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ “ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν, εἴη δήπου πάντως ἃν παρ’ αὐτὴν οὐχ ἕτερον. κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν. εἴη γὰρ ἃν ὅπως οὐ ζωὴ, τὸ ῥίζαν ἔχον τὴν ζωήν ; καὶ πηγὴν ὡσπερ τινα τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ, Θεοῦ φύσιν;

Βασιλείου. Μίαν γὰρ ἐν τοῖς τρισὶν ὁρῶμεν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος. ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν, οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι. ζωογονεῖ μὲν γὰρ ὁ Πατὴρ, ὥς φησιν ὁ Παῦλος, “ παραγ- “ γέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα. ζωὴν δὲ δίδωσιν ὁ Χριστὸς ὁ λέγων, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς “φωνῆς ἀκούει. κἀγὼ ζωὴν αἰώνιον δίδωμι “ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησι Παῦλος, “ὁ ἐγείρας Ἰησοῦν ἐκ “νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοι- “κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” ὥστε δῆλον, ὅτι οὐδέν ἐστι τὸ διάφορον ἐν τούτοις, ἀλλ’ ἐν ἅπασι τὸ ὁμοφυές.