Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Βασιλείου. Μίαν γὰρ ἐν τοῖς τρισὶν ὁρῶμεν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος. ὡς οὐκ ὄντος κτιστοῦ καὶ ποιητοῦ τὴν φύσιν, οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι. ζωογονεῖ μὲν γὰρ ὁ Πατὴρ, ὥς φησιν ὁ Παῦλος, “ παραγ- “ γέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα. ζωὴν δὲ δίδωσιν ὁ Χριστὸς ὁ λέγων, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς “φωνῆς ἀκούει. κἀγὼ ζωὴν αἰώνιον δίδωμι “ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησι Παῦλος, “ὁ ἐγείρας Ἰησοῦν ἐκ “νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοι- “κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” ὥστε δῆλον, ὅτι οὐδέν ἐστι τὸ διάφορον ἐν τούτοις, ἀλλ’ ἐν ἅπασι τὸ ὁμοφυές.

Ἄρα οὖν, ἀδελφοὶ, ὀφειλέται ἐσμὲν οὐ τῆ σαρκὶ, τοῦ κατὰ σάρκα ζῆν. εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦσθε, ζήσεσθε.

235

Χρυσοσόμου. Δείξας ὅσον τὸ ἔπαλθον τοῦ πνευματικοῦ βίου· καὶ ὅτι Χριστὸν ἔνοικον ποιεῖ· καὶ ὅτι ζωοποιεῖ τὰ θνητὰ σώματα, καὶ πρὸς τὸν οὐρανὸν πτεροῖ· καὶ τὴν ὁδὸν τῆς ἀρετῆς εὐκολωτέραν ἐργάζεται, ἀναγκαίως ἐπάγει λοιπὸν τὴν παραίνεσιν· λέγων, “οὐκοῦν οὐκ ὀφείλομεν ζῆν κατὰ σάμκα.” ἀλλ’ οὕτω μὲν οὐκ εἶπε· πληκτικώτερον δὲ πολλῷ καὶ δυνατώτερον. εἰπών· “ὀφειλέται “ἐσμὲν τῷ Πνεύματι.” τῷ γὰρ εἰπεῖν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται “τῇ σαρκὶ,” τοῦτο ἐδήλωσε. καὶ πανταχοῦ τοῦτο κατασκευάζει· δεικνὺς ὅτι τὰ μὲν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα, οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυμνῆς χάριτος. τὰ δὲ παρ’ ἡμῶν μετὰ ταῦτα γινόμενα, οὐκέτι φιλοτιμίας, ἀλλ’ ὀφειλῆς. καὶ γὰρ ὅταν λέγῃ. “τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώποων,” τοῦτο αἰνίττεται. καὶ ὅταν γράφῃ, “οὐκ ἐστὲ ἑαυτὼν,” τὸ αὐτὸ τοῦτο δηλοῖ f. δὴ καὶ ἐνταῦθα κατασκευάζων φησὶν, “ὀφειλέται ἐσμέν.” εἶτα ἐπειδὴ ἔλεγεν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ,” ἵνα μὴ τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβῃς φύσιν, ἐπήγαγε, “τοῦ κατὰ σάμκα ζῇν.“ καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν. τρέφειν αὐτὴν, τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν. ἵνα οὖν μὴ νομίσῃς ὅτ’ ταύτην ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, “ ὀφειλέται οὐκ ἐσμὲν “τῇ σαρκὶ,’ ἐπήγαγε λέγων, “τοῦ κατὰ σάρκα ζῇν.” ἐκείνην γὰρ ἀναιρεῖ g τὴν σπουδὴν φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν· ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι h. ὀφείλομεν γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι κατὰ σάρκα ζῶμεν. τουτέστι, μὴ ποιῶμεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον, οὐχ ἡγεῖσθαι i. καὶ κατασκευάσας ὅτι ὀφειλέται ἐσμὲν τῷ πνεύματι· εἶτα δεικνὺς, τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει k ἀλλὰ τὰ μέλλοντα· οὐ γὰρ οὕτως ἡ δοθεῖσα ἅπαξ εὐεργεσία ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. καὶ τοῦτο προθέμενος, πρότερον ἀπὸ τῶν φοβερῶν λυπεῖ, καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα [*](f I. m. a m. rec. desunt quædam. g Cod. ἀναιρεῖ. I. marg. a m. rec. ἑρμηνεύει αὐτό. h I. m. a m. rec. desunt queedam. i 1. m. a m. rec. desunt quædam. k I. m. a m. rec. desunt quædam.)

236
ζῆν. οὕτω λέγων, “ εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνή- “ σκειν·” τὸν θάνατον ἡμῖν αἰνιττόμενος τὸν ἀθάνατον ἐκεῖνον, τὴν ἐν τῇ γεέννῃ κόλασιν. μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος 1. “ εἰ δὲ πνεύματι τὰς “πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.” ὁρᾷς ὅτι οὐ περὶ φύσεως διαλέγεται σώματος, ἀλλὰ περὶ πράξεων σαρκικῶν ; οὐ γὰρ εἶπεν, εἰ δὲ πνεύματι τὴν φύσιν τοῦ σώματος θανατοῦτε, ἀλλὰ τὰς πράξεις τὰς πονηράς. καὶ τοῦτο δῆλον ἐκ τῶν ἑξῆς. εἰ γὰρ τοῦτο ποιήσετε, “ ζήσεσθε,” φησί. καὶ πῶς ἔνι τοῦτο γενέσθαι, εἰ πέρι πασῶν ἢν ο λόγος αὐτῷ ; καὶ γὰρ τὸ ὅραν καὶ τὸ ἀκούειν, καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσί. καὶ μέλλοιμεν αὐτὰς θανατοῦν; τοσοῦτον ἀφέξομεν m τοῦ ζῆν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην; ποίας οὖν φησιν πράξεις θανατοῦν; τὰς ἐπὶ πονηρίαν κινουμένας. ἃς οὐδὲ ἄλλως ἐστὶ θανατῶσαι, ἣ διὰ Πνεύματος n. ἃν γὰρ τοῦτο παρῇ, τὰ πάθη κατέπτηχεν. εἶδες πῶς ἀπὸ τῶν μελλόντων, ὅπερ ἔμπροσθεν εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας οὐκ ἀπὸ τῶν ἤδη γεγεννημένων μόνον· οὐ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶν, τὸ κατόρθωμα τοῦ Πνεύματος, ὅτι τῶν παρελθόντων ἡμᾶς ἀφῆκεν ἁμαρτημάτων· ἀλλ’ ὅτι καὶ πρὸς τὰ μέλλοντα ἀχειρώτους ἡμᾶς κατασκευάζει, καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου.

Θεοδωρήτου. τοῦτο ὑπὲρ τὸν νόμον ἡ χάρις ἔχει. ὅτι ὁ μὲν, τὸ δέον ἐδίδαξεν· ἡ δὲ, καὶ τοῦ Πνεύματος ἔχει συνεργοῦσαν τὴν χάριν. σὺν ἀκριβείᾳ οὖν πολλῇ τὴν θείαν διδασκαλίαν προήνεγκεν ὁ θεῖος Ἀπόστολος· Μαρκίωνος, καὶ Βαλεντίνου, καὶ Μανέντος τὴν βλασφημίαν ὁρῶν. οὐ γὰρ εἶπε τὸ σῶμα θανατώσατε, ἀλλὰ “τὰς “πράξεις τοῦ σώματος.” τουτέστι, τὸ φρόνημα τῆς σαρκός· τὰ τῶν παθημάτων σκιρτήματα. ἔχετε γὰρ συνεργοῦσαν τὴν τοῦ Πνεύματος χάριν· καρπὸς δὲ τῆς νίκης ζωή.

Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσὶν υἱοὶ Θεοῦ.

Χρυσοστόμου. Καὶ ἕτερον τίθησι μισθὸν τῆς ἐν Πνεύματι [*](1 I. m. a m rec. desunt quædam. m Cod. ἀφέξομαι. n I. m. a m. rec. desunt quædam.)

237
ζωῆς, ὅστις πολλῷ τοῦ προτέρου μείζων. διὸ οὐδὲ ἁπλῶς εἶπεν, ὅσοι γὰρ πνεύματι Θεοῦ ζῶσιν· ἀλλ’ “ὅσοι Θεοῦ Πνεύματι “ ἄγονται.” δεικνὺς ὅτι οὕτως αὐτὸ βούλεται κύριον εἶναι τῆς ἡμετέρας ζωῆς, ὡς τὸν κυβερνήτην τοῦ πλοίου, καὶ τὸν ἡνίοχον τοῦ ζεύγους τῶν ἵππων. καὶ οὐχὶ τὸ σῶμα μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. οὐ δὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῆ τοῦ Πνεύματος ἔθηκε δυνάμει. ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ Θεοῦ θαρρήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι ἄγεσθαι, ἀπώλεσας τὴν δεδομένην σοι ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. διὰ τοῦτο οὐκ εἶπεν, ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ’ “ὅσοι Πνεύματι “ ἄγονται.” τουτέστιν, ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ.

Θεοδωρήτου. Ἐνταῦθα δὲ, καὶ τοὺς Ἰουδαίους νύττει, διδάσκων μὴ μεγαφρονεῖν. ἐπειδήπερ κἀκεῖνοι, υἱοὶ προσηγορεύθησαν. ἔρημοι γάρ εἰσι τῆς τιμῆς· τῆς τοῦ Παναγίου Πνεύματος ἄμοιροι τυγχάνοντες χάριτος.

Κυρίλλου. Οἱ δὲ Πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται. διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι· καὶ δουλείας μὲν] ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι. ὅτι δὲ εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας Πνεύματι διακεκράγασιν “ἀββᾶ ὁ Πατήρ.